Ἐρωτώμενος γὰρ, φησὶν, ὁ Ζαχαρίας, τὸ τί ἂν θέλοι τὸ παιδίον καλεῖσθαι, ᾜτησε πινακίδιον, καὶ ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· Ὁ μὴ πιστεύσας τοῦ ἀγγέλου τοῖς λόγοις, νῦν ἠναγκάσθη γράψαι τὴν ὀπτασίαν, ἐγγράφως κηρύττων· ὁ μὴ δεξάμενος τότε τῇ ἀκοῇ τὰ λεχθέντα, νῦν νομοθετεῖ τῇ χειρὶ τὰ γινόμενα γράφων. Καὶ τὴν προσηγορίαν ἀποδοὺς τῷ παιδὶ, ἀπέλαβε τὴν φωνήν· Ὅθεν, φησὶν, ἐθαύμασαν πάντες. Ἀνεῴχθη γὰρ παραχρῆμα τὸ στόμα αὐτοῦ, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ὢ τοῦ παραδόξου καὶ ξένου θαύματος! ὄνομα γράφεται τέκνου, καὶ στόμα πατρὸς κωφὸν διανοίγεται· Ἰωάννης καλεῖται, καὶ τοῦ καλοῦντος ἡ γλῶττα ῥυθμίζεται. Ὁρᾷς ὡς οὐ διήμαρτε, καὶ ἡμεῖς ἀπαρεμποδίστως εἰπόντες τὴν πρέπουσαν ἐξήγησιν, οὐ διημάρτομεν; Ἰδοὺ γὰρ αὐτοῦ τοῦ δικαίου τὸ ὄνομα στόμα σιωπῆς διανοίγει, καὶ γλῶσσαν δυσκίνητον διεγείρει. Οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια γίνεται. Ἐγὼ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ὢ τοῦ θαύματος! Λόγος ἐπιδημεῖ, καὶ φωνὴ προκηρύττει· Δεσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται· Βασιλεὺς παραγίνεται, καὶ στρατιώτης προετοιμάζεται.