Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Χήρα καταλεγέσθω

Ἰωάννης ὁ Χρυσόστομος

Οι ευλογίες της φιλοξενίας και η υπεροχή της προσωπικής προσφοράς

Η πνευματική ειρήνη που κομίζουν οι άγιοι στις οικίες και η ενθάρρυνση για αυτοπρόσωπη συμμετοχή στη φροντίδα των ενδεών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ἂν δὲ προσδράμῃς, ἐννόησον τίνα μιμῇ. Τὸν Δεσπότην τὸν σὸν, καὶ τὸ τοῦ Χριστοῦ ποιεῖς ἔργον. Ποία τοίνυν αἰσχύνη, ἢ ποῖον ὄνειδος τῷ Δεσπότῃ κοινωνεῖν, εἰπέ μοι; Αἰσχύνη μὲν οὖν τὸ ταῦτα ἐπαισχύνεσθαι, καὶ νομίζειν ὄνειδος εἶναι, ὅπερ ἐποίησεν ὁ Χριστός· μεγάλα δύνανται πόδες ἁγίων εἰς οἰκίαν εἰσιόντες· αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυρὸν μυρίων εἰσάγουσιν ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι, πολλὴν εἰσάγουσι τὴν εὐπορίαν. Οὕτω καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰσελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδείξαντο τρόπον. Ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίησε, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγίνετο τότε· ἔσπειρεν εἰς τὸ τοῦ δικαίου στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθονίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέριζεν ἄλευρον· οὐκ ἐδεήθη βοῶν, καὶ ζεύγους, καὶ ἀρότρου, καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρεπάνης, οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων διακρινόντων ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης τριβούσης· ἀλλὰ ἐν μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάντων τὸ τέλος εὗρεν ἐπὶ τῆς ὑδρίας· καὶ δύο πηγὰς, τὴν μὲν ἀλεύρου, τὴν δὲ ἐλαίου διηνεκῶς ἀνῆκεν ἡ τοῦ προφήτου φωνή.

ιδʹ. Τοιαῦτα τῶν ἁγίων τὰ δῶρα, καὶ δαψίλειαν καὶ εὐκολίαν ἔχει πολλήν. Τὰ μὲν γὰρ ἀπὸ τῆς γῆς δρεπόμενα δαπανᾶται, ἐκεῖναι δὲ αἱ πηγαὶ ἀντλούμεναι καθημέραν οὐκ ἐκενώθησαν, ἀλλ᾽ ἦν ἰσοστάσιος πρὸς τὴν ἐκκένωσιν τῆς ἐπιῤῥοῆς ἡ μάχη. Τοιαῦτα χαρίζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων· καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ᾽ ὥσπερ τιμώμενοι τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμενοι μεγάλην ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον.

Πόθεν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Εἰς ἣν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιός ἐστιν ἐν αὐτῇ, κἀκεῖ μείνατε, καὶ εἰσερχόμενοι λέγετε· Εἰρήνη τῇ οἰκίᾳ ταύτῃ. Ἵνα γὰρ μὴ λέγῃς, Δαπανῶ τὰ χρήματα, ἀναλίσκω τὴν οὐσίαν, τράπεζαν παρατιθεῖσα τοῖς ξένοις, αὐτὸν πρότερον τὸν εἰσιόντα παρασκευάζει σοι κομίσαι ξένια καὶ δῶρα πᾶσαν ὑπερβαίνοντα περιουσίαν. Ποῖα δὴ ταῦτα; Τῆς εἰρήνης τὴν χορηγίαν.

Ταύτης γὰρ ἴσον οὐδέν. Ὁρᾷς μεθ᾽ ὅσης εὐπορίας ὁ ἅγιος εἰσέρχεται εἰς τὴν οἰκίαν; Τὸ ῥῆμα τοῦτο ψιλὸν μέν ἐστι, μυρίων δὲ ἀγαθῶν ὑπόθεσις. Τί γὰρ ἀσφαλέστερον οἰκίας γένοιτ᾽ ἂν εἰρήνης ἀπολαυούσης; Εἰρήνην δὲ ἐπεύχονται οἱ ἅγιοι τοῖς ὑποδεχομένοις, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ τὴν πρὸς ἡμᾶς αὐτούς. Πολλάκις γοῦν πόλεμον ἐν τοῖς λογισμοῖς ἔχομεν, καὶ μηδενὸς ἐνοχλοῦντος ταραττόμεθα, καὶ ἐπιθυμίαι πονηραὶ συνεχῶς ἡμῖν ἐπανίστανται. Καὶ ταύτην οὖν καταστέλλει τὴν μάχην ἐκεῖνο τῶν ἁγίων τὸ ῥῆμα, καὶ πολλὴν ἔνδον ποιεῖ γαλήνην. Ὁμοῦ τε γὰρ ἐκεῖνος ἐφθέγξατο, καὶ πᾶσα ἐνθύμησις διαβολικὴ καὶ λογισμὸς ἄτοπος ἐδραπέτευσεν ἐκ τῆς ἡμετέρας ψυχῆς· ὥστε μείζονα λαμβάνεις ἢ δίδως. Κἂν μὲν δέξωνται, φησὶν, ὑμᾶς, ἐλθέτω ἡ εἰρήνη ἐπ᾽ αὐτούς· ἐὰν δὲ μὴ δέξωνται, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν, λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῇ πόλει ἐκείνῃ. Ὁρᾷς ὅτι ἀτιμαζόμενοι πόδες ἁγίων πόσον ἐπάγουσι πῦρ; Διὰ τοῦτο κελεύει νίπτειν αὐτοὺς, ἵνα θεραπευόμενοι πολλὴν ἡμῖν προξενήσωσι παρὰ τῷ Θεῷ τὴν παῤῥησίαν· ὁμοῦ δὲ καὶ ἐκεῖνο διὰ ταύτης ἡμᾶς παιδεύει τῆς παραινέσεως, τὰ τῆς φιλοξενίας ἔργα δι᾽ ἑαυτῶν ἅπαντα ἐπιτελεῖν.

