Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Θερισμὸς μὲν πολύς

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία του ευαγγελικού ρητού περί του θερισμού και η αποστολική αποστολή

Εισαγωγή στο αγιογραφικό ανάγνωσμα, ανάλυση της μεταφοράς του θερισμού σε σχέση με την πνευματική κατάσταση της οικουμένης και εξέταση των αγωνιών των αποστόλων απέναντι στο ιεραποστολικό έργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Φέρε οὖν, εἰ δοκεῖ, ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγόντες, ἀναπτύξωμεν αὐτῆς τὰ νοήματα· εἰ γὰρ καὶ βραχεῖά τίς ἐστι τῷ μέτρῳ, ἀλλὰ πέλαγος ἡμῖν νοημάτων δείκνυσιν ἀχανές. Διὸ δὴ καὶ ἐπ᾽ αὐτὴν μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἐπειδὴ γὰρ εἶδε, φησὶ, τὰ πλήθη ἐσκυλμένα, λέγει τοῖς μαθηταῖς· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Ποῖος θερισμὸς, εἰπέ μοι, καὶ τίνος ἕνεκεν οὕτως ὠνόμασε τὴν διδασκαλίαν ταύτην; καίτοι γε ὁ θερισμὸς τέλος ἐστὶ [τοῦ] πράγματος.

Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς καταβληθὲν ἀπολαύσῃ νοτίδος, εἶτα γενόμενον διάβροχον καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον, τῇ ἐκφύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄσταχυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι. Τότε δὴ λοιπὸν ὁ γηπόνος, δρεπάνην ἀκονήσας, θεριστὰς καταλέγει, καὶ συναγαγὼν τὸν καρπὸν ἀποτίθεται οἴκοι. Ὅθεν δὴ τέλος παντὸς πόνου καὶ τῆς γεωργίας ἐστὶν ὁ θερισμός. Πῶς οὖν, εἰπέ μοι, θερισμὸν καλεῖ, τῶν πραγμάτων ἐν προοιμίοις ὄντων ἔτι; Καὶ γὰρ ἀσέβεια πανταχοῦ τῆς οἰκουμένης ἐκράτει, καὶ βωμοὶ ἀνεκαίοντο, καὶ εἴδωλα προσεκυνεῖτο, καὶ Ἰησοῦς ἠτιμάζετο, καὶ βαθεῖα νὺξ πάντα κατεῖχε, καὶ χειμὼν ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινομένης, τῶν ἀγρίων πνευμάτων διακοπτόντων τὸν ἀνθρώπινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων.

Πανταχοῦ γὰρ πορνεία καὶ μοιχεία καὶ ἀσέλγεια· πανταχοῦ πλεονεξίαι καὶ ἁρπαγαὶ καὶ πόλεμοι· καὶ αἵματα μὲν ἐν γῇ, αἵματα δὲ ἐν θαλάττῃ, τῶν καταποντιστῶν καὶ ἐκεῖ τοὺς φόνους εἰσαγόντων, καὶ πόλεμοι συνεχεῖς καὶ μάχαι καὶ ἐμφύλιοι σφαγαὶ καὶ φόνοι φόνων ἁπάντων ἐναγέστεροι· καὶ γὰρ τέκνα ἐσφάζετο τοῖς εἰδώλοις· καὶ ἡ φύσις ἠγνοεῖτο καὶ ἡ συγγένεια ἀνετρέπετο, καὶ πανταχοῦ κρημνοὶ καὶ σκόπελοι καὶ ὕφαλοι πέτραι καὶ σπιλάδες βαρεῖαι, καὶ κυβερνήτης οὐδεὶς ἄνθρωπος· μᾶλλον δὲ κυβερνῆται ὀλίγοι ἐν τῷ Ἰουδαίων ἔθνει, ὁ δὲ ἀκούων οὐδεὶς, τῶν ναυτῶν πρὸς αὑτοὺς διαστασιαζόντων, καὶ ἀλλήλους κατακοπτόντων καὶ καταποντιζόντων.

Σκύθαι μὲν γὰρ καὶ Θρᾷκες καὶ Μαῦροι καὶ Ἰνδοὶ καὶ Πέρσαι καὶ Σαυρομάται, καὶ οἱ τὴν Ἑλλάδα καὶ οἱ τὴν Ἤπειρον οἰκοῦντες, καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ ὑφ᾽ ἡλίῳ τοῖς δαίμοσιν ἐτελεῖτο, καὶ ὑπὸ τῶν ἀλαστόρων ἐκείνων ἐξεβακχεύετο καὶ χώρα καὶ πόλις καὶ ἔρημος, καὶ γῆ καὶ θάλαττα, καὶ βάρβαρος καὶ Ἑλλὰς, καὶ ὄρη καὶ νάπαι καὶ βουνοί· μόνον δὲ τὸ Ἰουδαίων ἔθνος τὸ δοκοῦν εὐσεβεῖν προφήτας εἶχε καὶ θεογνωσίας σπέρματα μικρά· ἀλλὰ καὶ ταῦτα χρόνῳ κατεχώννυτο, καὶ οἱ διδάσκαλοι τοῦ γένους ἐκείνου κατήγοροι πικροὶ τῶν ἁμαρτανομένων αὐτοῖς ἐγίνοντο· καὶ τοσοῦτον ἀπεῖχον τοὺς ἄλλους παιδεύειν καὶ πρὸς εὐσέβειαν χειραγωγεῖν, ὅτι δὴ καὶ τοῖς ἄλλοις σκανδάλων αἴτιοι τότε ἐγίνοντο· καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγε· Δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.

