Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων εὐχείρωτοι περὶ κακηγορίας εἰσὶ, καὶ τὰς γλώττας κατὰ τῶν τῆς Ἐκκλησίας προεστώτων ἠκονήκασι, βουλόμενος ἐξαρπάσαι τὸν ἄρχοντα τῶν ἐγκλημάτων, τούτους τίθησι τοὺς νόμους, καί φησι· Σὺ παραιτοῦ, καὶ σὺ μὴ κατάλεγε. Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ᾽ ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω· σὺ μέντοι μὴ καταδέξῃ μηδέπω, ἵνα μὴ λέγωσιν ὅτι Νεωτέραν οὖσαν, γήμασθαι βουλομένην, οἰκίας προστῆναι, ὁ δεῖνα κατηνάγκασε· διὰ τοῦτο ἔπεσε, καὶ ὑπεσκελίσθη. Σὺ μὴ καταλέξῃς αὐτὴν, ἵνα, κἂν πέσῃ, τῶν ἐγκλημάτων ᾖς ἀπηλλαγμένος· κἂν μὴ πέσῃ, μετὰ πλείονος ἀσφαλείας τῷ προσήκοντι καιρῷ καταλέξῃς. Εἰ δὲ λέγει, Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, ἄκουσον ποίας φησὶ νεωτέρας, τὰς μετὰ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ βουλομένας γαμεῖν, τὰς φλυάρους, τὰς περιέργους, τὰς περιερχομένας τὰς οἰκίας, τὰς λαλούσας τὰ μὴ δέοντα, τὰς ἐκτραπείσας ὀπίσω τοῦ Σατανᾶ. Οὐ γὰρ εἰπὼν ἁπλῶς, Βούλομαι νεωτέρας γαμεῖν, ἐσίγησεν, ἀλλὰ λέγει καὶ ποίας νεωτέρας, καὶ τὰ πτώματα αὐτῶν ἔπεισι.