Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Η ψηλάφηση του αναστημένου σώματος και η ομολογία του αποστόλου

Η εμφάνιση του Χριστού κεκλεισμένων των θυρών, η προτροπή προς τον Θωμά να ψηλαφήσει τα στίγματα και η πανηγυρική ομολογία της θεανθρώπινης φύσης του Σωτήρος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Ἴδω πῶς τὸ τρωθέν σου σῶμα καὶ μετὰ τάφον γνωρίζεται, ἴδω τοῦ φυράματος τῇ ἀπαρχῇ τὴν ἀνάστασιν, ἴδω πῶς πεπάτηται θάνατος, πῶς φθορὰ καταλέλυται, πῶς οἱ δεδεμένοι πλουτίζονται, πῶς οἱ γυμνοὶ προσφαιδρύνονται, πῶς οἱ πολεμοῦντες προσάγονται.» Ἐντεῦθεν τὸ πέρας ἐπηκολούθει τοῖς ῥήμασιν καὶ ὁ σωτὴρ ἐπὶ θύραις τοῖς μαθηταῖς διαπλασιάζων τὴν ὄψιν, τὰ πρώην τοῖς ἔργοις ἀνανεούμενος, οὐδὲν τῶν πρόσθεν καταλιμπάνων τοῦ θαύματος, τιμῶν τοῖς ἴσοις τὸν δίκαιον, πᾶσιν ἀνθιστῶν τὸν εὐχάριστον, ὡς ἐν ζυγῷ πρὸς πάντας ἀντιμετρῶν αὐτῷ τὴν ἀπόλαυσιν, ποιῶν ἅπερ ἐποίησεν, τῶν θυρῶν κεκλεισμένων εἰστρέχων, τῆς εἰρήνης ἀναλαμβάνων τὸ πρόσρημα, τῇ ἁφῇ τὸν πόθον ἀποπληρῶν. «Εἰρήνη ὑμῖν. Παῦσαι τοῖς ἀδελφοῖς ὑπ’ εὐνοίας μαχόμενος, παῦσαι τοῖς πιστοῖς τῆς ῥᾳθυμίας ἐπιφέρων τὸ ἔγκλημα. Ἐγώ σου τὸν πόθον ἀποπληρῶ· ἂν μὴ τοῦ σώματος ἐν ἐμοὶ δείξω σοι τὴν ἀλήθειαν, οὐκ ἀνέρχομαι. Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου· φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Μὴ δείσῃς ὡς δειλὸς τὴν ἀνάστασιν· λάβε τοῦ κηρύγματος τὸ ἐχέγγυον, λάβε τοῦ θαύματος τὸ ἐνέχυρον, κατὰ τῶν ἀπίστων ὁπλίσθητι.

Ἂν ἴδῃς <τινὰ> τῆς σαρκὸς τὴν οἰκονομίαν ἀρνούμενον, ἔλεγξον· ἂν ἴδῃς τινὰ τῆς θεότητος ἀθετοῦντα τὴν φύσιν, στηλίτευσον. Γνῶθι τί τὸ φαινόμενον, τί τὸ νοούμενον, τί τὸ πρὸς παθῶν πεῖραν ἀκήρατον, πῶς θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς καὶ μετὰ τὴν ἀνάστασιν ὑπάρχω τῷ πράγματι, οὐκ ἀποβαλὼν ὅπερ ἔλαβον, ἀλλ’ ἀχώριστον ἐμαυτῷ χαρακτηρίζων. Ὡς ἴδιον διὰ τοῦτο καὶ πρὸ σταυροῦ τοῦ σώματος ὑμῖν τὸν τύπον παρέδωκα λέγων·

Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἵνα μετὰ τὴν ἀνάστασιν ἐπιτελοῦντες τὸν τύπον τοῦ πράγματος ἐν ἑαυτοῖς βεβαιώσητε τὴν ἀλήθειαν, ἵνα γνῷς πῶς ὅπερ ἔλαβεν θάνατος ἥρπασα, πῶς ὃ κατέπιεν ἐξεδίκησα.» Τί οὖν ὁ πιστὸς στεφανίτης, ὁ γυμνὸς τροπαιοῦχος, ὁ πτωχὸς νικηφόρος;

Εἶδεν ὅπερ ἐπηύχετο, τῇ ἁφῇ τὰς χεῖρας ἡγίασεν καὶ πρὸς ἡδονὴν ἐπτεροῦτο τῷ πράγματι. «Ὁ κύριός μου, φησίν, καὶ ὁ θεός μου. Ἔχω ὅπερ ἐπόθουν, οἷς ἠβουλήθην κατήρτισμαι, οὐκέτι μέλλω πρὸς τὸ κήρυγμα, βοῶ θεόν μου τὸν Κύριον, ἡγίασά μου τὰς χεῖρας πρὸς Κύριον, ἁγιάσω λοιπὸν τῇ ὁμολογίᾳ τὸ στόμα, ἔγνων τί τὸ φαινόμενον εἴπω, τί τὸ νοούμενον, χειρὶ καὶ γλώττῃ τὸν ἐμὸν ἀναγγείλω δεσπότην. Ὁ κύριός μου καὶ ὁ θεός μου, σὺ εἶ αὐτὸς ὁ βασιλεὺς καὶ θεός μου. Οὐ θνητοῦ τινος ἁπλῶς τὸ θαῦμα καθέστηκεν· οὐδεὶς ἄνθρωπος αὐτοῦ τὸ σῶμα <ν>ενεκρωμένον ἀνέστησε, οὐδεὶς ἐν σταυρῷ τὸν ἐχθρὸν κατηγώνισται, οὐδεὶς θανάτῳ θάνατον κατεπάλαισεν. Τῆς σῆς δυναστείας τὸ θαῦμα, τῆς σῆς βασιλείας τὸ χάρισμα. Ὁ κύριός μου καὶ ὁ θεός μου, τοῦτό σου πλοῦτος, τοῦτό σου θησαυρός.» Ὢ μακάριε, τοῦτο καρπὸς εὐφροσύνης, τοῦτο στέφανος κάλλους, τοῦτο σκῆπτρον, τοῦτο βασίλειον. Οἷς εἶπας ἐπλούτησας, οἷς ἐπέγνως τετίμησαι, τοῖς σοῖς ῥήμασιν τὴν δυναστείαν προσείληφας, ἡ σὴ φωνὴ καὶ μετὰ τάφον ἀκούεται, κηρύττεις καὶ κείμενος, βοᾷς τοῖς θαύμασιν τὴν ἀλήθειαν, οἷς ἐνεργεῖς ἐκδιδάσκεις, οἷς πράττεις δημηγορεῖς. Οὐ δεῖ σοι γλώττης πρὸς τὸ κήρυγμα, πᾶν μέλος στόμα σοι πανταχῇ τοῖς παροῦσιν καθίσταται, οὐχ ἓν αἰῶνος μόνον σοι πρὸς μαθητείαν κεκλήρωται, οὐκ ἐκ τόπου πρὸς τόπον μεθίστασαι.