Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου καὶ περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Θρήνος και έλεγχος για την έκπτωση από την παρθενία

Σφοδρός οικτιρμός για την απώλεια της παρθενικής αγνότητας, την αθέτηση των πνευματικών υποσχέσεων προς τον Χριστό και την προσκόλληση στις πρόσκαιρες και απατηλές κοσμικές ηδονές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Κοινὸν τὸ παράγγελμα, μάλιστα δὲ ἐπιβάλλει τοῖς ἁγιωσύνην ἀσκοῦσιν. Οἱ γὰρ τῷ ἁγίῳ ἁγίως προσελθεῖν βουλόμενοι, ἐὰν μὲν κατορθώσωσιν ἐνταῦθα, μεγάλων καὶ λαμπρῶν στεφάνων τυγχάνουσιν· οἵτινες δὲ προθέμενοι οὐκ ἐτελείωσαν, ἐξαίσιον αὐτοῖς τὸ πτῶμα γίνεται.

Καὶ γὰρ δεινὸν ἀπὸ ὕψους πεσεῖν, καὶ μαρτυρεῖ τὰ πράγματα, ἢ ἀπὸ τοῦ χαμαὶ πεσεῖν. Πένης μὲν ἐὰν μέχρι τέλους τῇ πενίᾳ συζῇ, κουφοτέρως φέρει τὸν ὀνειδισμόν· πλουσίου δὲ εἰς πενίαν ἐληλακότος θανάτου χεῖρον τὸ θέλημα γίνεται. Οὕτως οἶμαι πικρότερον εἶναι τὸ δάκρυον καὶ τὸ πένθος θρηνωδέστερον τῆς παρθενικῆς ἀπωλείας, τοῦ τῶν καθ᾽ ἡμέραν δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένων καὶ ἁμαρτανόντων· ἐπειδὴ ἐκείνοις τέχνη τῆς εὐπορίας ἡ συνήθεια τῆς ἁμαρτίας γεγένηται λοιπόν· ἐπὶ δὲ ταῖς τὸν ναὸν τοῦ Θεοῦ φθείρασιν, πενθεῖν οἶμαι καὶ θρηνεῖν, κόπτεσθαι καὶ κατατίλλεσθαι ἄξιον, τοῦ τοιούτου καὶ τηλικούτου θησαυροῦ ἀθρόως διωρυγμένου. Τί δέ ἐστιν ἐπὶ σοὶ, ὦ παρθένε; πότε ἢ ποία ὄψις πολεμικὴ ἠπάτησέ σε; ποῖα ξίφη; ποῖα δόρατα· ποῖαι ἀσπίδες; ποῖος στρατιωτῶν θόρυβος οὕτω ταχέως τῆς ἀσφαλείας ἀποστῆναι ἠνάγκασε· σὺ ὑπῆρχες καὶ πόλις καὶ ναὸς τοῦ Χριστοῦ, καὶ τεῖχος καὶ φύλαξ τῆς πόλεως καὶ τῆς πύλης. Ἀλλ᾽ ὢ τοῦ θρήνου! πῶς συνεχώρησας τῷ ἐχθρῷ ἄνευ ἀνάγκης ἀνοῖξαι ταύτην; πῶς βραχείᾳ ὥρᾳ δελεασθεῖσα ἐκείνην προέδωκας, δι᾽ ἧς ὁ Χριστὸς ἐξελθὼν ἐσφράγισεν; Ὢ τοῦ κακοῦ πολέμου! τὸ τεῖχος διέῤῥηξας, τὸν ναόν σου τὸν ἅγιον διέφθειρας, τὰς συνθήκας τοῦ γάμου παρέβης, τὰ γράμματα ἀπήλειψας, τὴν προῖκα ἠθέτησας, τὴν τοῦ Χριστοῦ κοίτην ἐνύβρισας· ἀλλὰ μὴν καὶ τὸ ἐνέχυρον ἀπώλεσας.

Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα νόμους, ποῖαι τιμωρίαι μένουσι τὴν μοιχαλίδα; Τί δὲ σὺ ποιήσεις, ἣ οὐχὶ συνδούλου κοίτην ἐνύβρισας, ἀλλὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ζῶντος ἀεὶ, πηλῷ φθειρομένῳ καὶ δυσωδίᾳ συμπλακεῖσα; Πῶς σε πενθήσω οὐκ οἶδα· μηδενὸς γὰρ πολεμήσαντος τέτρωσαι, ἄνευ ξίφους ἀποτέτμησαι.