Μίμησαι τὸν Ἀβραὰμ, γενοῦ θυγάτηρ ἐκείνου, ὃς τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων οἰκογενεῖς, αὐτὸς μετὰ τῆς γυναικὸς διενείματο τῆς φιλοξενίας τὸν καρπόν· καὶ ὁ μὲν δάμαλιν ἔφερεν, ἡ δὲ ἐφύρασεν ἄλευρον. Τούτους καὶ σὺ ζήλωσον· οὐ γὰρ τὸ δοῦναι χρήματα μόνον, ἀλλὰ καὶ τὸ διακονῆσαι τοῖς δεομένοις πολὺν ἔχει τὸν μισθόν. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι τοὺς ἑπτὰ ἐκείνους τοὺς περὶ Στέφανον ἐπέστησαν τῇ τοιαύτῃ διακονίᾳ. Καίτοι γε οὐδὲν οἴκοθεν ἐκεῖνοι παρεῖχον τοῖς πένησιν, ἀλλὰ τὰ παρ᾽ ἑτέρων διδόμενα ᾠκονόμουν καλῶς· ἀλλ᾽ ὅμως μέγαν ἀπηνέγκαντο τὸν μισθὸν, ὅτι τὰ παρ᾽ ἑτέρων διδόμενα καλῶς καὶ μετὰ ἀκριβείας ᾠκονόμουν ἁπάσης.

ιεʹ. Γενοῦ τοίνυν καὶ σὺ τῶν σαυτοῦ καλὸς οἰκονόμος, ἵνα διπλοῦν λάβῃς τὸν καρπὸν, καὶ τοῦ δοῦναι, καὶ τοῦ καλῶς οἰκονομῆσαι. Μὴ ἐπαισχυνθῇς διὰ τῆς σαυτοῦ χειρὸς θεραπεῦσαι τὸν πένητα. Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ; Καὶ πῶς τοῦτο οὐκ ἐσχάτης ἀνοίας; Ἓν μόνον ἐστὶν αἰσχύνη, πονηρία καὶ ὠμότης καὶ ἀπανθρωπία· φιλοφροσύνη δὲ καὶ ἐλεημοσύνη καὶ φιλανθρωπία καὶ τὸ διακονεῖσθαι τοῖς δεομένοις λαμπροτέρους ἡμᾶς ἐργάζεται. Ὅσον γὰρ ἂν ᾖς πλουσία καὶ εὔπορος, τοσοῦτον ἐπαινέσονταί σε πάντες, ὅταν πρὸς τοὺς πτωχοὺς καὶ εὐτελεῖς καταβαίνῃς, οὐκ ἄνθρωποι δὲ μόνον, ἀλλὰ καὶ ἄγγελοι, καὶ ὁ τῶν ἀγγέλων Δεσπότης· οὐκ ἐπαινέσεται δὲ μόνον, ἀλλὰ καὶ ἀμείψεται διπλαῖς δωρεαῖς. Οὐ γὰρ τῆς ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ τῆς ταπεινοφροσύνης πολλούς σοι παρασκευάσει τοὺς μισθούς. Μὴ τοίνυν ἐπαισχυνώμεθα ταῖς τῶν πενήτων θεραπείαις, μηδὲ παραιτώμεθα νίπτειν τῶν ξένων τοὺς πόδας· ἁγιάζονται γὰρ ἡμῶν αἱ χεῖρες διὰ τῆς τοιαύτης διακονίας· κἂν εἰς εὐχὴν αὐτὰς ἀνατείνῃς ἀπὸ τῆς θεραπείας ἐκείνης, ὁρῶν αὐτὰς ὁ Θεὸς δυσωπεῖται μᾶλλον, καὶ τὴν αἴτησιν δίδωσι.

Τὸ μὲν γὰρ χρήματα δοῦναι, πολλῶν ἂν εἴη· τὸ δὲ δι᾽ ἑαυτῶν θεραπεῦσαι τοὺς δεομένους καὶ μετὰ προθυμίας τοῦτο ποιῆσαι καὶ ἀγάπης καὶ φιλαδελφίας, πολλῆς καὶ μεγάλης δεῖται ψυχῆς καὶ φιλοσόφου.

Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα πάντων ὁ Παῦλος ἐπιζητεῖ, τοῖς ἐν θλίψει καὶ πενίᾳ καὶ περιστάσεσιν οὕτω κελεύων συναλγεῖν, ὡς ἐν τοῖς αὐτοῖς ὄντας δεινοῖς. Τοῖς γὰρ δεσμίοις, φησὶν, ὡς συνδεδεμένοι. Διόπερ οὐδὲ ἐνταῦθα τὸν λόγον ἔστησε μόνον, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν· Εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τί ἐστιν· Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν;