Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Θερισμὸς μὲν πολύς

Ἰωάννης ὁ Χρυσόστομος

Αποστολικά παραδείγματα πνευματικού θερισμού και μεταστροφής

Ανάλυση της σύγκρουσης του αποστόλου Παύλου με τον μάγο στην Κύπρο, η θεραπευτική σημασία της τύφλωσης και η προθυμία του Αιθίοπα ευνούχου για το βάπτισμα ως αποδείξεις της ετοιμότητας για τον πνευματικό θερισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Διπλοῦς ὁ κρημνὸς, ἥ τε ἀπὸ τῆς ἀρχῆς ἀπόνοια, ἥ τε ἀπὸ τοῦ μάγου διδασκαλία. Καὶ ἐπειδὴ ἑώρα τὸ μιαρὸν ἐκεῖνο καὶ ἀναίσχυντον θηρίον ἐμποδίζον τῷ ἀνθυπάτῳ καὶ διακόπτον αὐτοῦ τὴν διδασκαλίαν, ἄκουσον τί φησι πλησθεὶς Πνεύματος ἁγίου· Ὢ παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας γέμων, υἱὲ διαβόλου. Οὐ γὰρ τὸ ὑβρίζειν πανταχοῦ κακὸν, ἀλλὰ τὸ εἰκῆ ὑβρίζειν· τούτῳ γὰρ καὶ κόλασιν ὁ Χριστὸς ἔθηκεν· ὡς ὅ γε μετὰ καιροῦ τοῦ προσήκοντος τοῦτο ποιῶν, ἰατρὸν μιμεῖται τέμνοντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος, καὶ τῇ τομῇ τὴν σηπεδόνα ἐκβάλλοντα. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ· Οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας; Ἀλλ᾽ οὐκ ἀνέχεταί σου τῶν ῥημάτων, ὦ Παῦλε· ἐπάγαγέ τινα συλλογισμὸν ἀποστολικὸν, ἀπόστρεψον τὴν γλῶτταν, ἔμφραξον αὐτοῦ τὸ στόμα, στῆσον τὰ πονηρὰ ῥεύματα. Τί οὖν ποιεῖ; Δεικνὺς ὅτι οὐ πρὸς τοὺς ἀνθρώπους ὁ πόλεμος αὐτῷ, φησί· Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Αὐτὸς γὰρ ὁ εἰπὼν, Μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, παρῆν καὶ τῷ Παύλῳ τότε, καὶ ταύτην ἔχων τὴν ὑπόσχεσιν καλεῖ τε αὐτὸν καὶ ἀξιοῖ γενέσθαι τιμωρὸν, καὶ συνεφάψασθαι τῶν προκειμένων, καὶ τὰ κωλύματα ἀνασπάσαι. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Πόση τοῦ Χριστοῦ ἡ συγκατάβασις· πόση τοῦ Παύλου ἡ παῤῥησία· πῶς ἐν ἀποφάσει τὴν πληγὴν ἐπάγει, καὶ ὁ Χριστὸς εὐθέως ἐπινεύει τῷ λεγομένῳ. Τί ἐστι Χεὶρ Κυρίου;

Δύναμις ἐναντία πληκτική.

Παρῆν γὰρ αὐτοῖς πανταχοῦ, ἑτοίμως ὑπακούων, καὶ θερισμὸν τὸ πρᾶγμα ποιῶν, οὐκ ἀφιεὶς πονεῖν οὐδὲ ταλαιπωρεῖσθαι, ἀλλὰ τὰ παρ᾽ ἑαυτοῦ συνεισάγων. Καὶ ἔστη τυφλὸς, μὴ βλέπων ἕως καιροῦ. Εἶδες καὶ τὴν τιμωρίαν μετὰ φιλανθρωπίας; νουθεσία γὰρ, οὐ κόλασις ἡ ἀπόφασις, διόρθωσις, οὐκ ἀφανισμός. Διὰ δὴ τοῦτο οὐ χεῖρα ἐξήρανεν, οὐ γλῶτταν τὰ πονηρὰ ῥήματα φθεγγομένην ἐξέκοψεν, οὐ σκέλη ἐπήρωσεν, ἀλλὰ τοὺς ὀφθαλμοὺς αὐτούς. Ἐπειδὴ γὰρ αὐτὸς ἐντεῦθεν ἰάθη καὶ τῆς πεπλανημένης ὁδοῦ καὶ τῶν δρόμων ἀπηλλάγη τῶν βλαβερῶν, καὶ τούτῳ τὸ αὐτὸ φάρμακον ἐπιτίθησι, μονονουχὶ λέγων· Ἔτρεχον κἀγὼ κακῶς, καὶ ἔβλεπον θανάσιμα· διὰ τοῦτο ἐπηρώθην καλῶς, ἵνα ἀναβλέψω ἄμεινον· τοῦτο καὶ σοὶ τὸ φάρμακον ἐπιτίθημι καὶ πηρῶ τοὺς ἔξωθεν ὀφθαλμοὺς, ἵνα ἀνοίξω τὰ ἔνδοθεν ὄμματα. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγενημένον, ἐπίστευσεν.

Εἶδες τὸ ὄρος ἰσόπεδον γενόμενον, καὶ τὸν βουνὸν ταπεινωθέντα, καὶ τὸν θερισμὸν ἀπαρτισθέντα, καὶ τὸν ἄμητον παρεσκευασμένον, καὶ τὸν καρπὸν ὥριμον συναγόμενον, καὶ τὸν Παῦλον οὐδὲν καμόντα οὐδὲ ταλαιπωρηθέντα, ἀλλὰ ῥήματι ψιλῷ σαγηνεύσαντα τὸν ἀνθύπατον;

Διὰ τοῦτο θερισμὸν τὸ Εὐαγγέλιον καλεῖ, διὰ τὴν ταχυτῆτα καὶ τὴν εὐκολίαν, ἣν αὐτοῖς παρεῖχεν. Οὕτω καὶ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος καὶ ἀλλόφυλος καὶ ἐν δυναστείᾳ μεγάλῃ καθεστὼς, ἐσαγηνεύετο, οὐδὲ ἐκεῖ χρόνου τινὸς ἢ πόνου δαπανηθέντος· ὁμοῦ τε γὰρ ἐπέβη τοῦ ἅρματος καὶ κατηχεῖν ἤρξατο· μᾶλλον δὲ πρὸ τῆς ἐπιβάσεως ἐκεῖνο θαύμασον, πῶς ὁ βάρβαρος καὶ ἀλλόφυλος καὶ φλεγμαίνων ἀπὸ τῆς δυναστείας (οὐ γὰρ μικρὰν ἀρχὴν μετεχείριζε), τὸν πένητα, τὸν πτωχὸν, τὸν ἀγνῶτα, τὸν οὐδέποτε αὐτῷ οὔτε εἰς ὄψιν οὔτε εἰς συνουσίαν ἐλθόντα, τότε πρῶτον φανέντα, τοῦτον καὶ ἐκάλεσε καὶ ἀνεβίβασε καὶ ἑαυτῷ συνεκάθισε. Τίς ταῦτα εἰργάσατο; Ἐκεῖνος ὁ εἰπὼν, Ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἐκεῖνος ἡμερωτέραν τὴν πρόσοδον ἐποίησε, καὶ βάρβαρον φιλοσοφεῖν παρεσκεύασε, καὶ τὸ ὄρος ἐταπείνωσε, καὶ τὸν ἀγνῶτα γνωρίμου παντὸς οἰκειότερον κατέστησε.