Τίνα σε κρίνω οὐκ οἶδα· ἄσπλαγχνον, ἢ ἀσυνείδητον, ἢ ὡς ψυχοφθόρον, ἢ ὡς αὐτοφόνον. Τοσαύτη γὰρ τῆς μανίας ἐκείνης ἡ ὄψις, οὐχ εὑρίσκουσα ἄξιον τοῦ πένθους τὸν ὄνειδον. Ἆρα οὐκ ἐμνήσθης τῶν συνθηκῶν τοῦ Χριστοῦ; οὐκ ἐμνήσθης τῆς ἁγνείας, ἐν ᾗ καθ᾽ ἡμέραν σοι ὁ Χριστὸς πρὸς τῇ πλευρᾷ καὶ τῷ μαστῷ ἀοράτως καὶ μυστικῶς σκιρτῶν καὶ ἀγαλλόμενος;

Καὶ διὰ τί δέ; Ἐπειδὴ καὶ σὺ Μαρία ὑπῆρχες ἕως οὗ τὴν παρθενείαν διεφύλαττες. Ποῖος οὖν κηρὸς πονηρίας συνέτηξέ σου τοὺς ὀφθαλμούς; ποία σκοτομήνη ἐσκότισέ σε, ὥστε τὰ μέλη τοῦ Χριστοῦ ποιῆσαι μέλη πορνείας;

Ὢ τοῦ πένθους! τὴν πορνικὴν δυσωδίαν τῆς παρθενικῆς εὐωδίας προέκρινας; τὸν τῆς ἡδονῆς βόρβορον τῷ μύρῳ κατήλλαξας; Οὐκ ἐμνήσθης τῆς κατανυκτικῆς πλήρης ὥρας ἐκείνης, ἐν ᾗ συγχαίροντες ἄγγελοι ὁμοῦ τε καὶ ἄνθρωποι εἰς τὸν νυμφῶνά σε τοῦ Χριστοῦ λαμπάδας κατέχοντες προέπεμπον, Δαυιτικὰ ᾄσματα ᾄδοντες, καὶ τὴν πτωχὴν καὶ πένητα νύμφην Χριστοῦ καὶ βασιλίδα πάντες ἐκήρυττον;

Ὢ τίς μὴ πενθήσῃ τὴν βασιλέα καταλείπουσαν, σαπρίᾳ σκωλήκων ἑαυτὴν συνάψασαν, [ἢ] καὶ μεθ᾽ οὗ ἤμελλε συζῇν καὶ συμβασιλεύειν κατεφρόνησε, καὶ τὸν ὑπὸ τοῦ βασιλέως ἐν γεέννῃ πυρὸς ἐμβάλλεσθαι μέλλοντα ἐπόθησεν; Ἵνα τί τοιοῦτον βόθρον ἑαυτῇ κατώρυξας;

Ἀλλὰ τὸ πλάτος σε τῆς ὁδοῦ ἠπάτησε. Ποῖον πλάτος, παρακαλῶ; τί σοι ἐπηγγείλατο ὁ ὁδηγὸς τῆς ἀπωλείας, ὁ πρόξενος τῆς γεέννης; ποίαν ἀπόλαυσιν βίου ὁ ἀνθρωποκτόνος; οὐκ ἤκουσας, ὦ παρθένε, τοῦ Δεσπότου λέγοντος ἐν Εὐαγγελίοις, Ἐὰν τὸν κόσμον ὅλον κερδήσῃς, τὴν δὲ ψυχήν σου ζημιωθῇς, τί ὠφέλησας; Ἀλλ᾽ ὢ τῆς τυφλότητος! ὢ τῆς ἀνοίας! ὢ τῆς σκοτώσεως! ἐννόησον, ὦ παρθένε, τὴν ἀπώλειαν· ἐννόησον τίνα μὲν προκρίνεις, τίνα δὲ ἀθετεῖς, τί δέ σοι τὸ χαριζόμενον παρὰ τοῦ ἀπατοῦντος· ῥοπὴν ἡδονῆς ἐν πηλῷ συμπεφυρμένην, καὶ σταγόνα βορβόρου ἐν παρθενικῇ γαστρὶ ὑπὸ ἁμαρτίας μιγνύμενον, καὶ γέενναν πυρὸς, καὶ σκώληκα ἀτελεύτητον ἀπάγουσα.