Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Ἠσαΐου· Ἐγὼ κύριος ὁ θεὸς ἐποίησα φῶς

Ἰωάννης ὁ Χρυσόστομος

Το ρητό του Ησαΐα και η διάκριση των μέσων πραγμάτων

Μετάβαση στην ερμηνεία του προφητικού χωρίου και συστηματική κατάταξη των πραγμάτων σε φύσει αγαθά, φύσει κακά και μέσα. Ανασκευή των εσφαλμένων αντιλήψεων για τον πλούτο και την πενία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

γʹ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῶν προοιμίων ἅπαντα εἰπεῖν ἐξέβημεν· ἐπειδὴ δὲ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τινὰ πολλοὺς τῶν οὐ προσεχόντων ἴσως ἐθορύβησε, καὶ τῶν ἀπείρως Γραφὰς ἐχόντων, φέρε δὴ, πολλῇ τῇ ῥύμῃ πρὸς ταῦτα χωρήσωμεν. Ἀνεγνώσθη μὲν γὰρ καὶ ἡ αἱμοῤῥοοῦσα, ἡ τῇ ἁφῇ τὰς πηγὰς τῶν αἱμάτων στήσασα, καὶ τῇ τῆς πίστεως δυνάμει τοσοῦτον συλήσασα θησαυρόν· καὶ γὰρ ἦν κλοπὴ τὸ γινόμενον· ἀλλὰ καὶ κλοπὴ εὐδοκιμοῦσα, καὶ ἡ συλήσασα μετὰ τὸν ἔλεγχον ἐπαινουμένη. Αὐτὸς γὰρ ὁ συληθεὶς Ἰησοῦς ἀνακηρύττει τὸ γύναιον. Ἀνεγνώσθη καὶ τὰ στίγματα Παύλου, τὰ τραύματα, τὰ δεσμωτήρια, αἱ ἀπαγωγαὶ, τὰ ναυάγια, τὰ δεσμὰ, αἱ ἁλύσεις, αἱ ἐπιβουλαὶ αἱ ποικίλαι καὶ διηνεκεῖς, οἱ θάνατοι οἱ καθημερινοὶ, ὁ λιμὸς, τὸ δίψος, ἡ γυμνότης, ἡ ἐπισύστασις ἡ καθημέραν. Ἀλλὰ τί πάθω; Ἀνάγκη φυγεῖν πολλῇ τῇ σφοδρότητι χρησάμενον, μὴ πάλιν ὁ Παῦλος κατασχὼν, ἀπαγάγῃ τοῦ προκειμένου. Καὶ γὰρ ἴστε, πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τετραμμένον ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καταλῦσαι τὸν λόγον. Ἵν᾽ οὖν μὴ καὶ σήμερον τοῦτο πάθωμεν, καθάπερ χαλινὸν ἐκεῖσε φερομένῳ τῷ λόγῳ μετὰ πολλῆς τῆς σφοδρότητος ἐμβαλόντες, οὕτως αὐτὸν ἑλκύσωμεν, καὶ ἐπὶ τὴν προφητικὴν ἀγάγωμεν ῥῆσιν.

Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἐγὼ Κύριος, φησὶν, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ὁρᾶτε ὡς οὐκ εἰκῆ οὐδὲ μάτην ἐπὶ τὸ χωρίον τοῦτο τὸν δρόμον ἐποιησάμεθα, ἀλλὰ πάντα τὰ ἄλλα παρατρέχοντες, ἐνταῦθα ἀπαντῆσαι ἐσπουδάζομεν.

