Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· Δεῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι

Ἰωάννης ὁ Χρυσόστομος

Η ερμηνεία των αιρέσεων ως κοινωνικών διχοστασιών και η ισότητα του Κυριακού δείπνου

Διευκρινίζεται ότι η αποστολική αναφορά στις αιρέσεις αφορά τις κοινωνικές διαιρέσεις στα εκκλησιαστικά δείπνα. Τονίζεται ο χαρακτήρας της Θείας Ευχαριστίας ως προτύπου ισότητας και επισημαίνεται ο κίνδυνος της κατακρίσεως από την ανάξια συμπεριφορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

δʹ. Ὅρα πῶς πάλιν συνετῶς ποιεῖται τὴν διόρθωσιν. Οὐκ εἶπεν, οὔτε Ἀπιστῶ, οὔτε Πιστεύω· ἀλλὰ μέσον ἀφῆκε τὸ ῥῆμα, ὅτι Μέρος τι καὶ πιστεύω· οὐ πιστεύω τέλεον, ἀλλ᾽ οὐδὲ ἀπιστῶ τέλεον· τοῦ δὲ ἢ τοῦτο, ἢ ἐκεῖνο συμβῆναι παντελῶς ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ διορθώσησθε, οὐ πιστεύω· ἂν δὲ ἐπὶ τῶν αὐτῶν μείνητε, πιστεύω. Οὔτε οὖν κατηγόρησε, καὶ κατηγόρησεν. Οὐ κατηγόρησεν ἀπηρτισμένως, ἵνα αὐτοῖς ἐλπίδα δῷ διορθώσεως καὶ προθεσμίαν μετανοίας· οὐκ ἀφῆκεν ἀνεγκλήτους, ἵνα μὴ ἐπὶ τῆς αὐτῆς μείνωσι ῥᾳθυμίας. Οὕτω τέλεον ἐπίστευσα, φησί· τοῦτο γάρ ἐστι τὸ εἰπεῖν, Μέρος τι πιστεύω. Τοῦτο δὲ ἔλεγε προτρέπων μεταβαλέσθαι καὶ διορθώσασθαι καὶ ἀπαγαγεῖν αὐτὸν τοῦ κἂν ἐκ μέρους πιστεῦσαί τι κατ᾽ αὐτῶν τοιοῦτον. Δεῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Εἶπε οὖν τὰς αἱρέσεις. Ἐνταῦθα προσέχετε, ὅτι οὐ περὶ δογμάτων ἐστὶ τὸ, Δεῖ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἀλλὰ περὶ τῆς διχονοίας τῆς κατὰ τὰς τραπέζας. Εἰπὼν γὰρ, Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἐπήγαγε καὶ τὸν τρόπον τῶν αἱρέσεων· Συνερχομένων γὰρ ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.

Τί ἐστι, Κυριακὸν δεῖπνον φαγεῖν; Δεσποτικὸν δεῖπνον, φησὶν, οὐκ ἔστι φαγεῖν· ἐκεῖνο λέγων τὸ δεῖπνον, ὃ τῇ ἐσχάτῃ νυκτὶ παρέδωκεν ὁ Χριστὸς, ὅτε οἱ μαθηταὶ μετ᾽ αὐτοῦ πάντες ἦσαν. Ἐν ἐκείνῳ γὰρ τῷ δείπνῳ καὶ Δεσπότης καὶ δοῦλοι πάντες ὁμοῦ κατέκειντο· ὑμεῖς δὲ σύνδουλοι ὄντες ἀλλήλους διεστήσατε καὶ ἀπεσχίσατε. Κἀκεῖνος μὲν οὐδὲ τὸν προδότην ἀπήλασε· καὶ γὰρ ὁ Ἰούδας μετ᾽ αὐτῶν ἦν τότε· σὺ δὲ τὸν ἀδελφὸν διακρούῃ. Διὰ τοῦτό φησιν, Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν, κυριακὸν δεῖπνον καλῶν, τὸ μεθ᾽ ὁμονοίας, τὸ κοινῇ πάντων συγκεκλημένων. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.

