Τί γὰρ, εἰπέ μοι, τὸ Θεὸς σεμνότερον τοῦ Κύριος, καὶ τὸ Κύριος ἔλαττον τοῦ Θεός; Συντείνατε ἑαυτοὺς, παρακαλῶ, μετὰ ἀκριβείας· ἐὰν οὖν δείξω, ὅτι ἕν ἐστι τὸ Κύριος καὶ τὸ Θεὸς, τί λέγεις; Λέγεις τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος Κύριος ὁ ποιήσας τὸν οὐρανόν· οὗτος Θεὸς ὁ κατασκευάσας τὴν γῆν· Κύριος τὸν οὐρανὸν, καὶ ὁ Θεὸς τὴν γῆν· οὗτος ἐπὶ τοῦ αὐτοῦ προσώπου καὶ τὸ Κύριος καὶ τὸ Θεὸς τέθεικε. Καὶ πάλιν· Ἄκουε, Ἰσραὴλ, Κύριος Θεός σου, Κύριος εἷς ἐστι. Δεύτερον τὸ Κύριος, καὶ ἅπαξ τὸ Θεός· καὶ πρῶτον τὸ Κύριος, καὶ τότε τὸ Θεὸς, καὶ πάλιν τὸ Κύριος. Εἰ δὲ τοῦτο καταδεέστερον, ἐκεῖνο δὲ μεῖζον, οὐκ ἐπὶ μεγάλης οὐσίας καὶ μείζονος τοῦ λόγου τὸ ἔλαττον τέθεικε πρῶτον, ἀλλὰ τὸ μεῖζον εἰπὼν ἠρκέσθη, καὶ οὐκ ἂν προσέῤῥιψε τὸ ἔλαττον. Ἆρα συνήκατε ὃ εἶπον; Πάλιν παιδεύω· οὐ γὰρ θέατρόν ἐστι πρὸς ἐπίδειξιν, ἀλλὰ διδασκαλία πρὸς κατάνυξιν, οὐχ ἵνα ἄοπλοι ἀπέλθητε, ἀλλ᾽ ἵνα ὁπλισθέντες ἀναχωρήσητε. Τὸ Θεὸς λέγεις, αἱρετικὲ, μεῖζον, καὶ τὸ Κύριος ἔλαττον; Ἔδειξά σοι τὸν προφήτην λέγοντα· Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, Θεὸς ὁ κατασκευάσας τὴν γῆν. Δείκνυμί σοι πάλιν τὸν Μωσέα λέγοντα· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Πῶς εἷς, εἰ δύο εἰσὶ τὰ ὀνόματα, τὸ μὲν ἐλάττονος, τὸ δὲ μείζονος οὐσίας;