Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Συνήγαγον οἱ Ἰουδαῖοι»

Ἰωάννης ὁ Χρυσόστομος

Οι συνέπειες του φθόνου και βιβλικά παραδείγματα

Θεολογική προσέγγιση του πάθους του φθόνου ως δαιμονικού έργου και βασικής αιτίας της σταύρωσης. Παράθεση σχετικών παραδειγμάτων από την Παλαιά Διαθήκη και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἀλλ᾽ ἔλεγον, Τί ποιήσωμεν; οὐκ ἐν τῷ μετανοεῖν, ἀλλ᾽ ἐν τῷ κακοπραγεῖν. Ἡ χώρα αὐτῶν τοὺς νεκροὺς ζῶντας, καθάπερ στάχυας λευχείμονας καὶ πεπείρους, ἀπόνως ἐβλάστησε, κἀκεῖνοι ἐστέναζον. Μὴ ἃ ἐσπείρατε, Ἰουδαῖοι, οὐκ ἐθερίσατε; μὴ γάρ τις ὑμῶν ὑποδεξάμενος τὸν Κύριον ἐβαρύνθη; τί ζημιωθέντες ἐβαρύνθητε; τί ἠδικήθητε παρὰ τοῦ Θεοῦ; τί τοὺς νεκροὺς ζωῆς κωλύετε ὑπὸ φθόνου ἐλαυνόμενοι; τί τοὺς ἀεννάους ὀχετοὺς τῆς μελιῤῥύτου πηγῆς διαλῦσαι βούλεσθε, ἣν οἱ πιόντες μὴ διψῶσι; τί τοὺς ἀῤῥώστους ὑμῶν ἀποκτείνετε, τὸν ἰατρὸν αὐτῶν ἀναλίσκειν βουλόμενοι; Ἀλλὰ τούτων πάντων αἴτιος ὁ κάκιστος φθόνος. Ὦ φθόνε, φόνου γεννήτωρ, διαβόλου εὕρημα, θανάτου ἀρχηγέ· ὦ φθόνε, ὁ μήτε τοὺς ὑπὸ σοῦ βασκαινομένους ζῇν ἐθέλων, καὶ τοὺς ἔχοντάς σε μειζόνως κολάζων· ὦ φθόνε, διαβόλου σύνοικε· ὦ φθόνε, φιλίας ἐχθρὲ, εἰρήνης ἀντίπαλε, ἀγάπης ἀντίδικε, διαβόλου βλάστημα, σκοτεινόχροον ἄνθος· οἵ σε νεμόμενοι, χριστοκτονίαν ἐργάζονται· σὺ δὲ τὸν Ἀδὰμ ἐν παραδείσῳ ἐξ ἀρχῆς ἐβάσκανας, καὶ γλυκείας ἡδονῆς ἀπογευσάμενον πικροτάτῳ θανάτῳ παρέδωκας· θάνατος γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ, εἰ μὴ σὺ αὐτὸν, φθόνε, ἐκύησας. Καὶ μαρτυρεῖ μοι τὸ θεῖον λόγιον, λέγον· Οὐκ ἐποίησεν ὁ Θεὸς θάνατον, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων. Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε.

Σὺ καὶ τὸν Κάϊν τῆς φιλαδελφίας τὴν λευχείμονα στολὴν ἀπέδυσας, καὶ τῆς δολοφονίας τὴν μάχαιραν ὥπλισας, καὶ τοῦτον φονεύειν ἐδίδαξας, καὶ εὐθὺς τὸν ἄθλιον τρέμειν ἐδίδαξας.

Σὺ τῷ Φαραὼ ἐνοικήσας, τὰ ἀρτιγενῆ βρέφη τῶν Ἑβραίων δίκην χλόης ἀπεμάρανας. Σὺ, ὦ φθόνε, εὐεργετούμενος, πλείω κατὰ τῶν εὐεργετούντων κινῆσαι· ὥσπερ ὁ Σαοὺλ ὑπὸ τοῦ Δαυῒδ βοηθούμενος, καὶ ὑπὸ σοῦ ἐνεργούμενος, μειζόνως πρὸς τὸν φόνον ὡπλίζετο.

Σὲ ἐσχηκότες οἱ υἱοὶ τοῦ Ἰακὼβ, τὸν περικαλλῆ καὶ λαμπρὸν Ἰωσὴφ εἰς τὴν σκοτοδινιῶσαν Αἴγυπτον ἔπεμπον, καὶ τὸν ἐλεύθερον ὡς δοῦλον ἐπίπρασκον· καὶ οὔτε τὰ ἐνύπνια αὐτοὺς ἐφόβησε· θεῖον γὰρ ὅραμα ἐμήνυσε Χριστοῦ εἰκόνα αὐτὸν ὑπάρχειν· ὑπὸ γὰρ ἕνδεκα ἀστέρων ἐν ὁράμασι προσεκυνεῖτο· ἐπειδὴ καὶ ὁ προδότης Ἰούδας τῷ φθόνῳ κινούμενος, ἀπήγξατο. Ἡμεῖς δὲ φυγόντες τὸν τοῦ θανάτου γεννήτορα φθόνον, ἀναστάντες τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ δοξάσωμεν· ὅτι αὐτῷ πρέπει τὸ κράτος, ἡ τιμὴ, καὶ ἡ δόξα, καὶ ἡ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.