Καὶ οὐκ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ ἐσθίει, ἀλλὰ τῷ τῆς μέθης ὀνόματι μᾶλλον αὐτῶν καθήψατο. Κἀκεῖ καὶ ἐνταῦθα ἀμετρία, φησί. Σὺ μὲν ὑπὸ τῆς ἀδηφαγίας διαῤῥήγνυσαι, ἐκεῖνος δὲ ὑπὸ τοῦ λιμοῦ τήκεται· σὺ καὶ τῶν ὑπὲρ τὴν χρείαν μετέχεις, ἐκεῖνος δὲ οὐδὲ τῶν ἀναγκαίων ἀπέλαυσε. Διπλοῦν τὸ δεινὸν, τῆς ἰσότητος διαφθαρείσης, τοῦτο αἱρέσεις καλεῖ· ἐπειδὴ φιλονείκως πρὸς ἀλλήλους διέκειντο καὶ διεστασίαζον, καὶ ὃς μὲν ἐπείνα, ὃς δὲ ἐμέθυε.

Καὶ καλῶς εἶπε, Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτό. Τίνος γὰρ ἕνεκεν συνέρχεσθε; φησί· τί βούλεται ἡ σύνοδος; τίνος ἕνεκεν ἡ συλλογὴ κοινὴ, ὅταν ἡ τράπεζα μὴ γίνεται κοινή; Δεσποτικά ἐστι τὰ χρήματα, ἅπερ ἐλάβομεν· κοινὰ προκείσθω τοίνυν τοῖς συνδούλοις τοῖς ἡμετέροις. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν, καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, φησὶ, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Σὺ μὲν νομίζεις, φησὶ, τὸν ἀδελφὸν ὑβρίζειν μόνον, κοινωνεῖ δὲ καὶ ὁ τόπος τῆς ὕβρεως.

Ἐκκλησίας γὰρ ὁλοκλήρου καταφρονεῖς. Ἐκκλησία γὰρ διὰ τοῦτο λέγεται, ὅτι κοινῇ πάντας ὑποδέχεται. Τί τοίνυν τῆς οἰκίας σου τὴν εὐτέλειαν εἰς τὴν ἐκκλησίαν εἰσάγεις; Εἰ γὰρ καταφρονεῖς τοῦ ἀδελφοῦ, αἰδέσθητι τὸν τόπον· καὶ γὰρ ἡ ἐκκλησία ὑβρίζεται.

Καὶ οὐκ εἶπεν, Ἀποστερεῖτε τοὺς μὴ ἔχοντας, ἢ, Οὐκ ἐλεεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ τί; Καταισχύνετε τοὺς μὴ ἔχοντας. Ἐντρεπτικώτατα τὴν ἀσωτίαν αὐτῶν ἐτραγῴδησεν. Οὐ γὰρ οὕτω μέλει τῷ πένητι, φησὶν, ὑπὲρ τῆς τροφῆς, ὡς ὑπὲρ τῆς ὕβρεως. Ὅρα πῶς καὶ ὑπὲρ τούτου σεμνῶς ἀπελογήσατο, κἀκείνων σφοδρότερον καθήψατο. Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ. Τί τοῦτο; Μετὰ τὴν ἀπόδειξιν τῆς ἀτοπίας ὑφειμένη ἡ κατηγορία, καὶ μάλα εἰκότως, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Πρὶν ἢ μὲν γὰρ ἀποδεῖξαι τὸ πρᾶγμα ἄτοπον, ἀπηρτισμένην ἐξήνεγκε τὴν ἀπόφασιν, εἰπών· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ· ὅτε δὲ ἀπέδειξεν ἀκριβῶς πολλῶν ὄντας ἐγκλημάτων ἀξίους, ὑφειμένῃ κέχρηται τῇ διαβολῇ, τῇ τῶν εἰρημένων κατασκευῇ καὶ ἀποδείξει τὸ σφοδρότερον τῆς κατηγορίας ἀφεὶς ἐναποκεῖσθαι. Εἶτα ἐπὶ τὴν μυστικὴν τράπεζαν ἐξάγει τὸν λόγον, μειζόνως αὐτοὺς φοβῆσαι βουλόμενος.