γʹ. Πῶς οὖν τοσούτων κατεχόντων τὴν οἰκουμένην κακῶν, καὶ οὐδέπω τῶν σπερμάτων καταβληθέντων (πανταχοῦ γὰρ ἄκανθαι καὶ τρίβολοι καὶ βοτάναι πονηραὶ), οὐδέπω τῆς χώρας ἐκκαθαρθείσης, οὐδὲ ἀρότρου ἑλκυσθέντος, οὐδὲ αὔλακος ἀνατμηθείσης, περὶ θερισμοῦ διαλέγεται καί φησιν· Ὁ θερισμὸς πολύς; καὶ τίνος ἕνεκεν οὕτω καλεῖ τὸ Εὐαγγέλιον; Τίνος ἕνεκεν; ἐπειδὴ τὰ πράγματα οὕτω διέκειτο, ἔμελλε δὲ αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπειν, εἰκὸς δὲ αὐτοὺς θορυβεῖσθαι καὶ ταράττεσθαι, καὶ πρὸς ἑαυτοὺς ἀναλογίζεσθαι Καὶ λέγειν· Καὶ πῶς ἂν γένοιτο δυνατὸν ἕνδεκα ὄντας (ὁ γὰρ εἷς θηριάλωτος γέγονεν), ἰδιώτας, ἀγραμμάτους, πένητας, ἀσήμους, γυμνοὺς, μονοχίτωνας, ἀνυποδέτους, μὴ ζώνην, μὴ ῥάβδον, μὴ ὀβολὸν ἐπιφερομένους, διιέναι τὴν οἰκουμένην ἅπασαν τὴν οὕτω διακειμένην, καὶ τῆς μὲν παλαιᾶς ἀποσπᾷν συνηθείας, εἰς τὰ τῆς νέας δὲ δόγματα εἰσάγειν αὐτοὺς, καὶ ξένην τινὰ διδασκαλίαν αὐτοῖς ἐνηχεῖν; πότε γὰρ ἀνασπάσομεν τὰς ἀκάνθας; πότε κατασπείρομεν τὰ σπέρματα; πότε γεωργήσομεν αὐτῶν τὴν διάνοιαν; πότε ἀναδοθήσεται ὁ σπόρος; τίς δὲ ἡμᾶς οὐ διασπάσεται; τίς δὲ οὐ κατακρημνίσει; πῶς ὅλως δυνησόμεθα διᾶραι στόμα, στῆναι, διαλεχθῆναι, φανῆναι μυριάσι τοσαύταις;

πῶς καταλύσομεν τυράννων θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων ἐπιβουλὰς, ψυχὰς μυρίοις νοσήμασι προκατειλημμένας; ἡμεῖς οὖν οἱ ἕνδεκα τοὺς εἰς τὴν οἰκουμένην ἅπαντας πῶς διορθώσομεν, οἱ ἰδιῶται τοὺς σοφοὺς, οἱ γυμνοὶ τοὺς ὡπλισμένους, οἱ ἀρχόμενοι τοὺς ἄρχοντας, οἱ μίαν γλῶτταν κεκτημένοι πρὸς μυρίας φωνὰς διαλεγόμενοι, καὶ ἔθνη βάρβαρα καὶ ἀλλόγλωσσα; τίς δὲ ἡμῶν ἀνέξεται, ὧν μηδὲ τῆς φωνῆς ἐπακούειν δύναιτ᾽ ἄν; ἵνα μὴ ταῦτα λογιζόμενοι θορυβῶνται, θερισμὸν τὸ Εὐαγγέλιον ἐκάλεσε, μονονουχὶ λέγων· Πάντα ηὐτρέπισται, πάντα παρεσκεύασται· πρὸς ἑτοίμην ὑμᾶς τῶν καρπῶν πέμπω συλλογήν· ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ σπείρειν καὶ θερίζειν δυνήσεσθε.

