γʹ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῶν προοιμίων ἅπαντα εἰπεῖν ἐξέβημεν· ἐπειδὴ δὲ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τινὰ πολλοὺς τῶν οὐ προσεχόντων ἴσως ἐθορύβησε, καὶ τῶν ἀπείρως Γραφὰς ἐχόντων, φέρε δὴ, πολλῇ τῇ ῥύμῃ πρὸς ταῦτα χωρήσωμεν. Ἀνεγνώσθη μὲν γὰρ καὶ ἡ αἱμοῤῥοοῦσα, ἡ τῇ ἁφῇ τὰς πηγὰς τῶν αἱμάτων στήσασα, καὶ τῇ τῆς πίστεως δυνάμει τοσοῦτον συλήσασα θησαυρόν· καὶ γὰρ ἦν κλοπὴ τὸ γινόμενον· ἀλλὰ καὶ κλοπὴ εὐδοκιμοῦσα, καὶ ἡ συλήσασα μετὰ τὸν ἔλεγχον ἐπαινουμένη. Αὐτὸς γὰρ ὁ συληθεὶς Ἰησοῦς ἀνακηρύττει τὸ γύναιον. Ἀνεγνώσθη καὶ τὰ στίγματα Παύλου, τὰ τραύματα, τὰ δεσμωτήρια, αἱ ἀπαγωγαὶ, τὰ ναυάγια, τὰ δεσμὰ, αἱ ἁλύσεις, αἱ ἐπιβουλαὶ αἱ ποικίλαι καὶ διηνεκεῖς, οἱ θάνατοι οἱ καθημερινοὶ, ὁ λιμὸς, τὸ δίψος, ἡ γυμνότης, ἡ ἐπισύστασις ἡ καθημέραν. Ἀλλὰ τί πάθω; Ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν ὁ Παῦλος κατασχὼν, ἀπαγάγῃ τοῦ προκειμένου. Καὶ γὰρ ἴστε, πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τετραμμένον ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καταλῦσαι τὸν λόγον. Ἵν᾽ οὖν μὴ καὶ σήμερον τοῦτο πάθωμεν, καθάπερ χαλινὸν ἐκεῖσε φερομένῳ τῷ λόγῳ μετὰ πολλῆς τῆς σφοδρότητος ἐμβαλόντες, οὕτως αὐτὸν ἑλκύσωμεν, καὶ ἐπὶ τὴν προφητικὴν ἀγάγωμεν ῥῆσιν.