Ἐγὼ γὰρ, φησὶ, παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν. Ποία ἀκολουθία αὕτη; Περὶ ἀρίστου διαλέγῃ κοινοῦ, καὶ μυστηρίων φρικτῶν μέμνησαι; Ναὶ, φησίν. Εἰ γὰρ τὰ πνευματικὰ ἐκεῖνα, εἰ γὰρ ἡ τράπεζα ἡ φρικώδης κοινὴ πᾶσι πρόκειται, καὶ πλουσίῳ καὶ πένητι, καὶ οὐχὶ δαψιλέστερον ἀπολαύει ταύτης ὁ πλούσιος, οὐδὲ ἔλαττον ὁ πένης, ἀλλὰ μία τιμὴ, καὶ πρόσοδος μία· καὶ ἕως ἂν πάντες μετασχῶσι καὶ κοινωνήσωσι τῆς πνευματικῆς καὶ ἱερᾶς ταύτης τραπέζης, οὐ συστέλλεται τὰ προκείμενα, ἀλλ᾽ ἑστήκασιν οἱ ἱερεῖς ἅπαντες, καὶ τὸν πάντων πενέστερον καὶ εὐτελέστερον ἀναμένοντες· πολλῷ μᾶλλον ἐπὶ τῆς αἰσθητῆς τοῦτο χρὴ ποιεῖν. Διὰ τοῦτο ἐμνήσθην ἐκείνου τοῦ κυριακοῦ δείπνου. Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ πολλῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι.

εʹ. Εἶτα πολλὰ διαλεχθεὶς περὶ τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις, καὶ σφόδρα αὐτῶν καθαψάμενος καὶ διελέγξας, διδάξας τε ὅτι τοῖς τὸν Χριστὸν ἀποκτείνασι τὴν αὐτὴν ὑποστήσονται τιμωρίαν οἱ τὸ αἷμα αὐτοῦ καὶ τὸ σῶμα ἁπλῶς καὶ ὡς ἔτυχε λαμβάνοντες, πάλιν εἰς τὴν προκειμένην ὑπόθεσιν τὸν λόγον ἐξήγαγεν, εἰπών· Ὥστε, ἀδελφοὶ, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε.

Ὅρα πῶς λανθανόντως καὶ λαιμαργίαν αὐτῶν κατέγνω, καὶ οὐκ εἶπεν, Εἰ δὲ πεινᾶτε, ἀλλ᾽, Εἰ δέ τις πεινᾷ, ἵνα ἕκαστος αἰσχυνόμενος αὐτὸς ὑπεύθυνος φανῆναι τοῖς ἐγκλήμασι, προλαβὼν διορθώσηται. Καὶ εἰς κολάσεως δὲ φόβον τὸν λόγον κατέκλεισεν, εἰπών· Ἵνα μὴ εἰς κρίμα συνέρχησθε, τουτέστιν, εἰς κατάκριμα καὶ εἰς ὀνειδισμόν. Οὐ γάρ ἐστι τροφὴ, φησὶν, οὐδὲ τράπεζα ἡ μετὰ αἰσχύνης τοῦ ἀδελφοῦ, ἡ μετὰ καταφρονήσεως τῆς ἐκκλησίας, ἡ μετὰ λαιμαργίας ἢ ἀσωτίας γινομένη. Οὐκ ἔστιν εὐφροσύνη ταῦτα, ἀλλὰ κόλασις καὶ τιμωρία. Μεγάλην γὰρ ἐπισπᾶσθε καθ᾽ ἑαυτῶν δίκην τοὺς ἀδελφοὺς ὑβρίζοντες, τῆς ἐκκλησίας καταφρονοῦντες, οἰκίαν ἰδιωτικὴν τὸν ἅγιον τόπον ποιοῦντες διὰ τὸ καθ᾽ ἑαυτοὺς ἐσθίειν.