Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν πρόδρομον

Ἰωάννης ὁ Χρυσόστομος

Ο διάλογος με τον άγγελο, η απιστία και η επιτίμηση της σιωπής

Η αποκάλυψη της ταυτότητας του Γαβριήλ, οι αμφιβολίες του Ζαχαρία, η ζήτηση σημείου από μέρους του ιερέα και η παιδαγωγική τιμωρία της αλαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἄπιθι τοίνυν. Τίς εἶ ὁ ἐκφοβῶν με; Οὐδείς μοι λόγος παιδός· τί μοι τέκνου ἐπαγγελίαν σημαίνεις; τί κέρδος τῷ λαῷ, ἐὰν ἐγὼ τέκνον ἕξω; τί δὲ ὄφελος, ἐὰν Ἐλισάβετ παιδίον θηλάσῃ; τί κέρδος, ἐὰν ἐγὼ κληρονόμον τοῦ βίου καταλείψω; Ἄπιθι τοίνυν ὁ ἐκφοβῶν με, ὅστις ἂν εἶ· ἄπιθι τοίνυν ἀπ᾽ ἐμοῦ. Προβεβηκότες ἐσμέν· παρῆλθεν ὁ καιρὸς τῆς σπορᾶς, ἐσβέσθη τοῦ γάμου ἡ ἐπιθυμία· ὁ χρόνος τὴν θέρμην κατέψυξεν, ἡ στείρωσις τὸν καρπὸν ἠρνήσατο, ἡ φύσις πρὸς ἑαυτὴν ἐστασίασε· τεθνήκαμεν ἀμφότεροι τῷ μέρει τῆς μίξεως· ὃ ἡ νεότης οὐκ ἤνθησε, πῶς γῆρας βλαστήσει; Ἀλλὰ ταῦτα μὲν ὁ Ζαχαρίας εἰκότως. Ὁ δὲ ἄγγελός φησι πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Μὴ φοβοῦ, Ζαχαρία, μηδὲ λογισμοῖς ταράττου· ἄγγελός εἰμι φωτὸς, καὶ οὐχὶ σκότους· Γαβριήλ εἰμι ἐγὼ, εἷς τῶν ἀρχόντων τοῦ ἐπουρανίου βασιλέως· πρόσταγμα κομίζω, οὐκ ἐξουσίᾳ κελεύω. Ἀπεστάλην μηνῦσαί σοι, οὐχὶ ἔφοδον ποιῆσαί σοι. Σχῆμα περιβέβλημαι, οὐχὶ δὲ γυμνῇ τῇ οὐσίᾳ σοι φαίνομαι. Φείδεται γάρ σου τῆς ζωῆς ὁ ἀποστείλας με. Μὴ φοβοῦ, Ζαχαρία· ἀπεστάλην εὐαγγελίσασθαί σοι, οὐχὶ δὲ θαμβῆσαί σε. Τὸ γῆρας προβάλλῃ, καὶ τὴν ἄγονον πολιὰν, καὶ τὴν ἄσπορον μήτραν. Καὶ τίς θέλων γεννᾷ; Θεοῦ τὸ δῶρον· μὴ γὰρ ἀνθρώπου τὸ εὕρεμα; οὐκ ἤκουσας τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ὁ ποιῶν ἄνθρωπον, καὶ πλάσσων ἐν ἀνθρώπῳ πνεῦμα; Ἀπιστεῖς, Ζαχαρία;

Πῶς ὁ Ἀδὰμ ἐπλάσθη; πῶς ἡ Εὔα ἐκτίσθη; πῶς ὁ Ἰσαὰκ ἐγεννήθη; Ὑπακούσας Ἀβραὰμ οὐκ ἐσφάλη· καὶ σὺ ἱερεὺς ὢν ἀπιστεῖς; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα, Ζαχαρία; Διὰ τὸ γῆρας ἀντιλέγεις, ὦ πρεσβῦτα; σωματικὴν νέκρωσιν δραστικωτέραν ὁρίζεις Θεοῦ;

Εἰ μὴ εἶδες τὸν Ἀβραὰμ, καλῶς ἀμφέβαλες. Φυσικὴν ἀσθένειαν προβάλλῃ, καὶ θεϊκῆς ἐπαγγελίας παρούσης οὐ πιστεύεις, ἀλλ᾽ ἀμφιβάλλεις καὶ φιλονεικεῖς; Μικρὰ αἰτεῖς, καὶ μεγάλα λαμβάνεις· καὶ ὡς ζημίαν ὑπομένων κραυγάζεις, Ζαχαρία; Ὑπὲρ τοῦ Ἰουδαϊκοῦ λαοῦ μόνον προσεύχῃ· ἐγὼ δὲ ὃ εὐαγγελίζομαί σοι, εἰς πάντα τὰ ἔθνη συνεισάγει τὴν σωτηρίαν. Ὁ δὲ Ζαχαρίας ταῦτα ἀκούσας, καὶ μικρὸν τὴν ὄψιν ἀποστρέψας, ἀνταποκριθεὶς πρὸς τὸν ἄγγελον ἔφη· Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Τί γάρ; διὰ τοῦτο προσηυξάμην, ἢ τούτου ἕνεκεν τὸ θυμίαμα κινῶ τῆς ἐφημερίας, ἵνα τὴν καρπογονίαν τῷ λαῷ ἐπιδείξω; Συγγνώμην ἁμαρτημάτων αἰτῶ· μὴ γὰρ λύσιν στειρώσεως ἐπιποθῶ; τὴν συναγωγὴν κουφισθῆναι θέλω· μὴ γὰρ τὴν Ἐλισάβετ ὀγκωθῆναι; ψυχὰς τετραυματισμένας παρακαλῶ ἰαθῆναι· μὴ γὰρ μαζοὺς ξηρανθέντας γαλακτοῤῥυεῖς γενέσθαι; Τί λέγεις, ὦ ἄγγελε; ἡ γυνή μου γεννήσει; Καὶ τί τὸ κέρδος τῶν ἔξω προσευχομένων; ἆρα δὲ ἀκούσαντες οὐ λιθάσουσί με, λέγοντες ὅτι μὴ ὑπὲρ αὐτῶν καὶ τῆς κοινωφελοῦς ἕνεκεν σωτηρίας καθίσταμαι ἀρχιερεὺς, ἀλλ᾽ ἑαυτοῦ μόνον; καὶ ὅτι οὐ λόγον, ἀλλὰ γόνον ἐδεξάμην· Οὐδείς μοι λόγος πρὸς τεκνογονίαν· ἄπαγε, τοῦτο οὐ βούλομαι.

Ὅπερ ηὐχόμην, οὐκ ἔλαβον· καὶ νῦν ἕτερα ἀνθ᾽ ἑτέρων μοι γνωρίζεις; Οὐδείς μοι λόγος περὶ παιδοποιίας· νόσος στειρώσεως γέγονε. Μὴ γὰρ χρόνος τὴν ἐπιθυμίαν ἐθέρισε, καὶ ἡ ἀσθένεια τῆς φύσεως, οὐ τῆς μίξεως; Οὐδείς μοι λόγος νῦν περὶ τεκνογονίας. Ἄνευ βακτηρίας βαδίζειν οὐ δυνάμεθα, καὶ πῶς τεκνογονίας ἄρχεσθαι κελευόμεθα; Τὸ γῆρας τὴν φύσιν ἠρνήσατο· πίστεως ἔξω τὸ πρᾶγμα. Τάφον περιβλεπόμεθα, καὶ τροφὸν ἀῤῥαβωνισόμεθα; Οὐδείς μοι λόγος περὶ τεκνογονίας. Τοῦ λαοῦ τὴν σωτηρίαν ζητῶ, καὶ τοῦ ἔθνους τὴν εὐδαιμονίαν, τῶν ἐχθρῶν τὴν αἰχμαλωσίαν, καὶ τοῦ λαοῦ τὴν εὐημερίαν, οὐχὶ δὲ κλαυθμυρίσματα, καὶ σπάργανα καὶ νηπιώδεις τροφάς. Οὐδείς μοι λόγος περὶ τούτου. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι;

Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ἔξω φύσεως λοιπὸν τὸ πρᾶγμα, διαλέλυται τὰ γεννητικὰ μόρια· ῥάβδον ὡς ἵππον κατέχων ἐπιβαίνω, καὶ μονογαμίας μοι πεῖραν ἀναξέεις, ὅτε τάφος τὸ πᾶν σῶμα γέγονε; Κατὰ τί γνώσομαι τοῦτο, φράσον μοι, ὦ μέγιστε Γαβριήλ, (ἀναγκαῖον γὰρ τοῦτο καὶ τοὺς ἀγνοοῦντας γνῶναι, ὅτιπερ Γαβριὴλ, Θεοῦ ἄνθρωπος ἑρμηνεύεται)· εἰπὲ, κατὰ τί γνώσομαι τοῦτο; Ἰδοὺ τρέμοντά μου τὰ μέλη· ἰδοὺ τὸ γῆρας ἀμφοτέρων καὶ εἰς γῆν ὁρώντων. Εἰ μέρος ἐνέαζε, καὶ μέρος ἐπεπαλαίωτο, μικρά τις ἐλπὶς ἦν τῶν λεγομένων· νῦν ἑκατέρων τὸ σῶμα σεσάθρωται. Οὐδὲν ἕτερον περιμένομεν, εἰ μὴ τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι πρὸς θερισμόν. Εἰ δὲ ὅλως ἀληθεύεις, δέσποτα Γαβριὴλ, ὃ λέγεις, δὸς δὴ ἄλλο προσοδεῦσαι σημεῖον, ἀῤῥαβῶνά μοι πίστευσον τῆς ἐπαγγελίας τὴν θαυματουργίαν.

Κατὰ τί γνώσομαι τοῦτο; Ὁ Ἀαρὼν οὐκ ἐπίστευσεν, εἰ μὴ ἡ ῥάβδος ἤνθησε· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον γέγονεν ἡ δρόσος. Ἐζεκίας οὐκ ἐπέγνω, εἰ μὴ ὁ ἥλιος ἀνεποδίσθη. Κατὰ τί γνώσομαι τοῦτο;

Δὸς σὺ σημεῖον, καὶ χορεύω νεανικά· δὸς σημεῖον, ἵνα μὴ Ἐλισάβετ προπετῶς γελάσῃ, ὡς ἡ Σάῤῥα. Κατὰ τί γνώσομαι τοῦτο, ἀρχάγγελε μηνυτά; πόθεν μοι δῆλα τὰ ἐκ σοῦ μοι ῥηθέντα; Εἰ δεύτερος Ἀβραὰμ φαίνομαι, ὑπάρξει μοι τὰ τοῦ Ἀβραὰμ ἰδιώματα. Εἴσελθε ὑπὸ τὸ δωμάτιόν μου, καὶ νίψω τοὺς πόδας σου ὁδοιπορίαν στείλαντι, καὶ παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην· ἀλεύρου σατὰ τρία Ἐλισάβετ φυράσει, τὴν Ἐκκλησίαν προζωγραφοῦσα. Ζήτει μόσχον, ἵνα δωρήσῃ γόνον. Κατὰ τί γνώσομαι τοῦτο, ὁ καλὰ εὐαγγέλια ἄνωθεν ἐπὶ γῆς ἡμῖν φέρων; τί μοι τοῦ παιδὸς τὸ ὄνομα, ἄγγελε, προλέγεις, καὶ τοῦ μὴ παρόντος τὰς ἀρετὰς ἀριθμεῖς; Δεῖξόν μοι τὸ ὑπὲρ φύσιν, ἵνα πιστεύσω τὸ παρὰ φύσιν· ἐὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου Ἐλισάβετ μαιοῦται· ἐὰν ὁ ἥλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μασθοὶ γάλα ῥεύσουσιν· ἐὰν ἡ σελήνη ἀναχαιτίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὁ δὲ ἄγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς; ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζῃ; τὸν εὐαγγέλιά σοι κομίζοντα ἀνακρίνειν οὐ δέδοικας; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; μὴ γὰρ εἰς Αἴγυπτον ἀποστέλλῃ, ἵνα φοβηθῇς τὸν Φαραώ; κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία;