Καὶ γὰρ πολὺν τῷ μὴ προσέχοντι τὸν θόρυβον ἐμποιεῖ τὸ εἰρημένον. Διανάστητε τοίνυν, καὶ συντείνατε τὴν ἀκοὴν, καὶ πᾶσαν βιωτικὴν φροντίδα ἐκβαλόντες, προσέχετε τοῖς λεγομένοις. Καὶ γὰρ βούλομαι τοῦτον νῦν ὑμῖν τῆς ἐνταῦθα παρουσίας τὸν μισθὸν ἀποδοῦναι, καὶ τῶν πνευματικῶν ἐμπλήσας ἐδεσμάτων, οὕτως ἐκπέμψαι, ὥστε καὶ τοὺς ἀπολειφθέντας ἔργῳ μαθεῖν ἡλίκην ὑπέμειναν ζημίαν· εἴσονται δὲ, εἰ μετὰ ἀκριβείας ὑποδεξάμενοι τὰ λεγόμενα, καὶ πρὸς ἐκείνους διαβιβάσαι δυνηθείητε. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιήσας φῶς καὶ σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Συνεχῶς αὐτὸ περιστρέφω, ὥστε ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν. Οὐδὲ γὰρ οὗτος μόνος τοῦτό φησιν, ἀλλὰ καὶ ἕτερος προφήτης συνῳδὰ ἀποφθεγγόμενος ἔλεγεν· Εἰ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε; Τί οὖν ἐστι τὸ εἰρημένον; Ἅπασι γὰρ δεῖ μίαν λύσιν ἐπαγαγεῖν. Τίς οὖν ἐστιν ἡ λύσις; Εἰ μάθοιμεν τῶν λέξεων τούτων τὴν δύναμιν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐ γὰρ εἰκῆ οὐδὲ μάτην συνεχῶς τοῦτο ὑμῖν παραγγέλλομεν, ἀλλ᾽ ἐπειδὴ πρὸς τὸ βάθος τῶν νοημάτων λοιπὸν χωροῦμεν. Τῶν πραγμάτων τὰ μέν ἐστι καλὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα· ὧν ἔνια πολλοῖς μὲν εἶναι δοκεῖ κακὰ, οὐκ ἔστι δὲ, ἀλλὰ λέγεται μόνον καὶ ὑποπτεύεται.

Ἀλλ᾽ ἵνα σαφέστερον ὃ λέγω ποιήσω, φέρε καὶ ἐπὶ παραδειγμάτων τὸν λόγον γυμνάσωμεν. Ἡ πενία δοκεῖ μὲν πολλοῖς εἶναι κακὸν, οὐκ ἔστι δέ· ἀλλ᾽ εἴ τις νήφει καὶ φιλοσοφεῖ, καὶ κακῶν ἀναιρετικόν. Ὁ πλοῦτος πάλιν δοκεῖ μὲν πολλοῖς εἶναι καλὸν, οὐκ ἔστι δὲ ἁπλῶς καλὸν, εἰ μή τις εἰς δέον αὐτῷ χρώμενος εἴη. Εἰ γὰρ ἁπλῶς καλὸν ἦν ὁ πλοῦτος, ἔδει καὶ τοὺς ἔχοντας αὐτὸν εἶναι καλούς· εἰ δὲ οὐ πάντες οἱ πλουτοῦντες ἐνάρετοι, ἀλλ᾽ οἱ καλῶς τῷ πλούτῳ κεχρημένοι, εὔδηλον ὅτι οὐχ ἁπλῶς αὐτὸ καθ᾽ ἑαυτὸ ὁ πλοῦτος καλὸν, ἀλλ᾽ ὕλη τίς ἐστιν ἀρετῆς ἐν τῷ μέσῳ κειμένῃ. Σκόπει δέ. Εἰσὶν ἐν τῷ σώματι ποιότητες, ἃς οἱ ἔχοντες ἀπ᾽ αὐτῶν καλοῦνται. Οἷόν τι λέγω· τὸ λευκὸν οὐκ ἔστιν οὐσία, ἀλλὰ ποιότης, καὶ συμβεβηκὸς ἐπιγινόμενον τῇ οὐσίᾳ· ἂν οὖν τινι προσγένηται τοῦτο, λευκὸν τὸν τοιοῦτον καλοῦμεν. Ἔστιν ἀῤῥωστία πάλιν καὶ αὐτὴ ποιότης τις οὖσα καὶ συμβεβηκός· κἄν τινι προσγένηται, ἄῤῥωστον τὸν τοιοῦτον καλοῦμεν.

Εἰ τοίνυν καὶ ὁ πλοῦτος ἦν ἀρετὴ, ἔδει τὸν ἔχοντα τὸν πλοῦτον ἐνάρετον εἶναι καὶ λέγεσθαι· εἰ δὲ οὐ πάντως ὁ πλούσιος ἐνάρετος, οὐκ ἀρετὴ, οὐδὲ καλὸν ὁ πλοῦτος ἁπλῶς, ἀλλὰ παρὰ τὴν γνώμην τοῦ χρωμένου τοῦτο γίνεται. Πάλιν ἡ πενία εἰ κακὸν ἦν, ἔδει τοὺς ἐν πενίᾳ ἅπαντας εἶναι κακούς· εἰ δὲ πολλοὶ τῶν ἐν πενίᾳ ὄντων τῶν οὐρανῶν ἐπελάβοντο οὐκ ἄρα ἡ πενία κακόν.

