Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Ο ζήλος του Θωμά και η εμφάνιση του αναστημένου Χριστού στους μαθητές

Εγκωμιασμός της αυταπάρνησης του αποστόλου απέναντι στο σταυρικό πάθος και περιγραφή της εμφάνισης του Κυρίου στο υπερώο, με την επισήμανση της απουσίας του Θωμά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 6

Ταῦτα Θωμᾶς ὁρῶν ὡς ἐπὶ πλούτου τὴν εὐφροσύνην ἐπέτεινε· τούτοις σκιρτῶν ὡς ἐπὶ χορείας ὁ εὔνους ἠγάλλετο ὡς αὐτὸς ἐν τοῖς ὑπευθύνοις ἰώμενος. Ἑώρα τυφλὸν ὀμματούμενον καὶ ἐχόρευεν, ἑώρα χωλὸν τρέχοντα καὶ ἑόρταζεν, ὡς πιστὸς προσῆγε τοὺς κάμνοντας. Εἶδεν τελώνην, ἐπαίδευεν· εἶδεν πόρνην καὶ πρὸς ἰατρείαν προέτρεπεν. «Μὴ μόνον, φησίν, ἀσυντελὴς γένωμαι τῷ δεσπότῃ. Πᾶσα κτίσις ὡς πλάστῃ τὰ παρ’ ἑαυτῆς προσάγει πρὸς εὔνοιαν· οὐρανὸς ἀστέρα προφέρει, γῆ μάγους προΐσχεται, θάλαττα τὸν στατῆρα, κτήνη τὸν πῶλον. Ἐγὼ ποθεινὸν αὐτῷ προσεπινοήσω μοι ξένιον· τοὺς ἁμαρτωλοὺς καλέσω πρὸς ἴασιν, ὡς πρὸς ζωὴν τοὺς νενεκρωμένους συνάξω, δι’ οὓς ἦλθεν πρὸς ἰατρείαν προσάξω.» Ἤιδει λιμένα τῶν ἐν πλημμελείαις τὸν Κύριον, ᾔδει συμπαθείας θησαυρὸν τὸν ἥμερον.

Οὐ γένος αὐτῷ πρὸς τὴν τοῦ σωτῆρος ἀγάπην λελόγιστο, οὐ πόλις αὐτῷ τῆς μαθητείας προκέκριτο, οὐ πλοῦτος αὐτῷ τῆς ἀκολουθήσεως προτετίμητο. Ἤκουσεν· Μὴ κτήσησθε χρυσὸν μήτε ἄργυρον, καὶ γνώμῃ τὴν πτωχείαν προήρπαζεν. Ἤκουσεν· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε, καὶ τῆς σωτηρίας ἄμισθον προετίθει τὸ κήρυγμα. Ἤκουσεν· Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, καὶ τῷ πόθῳ προεπήδα τῆς κλήσεως. Ἤκουσεν· Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἑαυτὸν τοῖς οὖσιν πρὸς τὴν τῶν δεομένων συνεπίπρασκεν χρείαν. Ἤκουσεν·

Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, καὶ ὡς ζωὴν ἐμελέτα τὸν θάνατον. Οὐ σταυρὸς αὐτὸν τῆς μαθητείας ἀπέστησεν, οὐχ ἧλοι τὴν εὐσέβειαν ἐσάλευσαν, οὐκ Ἰουδαῖος συκοφαντῶν, οὐ Καιαφᾶς κατηγορῶν, οὐ Πιλᾶτος μαστίζων, οὐ στρατιῶται χλευάζοντες, οὐκ οἰκέτης ῥαπίζων. Εἶχεν γὰρ τοῖς τοῦ σταυρουμένου ῥήμασιν τὸ ἐνέχυρον· ἡ τῶν παθῶν πεῖρα τῆς ἀναστάσεως ἀνεζωγράφει τὴν ἔκβασιν. «Μία, φησίν, ἐφ’ ἑκατέρῳ τῶν πραγμάτων ἐξενήνεκται ψῆφος. Αὐτὸς προλαβὼν ὁ κρινόμενος ἀπεφήνατο, αὐτὸς εἶπεν· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου τοῖς ἔθνεσιν καὶ μαστιγώσουσιν αὐτὸν καὶ θανατώσουσιν καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» Ἔδει προχωρῆσαι πρὸς πίστιν τὰ σκυθρωπότερα, ἔδει προλαβεῖν πρὸς πεῖραν τὰ λυπηρότερα καὶ τότε τῶν φαιδρῶν ἐπενεχθῆναι τὴν μέθεξιν. Οὐχ ὡς ἐπὶ στυγνοῖς ἐδυσφόρει τοῖς χείροσιν, ἀλλ’ ὡς ἐπ’ ἀληθέσιν τοῖς ὁρωμένοις ἑόρταζεν. Τοῖς πρώτοις κατενόει τὰ δεύτερα· γέγονεν ὅπερ ἤκουσεν, ἧκεν ὅπερ ἐπίστευσεν. Ὁ σταυρὸς προεχώρησεν, ὁ σταυρώσας ἐλήλεκτο, ὁ σταυρωθεὶς δεδόξαστο. Τῶν ὁρωμένων ἡ μαρτυρία συνέτρεχεν· τοῦ ναοῦ διήρητο τὸ καταπέτασμα, ἡ χάρις ἐξέφυγεν, γῆ κάτωθεν ἐσαλεύετο, ἥλιος ἄνωθεν μικροῦ κατεσβέννυτο.

