Ἐπειδὰν δὲ καταλάβητε τὸν νυμφῶνα τοῦ Πνεύματος, ἐπειδὰν εἰσδράμητε τὴν παστάδα τῆς χάριτος, ἐπειδὰν πλησίον γένησθε τῆς φοβερᾶς ὁμοῦ καὶ ποθεινῆς κολυμβήθρας, ὡς αἰχμάλωτοι προσπέσατε τῷ βασιλεῖ· ῥίψατε πάντες ὁμοίως ἐπὶ γόνατα, καὶ τὰς χεῖρας ἀνατείναντες εἰς τὸν οὐρανὸν, ὅπου κάθηται βασιλικῶς ὁ πάντων ἡμῶν βασιλεὺς, καὶ τοὺς ὀφθαλμοὺς εὐθύναντες πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, τοιούτοις πρὸς τὸν φιλάνθρωπον χρήσασθε ῥήμασιν· Ἄνοιξον ἡμῖν τὸν ἀμπελῶνά σου, Κύριε, εἰ καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐφθάσαμεν· μὴ ὀργισθῇς ἡμῖν ὡς βραδύνασιν, Δέσποτα, μηδὲ κλείσῃς εἰς τὰς ἡμετέρας ὄψεις τῆς σῆς φιλανθρωπίας τὰς θύρας· κατέγνωμεν τῆς φθασάσης ἡμῶν ἀργίας, κατέγνωμεν τῆς προλαβούσης ἡμέρας τὴν ῥᾳθυμίαν, ἐβλάβημεν παρακούσαντες, ἐζημιώθημεν καθευδήσαντες, ἐναυαγήσαμεν τερπόμενοι, ἐγυμνώθημεν παίζοντες καὶ παιζόμενοι, ἀπωλόμεθα τοῖς ματαίοις ψυχαγωγούμενοι. Μόλις ἐγρηγορήσαμεν, μόλις ἐνήψαμεν, μόλις εὕρομεν τὸ συμφέρον, μόλις ἐφύγομεν τὸν πόλεμον· ἀπεταξάμεθα τῷ πονηρῷ παντελῶς, ἀπεταξάμεθα τοῖς ὀλεθρίοις κακοῖς καὶ τερπνοῖς συσχολάσαι· τῷ Σωτῆρι λοιπὸν συνταττόμεθα, τῷ μόνῳ Θεῷ. Δέξαι τὸ γραμμάτιον τῆς ὁμολογίας ἡμῶν, ἵνα φοβούμενοι τὸ πρόστιμον, ἐμμένωμεν οἷς καὶ συνεθέμεθα· δέξαι τὸ σύμβολον τῶν πρὸς σὲ συνθηκῶν, ἵνα τὸ σύμβολον αἰσχυνόμενοι, τὸν τρόπον ἡμῶν ἀπερίτρεπτον καθιδρύσωμεν.