δʹ. Τί οὖν, ὅτι πολλοὶ βλασφημοῦσι διὰ τὴν πενίαν; φησίν. Οὐ διὰ τὴν πενίαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφροσύνην τε καὶ μικροψυχίαν τοῦτο ποιοῦσι. Καὶ τούτων ἀπόδειξις ὁ μακάριος Ἰὼβ, ὃς ἐν ἐσχάτῃ πενίᾳ ὢν, καὶ πρὸς αὐτὸ τῆς πενίας κατενεχθεὶς τὸ βάραθρον, οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλ᾽ εὐλογῶν τὸν Θεὸν διετέλει, λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.

Ἀλλὰ καὶ διὰ τὸν πλοῦτον πολλοὶ, φησὶν, ἁρπάζουσι καὶ πλεονεκτοῦσιν. Ἀλλ᾽ οὐ διὰ τὸν πλοῦτον, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφροσύνην· καὶ τούτου μάρτυς πάλιν ὁ αὐτὸς ἄνθρωπος οὗτος, ὃς ἐν τοσούτῳ πλούτῳ οὐ μόνον οὐχ ἥρπασε τὰ ἑτέρων, ἀλλὰ καὶ τὰ οἰκεῖα [ἐδίδου], καὶ λιμένα τοῖς ξένοις κατεσκεύαζεν, οὕτω λέγων· Ἡ οἰκία μου παντὶ ξένῳ ἐλθόντι ἠνέῳκτο. Καὶ ὁ Ἀβραὰμ πλοῦτον τοσοῦτον ἔχων, τοῖς παριοῦσι πάντα ἐδαπάνα· καὶ οὔτε τοῦτον, οὔτε ἐκεῖνον πλεονέκτην ὁ πλοῦτος ἐποίησεν, ὥσπερ οὐδὲ βλάσφημον οὔτε ἐκεῖνον, οὔτε τὸν Λάζαρον ἡ πενία· ἀλλ᾽ οὕτω διέλαμψαν ἑκάτεροι, μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, ὡς τὸν μὲν παρὰ τοῦ Θεοῦ δέξασθαι τὴν μαρτυρίαν, τοῦ τὰ ἀπόῤῥητα σαφῶς εἰδότος· τὸν δὲ ὑπὸ τῶν ἀγγέλων προηγουμένων οὕτως ἐντεῦθεν ἀπενεχθῆναι, καὶ ὁμόσκηνον τῷ πατριάρχῃ γενέσθαι, καὶ τῶν ἀγαθῶν ἀπολαύειν, ὧν ἐκεῖνος.

Ἄρα τῶν μέσων ταῦτά ἐστι, πενία καὶ πλοῦτος, ὑγίεια καὶ νόσος, καὶ ζωὴ καὶ θάνατος, δόξα καὶ τιμὴ, δουλεία καὶ ἐλευθερία, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ δεῖ πάντα ἐπιέναι, ὥστε μὴ μηκύνειν τὸν λόγον, ἀλλὰ ἐν τούτοις παρέχοντα ὑμῖν ἀφορμὰς, ἐπὶ τὰ κατεπείγοντα βαδίζειν. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἄρα τῶν μέσων ταῦτά ἐστι πάντα, ὡς τούτοις καὶ εἰς καλὸν, καὶ εἰς κακὸν, οἱ χρώμενοι δύναιντ᾽ ἄν. Ὅτι γὰρ τῶν μέσων ἐστὶ ταῦτα, ὧν ὁ πλοῦτος, ἔδειξεν ὁ Ἀβραὰμ, εἰς δέον αὐτῷ χρησάμενος. Ἔδειξε δὲ καὶ ἐπὶ τοῦ Λαζάρου ὁ πλούσιος, ἐπὶ ἀπωλείᾳ τῆς ἑαυτοῦ κεφαλῆς τὰ ὄντα δαπανήσας. Οὔτε οὖν καλὸν ἁπλῶς ὁ πλοῦτος, οὔτε κακόν. Εἰ καλὸν ἦν ἁπλῶς, ἀλλ᾽ οὐχὶ μέσον, οὐκ ἂν ὁ ἐπὶ τοῦ Λαζάρου πλούσιος τοιαῦτα ἐκολάζετο· εἰ κακὸν ἦν, οὐκ ἂν Ἀβραὰμ οὕτως εὐδοκίμησε πλούσιος ὤν. Τοιοῦτόν τι καὶ ἡ νόσος ἐστίν. Εἰ γὰρ κακὸν ἦν ἡ νόσος, ἔδει καὶ τοῦτον κακὸν εἶναι τὸν ἔχοντα.