οὐδὲν ὑπὲρ φύσιν ὁ Θεὸς ἐργάζεται; φύσεως ἀκολουθίαν ζητεῖς, καὶ οὐκ εἶδες θεότητος παράδοξον ποίησιν; Εἰπέ μοι, Ζαχαρία, τῆς γῆς οἱ στῦλοι ποῦ πεπήγασι; τοῦ οὐρανοῦ δὲ τὸ κύτος ποῦ κατήρτισται; νεφελῶν δὲ αἱ κύται ποῦ εὑρίσκονται; ὑετοῦ δὲ σταγόνες ποῦ στημονίζονται; βόλοι δὲ χιόνος ποῦ λατομοῦνται; ἡλίου δὲ δρόμον τίς ἡνιοχεῖ; σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; ἀστέρων πλῆθος τίς ἐξαριθμήσει; θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; ποταμοὶ δὲ θερμοῤῥύται πῶς συγκιρνῶνται; ὁμίχλης δὲ σκότος πῶς ἐξυφαίνεται; ἄνθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; καὶ τοῦ ἄῤῥενος τὸ θῆλυ πῶς λειότερον εὑρίσκεται; θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Κατὰ τί γνώσομαι τοῦτο, λέγεις, ὦ Ζαχαρία; φύσεως ἀκολουθίαν ζητεῖς, ὅπου θεότητος ἐργασία; τί, τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί οὖν; ἐὰν ἀκούσῃς παρθένον τίκτουσαν παραδόξως; Καὶ εἴη τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον; Ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα τὴν ἐπὶ τῆς παρθένου θαυματουργίαν μὴ ἀμφιβάλῃς Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι.

Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργαζομένης! Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶσσαν. Ἦν γὰρ, φησὶ, διανεύων αὐτοῖς, καὶ διέμεινε κωφός.

Καλῶς ὁ εὐαγγελιστὴς καὶ τὸ, Διέμεινε, συνεγράψατο. Περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὴν προφήτην. Ἐν οἷς λέγει ὁ ἄγγελος· Ἐπειδὴ οὖν ὡς ἄπιστος σημεῖον παρὰ Θεοῦ ζητεῖς, ἐν τοῖς ἰδίοις μέλεσι τὸ μαστιγοφόρον προσδέχου σημεῖον. Ἔσῃ γὰρ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα. Ὅπου γὰρ τῆς ἀντιλογίας τὸ ὄργανον. ἐκεῖ καὶ τῆς τιμωρίας τὸ πρόσταγμα· ὅπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός· ὅπου ἡ ὕβρις ἐλάκτισεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις.

Ἤθελε μὲν ὁ Θεὸς, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρανίου βασιλέως τίκτεται, καὶ τῆς κοσμικῆς τῶν ἁμαρτημάτων λυτρώσεως προκαθαρτής· ἐπειδὴ δὲ τὴν ἀσθένειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ἐποιήσω τοῦ Δεσπότου, διὰ τοῦτο Ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Ὁρᾷς ὅτι ἄνευ πίστεως οὐδὲν τῶν δεόντων κορυφοῦται. Μόνον δὲ ἤκουσεν ὁ Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ ναοῦ, μισθὸν ἀπιστίας τὴν φίμωσιν βαστάζων. Ὢ τοῦ θαύματος! ἄλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς ἐξῆλθε καταδεδικασμένος· ὁ θυμιατήριον λειτουργικὸν βαστάζων, τίτλον ἐξορίας περιέφερεν. Ὁ λαὸς περιέμενέ τι ἀγαθὸν ἀκοῦσαι παρ᾽ αὐτοῦ, κἀκεῖνος διένευσε· Μηδείς με ἐρωτήσῃ· Δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ὢ τῶν παραδόξων πραγμάτων! Ζαχαρίας φιμοῦται, καὶ ἡ Ἐλισάβετ εὐωχεῖται· ἀναστομοῦται γλῶττα, καὶ ὀγκοῦται μήτρα· ἡ εὔλαλος γλῶττα στειρεύει, καὶ ἡ ἄκαρπος στεῖρα γίνεται μήτηρ· μετοικεῖται τὸ πάθος τῆς μήτρας εἰς τὴν γλῶτταν· ἡ φωνὴ χαλινοῦται, καὶ ἡ γονὴ ἐλευθεροῦται. Ζαχαρίας σιγᾷ, καὶ ὁ Ἰωάννης σκιρτᾷ.