Τοῖς ἀσθενέσιν συνῆλθεν τὰ ἰσχυρά, τῷ[ν] ἀνθρωπίνῳ τὸ θεῖον τοῦ σωτῆρος προσμεμαρτύρητο· ἐσκυλεύθη ὁ ᾅδης, ἐσαλεύθη ἡ κτίσις, διηνοίγη τὰ μνήματα, ὁ νεκρός, ὡς εἶπεν, ἐξέδραμεν. Ἡ σφραγὶς ἐπὶ θύρας, οἱ φρουροῦντες ἐν δέει, ὁ φρο<υ>ρούμενος ἐπ’ ἀδείας ὡς ἐξ οἴκου πρὸς οἶκον μεταπηδῶν, ἐκ τάφων πρὸς ὑπερῷον μεταχωρῶν, τοὺς μαθητὰς ὡς κατεπτηχότας ἐλέγχων, τῶν θυρῶν οὐκ ἀναμένων τὴν ἄνοιξιν, τῇ πρὸς αὐτοὺς εἰσόδῳ τοῦ τάφου γνωρίζων τὴν ἔξοδον, ῥήμασιν τοὺς πεπτωκότας ἐγείρων. «Εἰρήνη ὑμῖν. Μέχρι τίνος δειλιῶντες οὐ παύεσθε; Τί ἐν γαλήνῃ ταράττεσθε; Τί μετὰ νίκην δεδοίκατε; Τί μετὰ τρόπαια κατέπτηχθε;

Πέπαυται θάνατος, ἡ λύπη κατήργηται, τὰ πάθη κατέσβεσται, ὁ Ἰουδαῖος ἐλήλεκται, ἡ ἀλήθεια καταπέφανται. Ἅπερ εἶπον ἐπλήρωσα, τῶν τάφων τὸ σῶμά μου διανέστησα. Μηκέτι λοιπὸν ἀποροῦντες διάκεισθε, τῶν ἐμῶν παθῶν τὴν πρόσοδον ὑποδέξασθε. Ἀντὶ πληγῶν λάβετε τὴν ἀσφάλειαν, ἀντὶ χολῆς τὴν χορείαν προσδέξασθε, ἀντ’ ἀκανθῶν τὴν εὐφροσύνην κομίσασθε, ἀντὶ σταυροῦ βασιλείαν, ἀντὶ τραυμάτων ἀθανασίαν, ἀντὶ λόγχης τὴν κολυμβήθραν, ἀντὶ θανάτου ζωήν, ἀντὶ τάφου τὸν οὐρανόν.

Οὐδὲν ὑμῖν τῶν ἐμῶν πρὸς ζωὴν ἀπροσόδευτον. Μηδεὶς ὡς αἰχμάλωτος διακείσθω, μηδεὶς ὡς πένης καταλυέσθω, μηδεὶς ὡς γυμνὸς αἰσχυνέσθω, μηδεὶς ὡς πολέμιος δειλιάτω. Ἐγὼ τῇ σαρκὶ τὴν ἔχθραν κατέλυσα, ἐγὼ τοῦ φραγμοῦ τὸ μεσότοιχον καταβέβληκα.» Ἀλλ’ ὢ θαύματος. Ὁ σωτὴρ ἐπεφαίνετο καὶ Θωμᾶς ἀπελιμπάνετο, ὁ ποθούμενος ἐπὶ θύραις καὶ ὁ προσδοκῶν οὐχ ηὑρίσκετο. Τί τοῦτο ὃ πεποίηκας, ὦ μακάριε; Ὁ τῷ πόθῳ πάλαι πυρούμενος, ὁ πρὸ τοῦ πράγματος παραδοκῶν τὴν ἀνάστασιν, ὁ πρὸ τοῦ σταυροῦ τῇ τελευτῇ κοινωνεῖν ἐπευχόμενος, ὁ βοῶν· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.