Ἄρα καὶ Τιμόθεος ἔμελλεν εἶναι κατὰ τοῦτο κακὸς, ἐσχάτῃ νόσῳ παλαίων. Οἴνῳ γὰρ ὀλίγῳ χρῶ, φησὶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ οὐ μόνον κακὸς οὐκ ἦν ἐντεῦθεν, ἀλλὰ καὶ πολλοῦ μισθοῦ προσθήκην ἐλάμβανε, γενναίως τὴν ἀῤῥωστίαν ἐνέγκας, εὔδηλον ὅτι οὐ κακὸν ἡ νόσος.

Καὶ ἕτερος δὲ προφήτης τοὺς ὀφθαλμοὺς νοσῶν διετέλει· ἀλλ᾽ οὐ κατὰ τοῦτο κακὸς, ἀλλὰ καὶ προεφήτευε, καὶ τὰ μέλλοντα προεώρα, καὶ οὐδὲν ἡ νόσος εἰς τὴν ἀρετὴν ἐγένετο κώλυμα. Ἀλλ᾽ οὐδὲ ἡ ὑγίεια ἁπλῶς καλὸν, ἂν μή τις εἰς δέον κεχρημένος αὐτῇ εἴη, ἀλλ᾽ εἰς ἐργασίαν πονηρὰν, ἢ εἰς ἀργίαν ἀνόητον· οὐδὲ γὰρ τοῦτο ἀνεύθυνον. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἀλλὰ ταῦτα τῶν μέσων ἐστὶ, παρὰ τοὺς χρωμένους ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γινόμενα. Καὶ τί δεῖ λέγειν ὑγίειαν, καὶ νόσον, καὶ πλοῦτον, καὶ πενίαν; Αὐτὸ γὰρ τοῦτο, ὃ δοκεῖ τοῖς πολλοῖς εἶναι τῶν ἀγαθῶν κεφάλαιον, καὶ τῶν κακῶν ὁ κολοφὼν, ὁ θάνατος, λέγω, καὶ ἡ ζωὴ, οὐδὲ ταῦτα ἁπλῶς ἔσται, ἀλλὰ καὶ ταῦτα τῶν μέσων, παρὰ τὴν γνώμην τῶν χρωμένων ἑκάτερα ταῦτα γινόμενα. Οἷόν τι λέγω· τὸ ζῇν καλὸν, ὅταν εἰς δέον χρώμενος αὐτῷ τις εἴη· ὅταν δὲ εἰς ἁμαρτήματα καὶ παρανομίας, οὐκέτι ἂν εἴη καλὸν, ἀλλὰ βέλτιον τὸν τοιοῦτον τελευτῆσαι. Πάλιν ὃ πολλοῖς φευκτὸν εἶναι δοκεῖ, μυρίων ἀγαθῶν γένοιτ᾽ ἂν αἴτιον, ὅταν αἰτίαν ἔχῃ τὴν προσήκουσαν. Καὶ δηλοῦσιν οἱ μάρτυρες, οἳ πάντων εἰσὶ διὰ τὴν τελευτὴν μακαριώτεροι.

Διὰ δὴ τοῦτο ὁ Παῦλος οὐχ ἁπλῶς ἐπεθύμει ζῇν ἐν Χριστῷ, ἀλλ᾽ ἐπειδὴ τοῦτο αὐτῷ καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι γὰρ, φησὶν, οὐ γνωρίζω· συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. Διὰ δὴ τοῦτο καὶ ὁ Προφήτης, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· οὐχ ἁπλῶς ὁ θάνατος, ἀλλ᾽ ὁ τοιόσδε θάνατος.

