Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία του προλόγου του Ευαγγελίου και η διάκριση κτιστού και ακτίστου

Δογματική ανάλυση των ρημάτων «ην» και «εγένετο» για την ανάδειξη της άναρχης φύσης του Θεού Λόγου έναντι της δημιουργημένης κτίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τοῦτον ἡμῖν τὸν θησαυρὸν σήμερον ἀνεκάλυψεν Ἰωάννης, ὁ ἰχθύων ἀφωνότερος καὶ ῥητόρων φιλοσόφων ἀπορράψας στόματα. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ ἐποίησεν ἀλλὰ πανταχοῦ τὸ ἦν, μετὰ τὸ ἦν τότε τὸ ἐποίησεν, οὐκ ἐπὶ τοῦ δημιουργοῦ ἀλλ᾽ ἐπὶ τῶν κτισμάτων. Καὶ ἵνα μάθῃς πῶς τὸ ἦν καὶ πῶς τὸ ἐποίησεν, ἐγὼ λέγω ὑμεῖς ἀριθμεῖτε. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· ἰδοὺ τέταρτον ἐμνημόνευσε τοῦ Λόγου καὶ οὐδὲ ἅπαξ εἶπε τὸ ἐγένετο. Τί οὖν μετὰ ταῦτα; πάντα δι᾽ αὐτοῦ ἐγένετο· οὐκ εἶπεν ἐνταῦθα ἦν· διατί; ὅτι περὶ τῶν κτισμάτων ἦν ὁ λόγος· πάντα δι᾽ αὐτοῦ ἐγένετο.

Ἐγένετο· καὶ οὐκ εἶπε τὸ ἦν ἀλλὰ τὸ ἐγένετο· πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Πάλιν τὸ ἐγένετο· ὅπου περὶ Θεοῦ τὸ ἦν, ὅπου περὶ τῶν κτισμάτων τὸ ἐγένετο. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἐντεῦθεν καὶ ὁ Πατὴρ κατὰ τὴν Παλαιὰν Διαθήκην ἐγνωρίζετο. Ὅτε γὰρ εἶπεν αὐτῷ Μωϋσῆς· ἐὰν εἴπωσί μοι υἱοὶ Ἰσραήλ, τίς ὁ ἀποστείλας σε πρὸς ἡμᾶς, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπεν ὁ Θεός· ἐγώ εἰμι ὁ ὤν, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ὁ Πατὴρ ὁ ὤν, ὁ Υἱὸς ἐν ἀρχῇ ἦν. Εἰ δέ τις φιλονεικεῖ λέγων, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ γὰρ τοῦ Πατρὸς ὁ ὢν ἐγώ εἰμι ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἐν ἀρχῇ ἦν, οὐκ ἔστι δὲ τὸ αὐτὸ τὸ ὢν καὶ τὸ ἦν, δείκνυμι καὶ τὴν αὐτὴν προσηγορίαν καὶ τοῦ μονογενοῦς· ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἰδοὺ μίαν ἔχει φωνὴν εὐαγγελίου εἰς τὸ ὁ ὤν. Καὶ πάλιν ὁ ἀπόστολος· ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἶδες ὅπως σε ἀσφαλίζεται Ἰωάννης, τὸ ἦν ἐπὶ τοῦ Θεοῦ τεθεικὼς τὸ δὲ ἐγένετο ἐπὶ τῶν κτισμάτων; οὔτε γὰρ τῷ Θεῷ πρέπει τὸ ἐγένετο, οὔτε τῇ κτίσει τὸ ἦν.

Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὅτε τὸ ἐγένετο ἐπὶ τὰ κτίσματα καταβαίνει, ὅτε τὸ ἦν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Καὶ πάλιν ζωὴ ἦν· πάλιν ἀναβαίνει πρὸς τὸν δημιουργόν· κλίμακα πολλῶν σήμερον μυστηρίων πεπληρωμένην φέρει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, τὸ ἦν ἀνακηρύττει, ὅτε καταβαίνει πρὸς τὰ κτίσματα, τὸ ἐγένετο λαμβάνει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, ἀποτίθεται τὸ ἐγένετο καὶ λαμβάνει τὸ ἦν. Ὥσπερ πρὸς βασιλέα τις ἐρχόμενος μετὰ στολῆς εἰσέρχεται, μεθ᾽ ἧς ἄξιόν ἐστιν ἰδεῖν βασιλέα, πρὸς δὲ ἰδιώτην ἐὰν εἰσέρχηται, μετὰ ἰδιωτικῶν ἐνδυμάτων εἰσέρχεται, οὕτω καὶ ὁ εὐαγγελιστής, ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, μετ᾽ ἐκείνης ἀναβαίνει τῆς λέξεως τῆς πρεπούσης Θεῷ· ἐν ἀρχῇ ἦν ὁ Λόγος· ὅτε καταβαίνει πρὸς τὴν κτίσιν μετὰ τῆς δουλικῆς λέξεως καταβαίνει· πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὅπου ὁ Λόγος ἦν, ὅπου ζωὴ ἦν, ὅπου τὸ φῶς ἦν, ὅπου τὰ κτίσματα ἐγένετο.