Ὥσπερ οὖν ὁ γηπόνος πρὸς ἄμητον ἐξιὼν χαίρει καὶ φαιδρός ἐστι καὶ γέγηθεν, οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ᾽ ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδαμοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον· ὁ γὰρ τοῦ θερίζειν ἁπτόμενος, οὐδὲν ὑφορᾶται τοιοῦτον· διὰ δὴ τοῦτο καὶ χορεύοντες καὶ σκιρτῶντες τῶν πόνων ἅπτονται· οὕτω δὴ καὶ ὑμᾶς, καὶ πολλῷ πλέον, μετὰ πολλῆς τῆς ἡδονῆς εἰς τὴν οἰκουμένην ἐξιέναι ἀναγκαῖον. Θερισμὸς γάρ ἐστι τὸ πρᾶγμα, θερισμὸς πολλὴν εὐκολίαν ἔχων, θερισμὸς παρεσκευασμένα παρέχων ὑμῖν τὰ λήϊα· εἰπεῖν δεῖ μόνον, οὐ καμεῖν. Δανείσατέ μοι, φησὶ, τὴν γλῶτταν, καὶ ὄψεσθε τὸν καρπὸν ὥριμον εἰς τὰ βασιλικὰ σιτοδοχεῖα εἰσαγόμενον. Διὰ δὴ τοῦτο καὶ μετὰ ταῦτα πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἦν ὁ τὰ δύσκολα ῥᾴδια ποιῶν, καὶ ὅπερ ὁ προφήτης ἔλεγεν, ὅτι Ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ· ταῦτα ἐπὶ τῶν ἀποστόλων αἰσθητῶς συνέβαινε· προωδοποίει γὰρ αὐτοῖς ὁ Χριστὸς καὶ ῥᾳδίαν ἐποίει τὴν ὁδόν.

Τοῦτο καὶ ὁ μεγαλοφωνότατος Ἡσαΐας δηλῶν ἔλεγε· Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· οὐ περὶ ὀρῶν λέγων καὶ βουνῶν· οὐδὲ γὰρ συνέβη τοῦτο· ἀλλὰ τοὺς ἀπονενοημένους καὶ φυσωμένους καὶ μεγαλοφρονοῦντας τῷ τῶν ὀρῶν ὀνόματι καλῶν. Ἀλλ᾽ ἐταπείνωσε πάντας ὁ Χριστὸς ταπεινότητα ὕψους γέμουσαν, καὶ τὰ ὄρη πεδία ἐποίησεν· οὕτω δὲ καλεῖ τοὺς ἀπονενοημένους, οὐ διὰ τὸ ὕψος αὐτῶν τῆς διανοίας, ἀλλὰ διὰ τὸ ἄκαρπον τῆς ἀπονοίας, καὶ τὸ ἄγονον τῆς ψυχῆς, καὶ τὸ ἀναίσθητον τῶν λόγων. Ὥσπερ γὰρ τὸ ὄρος οὐκ ἂν ἐνέγκῃ καρπὸν, οὕτως οὐδὲ ἀπόνοια· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Τὸ μὲν γὰρ ὄρος οὐκ ἂν ἐνέγκῃ καρπὸν, ἡ δὲ ἀπόνοια οὐ μόνον οὐ δίδωσί τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα καταμαραίνει καὶ τὸν βλαστήσαντα ξηραίνει· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον θάλπει τὸν ὄντα, ἀλλὰ καὶ τὸν οὐκ ὄντα τίκτειν εἴωθε.

δʹ. Καὶ τῶν εἰρημένων μέγιστα παραδείγματα ὅ τε φαρισαῖος καὶ ὁ τελώνης. Ὁ μὲν γὰρ ἀνελθὼν μετὰ ἀπονοίας, οὐ μόνον οὐκ ἔτεκέ τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα ἀπώλεσε· ὁ δὲ τελώνης ἔρημος ὢν καὶ οὐδὲν ἀγαθὸν ἔχων, ποιεῖ ἑαυτῷ κατόρθωμα· ἐπειδὴ γὰρ μόνον ἐστέναξε καὶ κάτω κύψας ἑαυτὸν ἐταλάνισε, κατῆλθε πολλῇ βρύων τῇ δικαιοσύνῃ καὶ παραδραμὼν κατὰ τοῦτο τὸν φαρισαῖον. Ἵνα δὲ καὶ ἀπ᾽ αὐτῶν ἴδητε τῶν πραγμάτων, καὶ ἐπὶ ὡρισμένων προσώπων μάθητε ποῦ ὄρος καὶ βουνὸν ἐταπείνωσεν ὁ Χριστὸς, εἰσαγέτω πάλιν ἡμῖν τὸν Παῦλον ὁ λόγος. Οὗτος γὰρ ὁ σκηνοποιὸς (ἡδέως γὰρ τὴν τέχνην αὐτοῦ περιστρέφω, ἵνα μάθῃς ὅτι οὐκ ὄνειδος ἡ τέχνη, ἀλλ᾽ ἡ ἀργία κατηγορία καὶ ἔγκλημα)· οὗτος τοίνυν ὁ Παῦλος, γενόμενος ἐν Σαλαμῖνι, συνέτυχέ τινι ἀνθυπάτῳ καὶ μάγῳ μετ᾽ ἐκείνου.