Καὶ πάλιν ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων, οὐχ ἁπλῶς καλὸν, οὐδὲ ἁπλῶς κακὸν, ἀλλ᾽ ἀπὸ τῆς γνώμης τῶν ὑποδεχομένων αὐτό; Διὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος Σολομὼν, τὸ μέσον τούτων τὸ χρήσιμον καταλέγων, καὶ φιλοσοφῶν ὑπὲρ αὐτῶν, καὶ δεικνὺς ὅτι οὐχ ἁπλῶς τοῦτο καλὸν, κἀκεῖνο κακὸν, ἀλλὰ μετὰ καιροῦ τοῦ προσήκοντος γίνεται καλὰ, κἂν φορτικὰ εἶναι δοκῇ, ὅταν τὸν καιρὸν μὴ ἔχῃ τὸν προσήκοντα, Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι, ἔλεγε, καιρὸς τοῦ ζῆσαι, καὶ καιρὸς τοῦ ἀποθανεῖν. Οὐδὲ γὰρ πανταχοῦ τὸ χαίρειν καλὸν, ἀλλ᾽ ἔστιν ὅπου καὶ βλαβερόν· οὖτε πανταχοῦ τὸ ἀλγεῖν καλὸν, ἀλλ᾽ ἔστιν ὅπου καὶ θανάσιμον καὶ ὀλέθριον. Καὶ τοῦτο αὐτὸ πάλιν δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.

εʹ. Ὁρᾷς καὶ τοῦτο τῶν μέσων ὄν; Οὐκοῦν καὶ τὸ ἐναντίον αὐτοῦ τῶν μέσων, τὸ χαίρειν λέγω. Διόπερ οὐχ ἁπλῶς χαίρειν ἐκέλευσεν, ἀλλὰ χαίρειν ἐν Κυρίῳ. Ἀλλ᾽ ὁ μὲν τῶν μέσων λόγος ἱκανῶς ἡμῖν διευκρίνηται, εἴγε ἀκροατὰς ἔχει προσέχοντας· ἰτέον δὲ λοιπὸν ἐπὶ τὰ μὴ μέσα, ἀλλὰ ἐπὶ τὰ καλὰ, ἃ οὐκ ἂν γένοιτο κακὰ, καὶ ἐπὶ τὰ κακὰ, ἃ οὐκ ἂν γένοιτο καλά. Ταῦτα μὲν γὰρ τὰ εἰρημένα ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γίνεται· οἷον ὁ πλοῦτος ποτὲ μὲν κακὸν, ὅταν εἰς πλεονεξίαν δαπανᾶται, ποτὲ δὲ καλὸν, ὅταν εἰς ἐλεημοσύνην ἀναλίσκηται· καὶ τὰ ἄλλα τοιαῦτα κατὰ τὸν κανόνα τοῦτον. Ἔστι δέ τινα, ἃ οὐκ ἄν ποτε γένοιτο κακά· τὰ δὲ, ἐναντία τούτοις, ἀεὶ κακὰ, καὶ οὐκ ἄν ποτε γένοιτο καλά· οἷον ἀσέβεια, βλασφημία, ἀσέλγεια, ὠμότης, ἀπανθρωπία, γαστριμαργία, καὶ ὅσα τοιαῦτα.

Οὐ λέγω ὅτι ἄνθρωπος κακὸς οὐκ ἄν ποτε γένοιτο καλὸς, οὔτε καλὸς οὐκ ἄν ποτε γένοιτο κακός· ἀλλ᾽ ὅτι αὐτὰ τὰ πράγματα οὐκ ἄν ποτε γένοιτο. Ταῦτα μὲν γὰρ εἴη ἐπὶ τῆς οἰκείας τάξεως, τά τε καλὰ, καὶ τὰ κακά· ὁ δὲ ἄνθρωπος, ὅταν μὲν ἐκεῖνα ἕληται, καλὸς, ὅταν δὲ ἐναντία, κακός. Οὐκοῦν τρεῖς αὗται μοῖραι· τὰ μὲν γὰρ καλὰ οὐκ ἂν γένοιτο κακὰ, οἷον σωφροσύνη, ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα· τὰ δὲ κακὰ οὐκ ἄν ποτε γένοιτο καλὰ, οἷον ἀσέλγεια, ἀπανθρωπία, ὠμότης· τὰ δὲ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο γινόμενα, παρὰ τὴν γνώμην τῶν χρωμένων.