Μὴ δὴ παραδράμῃς ἁπλῶς, μηδὲ ἱστορίαν τὸ πρᾶγμα νομίσῃς ψιλὴν, ἀλλ᾽ ἐννόησον τὸ μέγεθος τοῦ κατορθώματος. Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν παιδευόμενοι καὶ οὐδὲν βάρβαρον ἔχοντες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων τινὰ ταχέως ἐπ᾽ ἀγορᾶς αὐτοῖς συγκαθίσαι· πῶς ἐκεῖνος τὸν ξένον; οὐ γὰρ παύσομαι ταῦτα λέγων· τὸν ξένον, τὸν οὐδέποτε φανέντα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον ἀπὸ τῆς ὄψεως, τοῦτον καὶ ἀνεβίβασε καὶ ἐκάθισε. καὶ τῇ γλώττῃ τῇ ἐκείνου τὴν ἑαυτοῦ σωτηρίαν ἐξέδωκε, καὶ μαθητὴς γενέσθαι ἠνέσχετο καὶ παρακαλεῖ καὶ δεῖται καὶ ἱκετεύει, Δέομαί σου, λέγων, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; καὶ δέχεται μετὰ πολλῆς προσοχῆς τὰ λεγόμενα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δεξάμενος οὐκ ἠμέλησεν, οὐκ ἀνεβάλετο. οὐκ εἶπεν, Εἰς τὴν πατρίδα ἐπανέλθω τὴν ἐμαυτοῦ, ἴδω τοὺς φίλους, τοὺς οἰκείους καὶ συγγενεῖς, ὃ πολλοὶ τῶν Χριστιανῶν λέγουσι νῦν ἐπὶ βάπτισμα καλούμενοι· Ἐπανέλθω εἰς τὴν πατρίδα, ἴδω τὴν γυναῖκα, ἴδω τὰ παιδία μετὰ τῶν ἐμῶν συγγενῶν· παρόντων ἐκείνων καὶ συνεορταζόντων ἐμοὶ, οὕτως ἀπολαύσομαι τοῦ βαπτίσματος, οὕτω μεθέξω τῆς χάριτος.

Ἀλλ᾽ οὐχ ὁ βάρβαρος τότε ἐκεῖνος ταῦτα εἶπε τὰ ῥήματα, καὶ ταῦτα Ἰουδαῖος ὢν καὶ πολλὴν τῶν τόπων ποιεῖν τὴν παρατήρησιν πεπαιδευμένος, καὶ μάλιστα συνεχῶς ἐνηχοῦντος αὐτῷ, ὅτι δεῖ τηρεῖν τοῦ τόπου τὴν φυλακὴν, καὶ διὰ τοῦτο μακρὰν ἀποδημίαν στειλάμενος, ἵνα ἐν τῷ τόπῳ ᾧ ἐκέλευσεν ὁ Θεὸς προσκυνήσῃ· ἀλλ᾽ ἀθρόον πᾶσαν ἐκείνην τὴν συνήθειαν ἐκβαλὼν καὶ ἀποστὰς τῆς τοιαύτης παρατηρήσεως· ἐπειδὴ ἀπηρτίσθη ὁ λόγος, καὶ πηγὴν εἶδε παρὰ τὴν ὁδὸν, φησίν· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Εἶδες τὸν θερισμὸν πάλιν ἀπαρτιζόμενον; εἶδες οὐδένα χρόνον ἀναλωθέντα, ἀλλ᾽ ὁμοῦ τὴν γῆν δεξαμένην, καὶ τὸν στάχυν κομῶντα ἐκβαλοῦσαν, καὶ πέπειρον τὸν βότρυν γενόμενον; Ἰδοὺ ὕδωρ, φησίν. Οὐ τοίχους ἐζήτησεν, οὐκ ὄροφον χρυσοῦν, οὐχ ἱματίων κατασκευὴν, οὐχ ὑποδήματα· ἀλλ᾽ ἐπειδὴ γνώμην εἶχε παρεσκευασμένην καὶ ἔζεε τῷ πόθῳ καὶ ἀνήφθη τῇ προθυμίᾳ, ἐπὶ τὴν χάριν εὐθέως ἔδραμε, καὶ κατεπείγει τὸν διδάσκαλον πρὸς τὴν μυσταγωγίαν αὐτὸν χειραγωγῆσαι, καὶ μεταδοῦναι τῶν ἀθανάτων ἐκείνων καὶ φρικτῶν μυστηρίων. Διὸ κἀκεῖνος εὐθέως ἐπένευσε, τὴν προθυμίαν ἀποδεξάμενος, καὶ ἐβάπτισεν αὐτόν. Διὰ τοῦτο θερισμὸν τὸ Εὐαγγέλιον καλεῖ, διὰ τὴν εὐκολίαν ἣν παρεῖχεν αὐτοῖς.