Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις ἐπιεικὴς τὰ ἄλλα καὶ μέτριος, Ἠλεῖ τῷ ὀνόματι. Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλακότας· οὐ κατεῖχε δὲ, οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ σφοδρότητος. Δέον γὰρ μαστιγῶσαι, τῆς πατρῴας ἐκβαλεῖν οἰκίας, πάντα ἐπιδείξασθαι διορθώσεως τρόπον, παρῄνει καὶ συνεβούλευε μόνον, οὕτω λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Τί λέγεις; τὸν Δεσπότην ὕβρισαν, καὶ τέκνα καλεῖς; ἠγνόησαν τὸν πεποιηκότα, καὶ σὺ ἐπιγινώσκεις αὐτῶν τὴν συγγένειαν; Διὰ τοῦτό φησιν, ὅτι οὐκ ἐνουθέτει αὐτούς· νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ᾽ ἐὰν σφοδρότερον καὶ τομώτερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρῄνει μὲν, οὐ παρῄνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐτὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν;