Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η πτώση της Αρτέμιδος και η σύγκριση του Ιωάννη με τον Μωυσή και τον Ηλία

Αντιπαραβολή των ευεργεσιών του Ιωάννη με την πλάνη της Αρτέμιδος και σύγκριση των θαυμάτων του με εκείνα των μεγάλων προφητών της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἐκείνη κύνας τρέφουσα, θηρεύουσα, τὴν πλάνην κατέσπειρεν· Ἰωάννης πτωχοὺς οἰκονομῶν καὶ λαοὺς συγκροτῶν, τὴν θεογνωσίαν ἐπέσπειρεν· ἐκείνη πομπαῖς εἰδώλων τὸν ἀέρα ἐσκότισεν, Ἰωάννης μνήμαις ἁγίων τὴν Ἀσίαν ἐφώτισεν· Αἴγυπτος μνημονεύει τὰ Μωϋσέως θαύματα, Ἔφεσος ἐξαγγέλλει τὰς Ἰωάννου εὐεργεσίας· Μωϋσῆς δέκα πληγαῖς τὴν Αἴγυπτον ἐμαστίγωσεν, Ἰωάννης δὲ τῷ θεοπνεύστῳ Εὐαγγελίῳ Ἔφεσον κατεκόσμησε, μᾶλλον δὲ καὶ πάντας ἠλέησε· Μωϋσῆς διὰ ῥάβδου τὴν θάλασσαν ἔσχισεν, Ἰωάννης διὰ σταυροῦ τὴν Ἄρτεμιν κατέστρεψε· τῆς θαλάσσης σχισθείσης Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ κατεποντίσθησαν· τῆς Ἀρτέμιδος καταπεσούσης, ὁ ἱερεὺς αὐτῆς καὶ τὰ βδελύγματα συνετρίβησαν.

Ἐκδιηγεῖται ὁ Δαυῒδ καὶ λέγει, Ἡ θάλασσα εἶδε, καὶ ἔφυγε· σήμερον ἡ Ἐκκλησία τὸν αὐτὸν τρόπον βοᾷ καὶ λέγει, ἡ Ἄρτεμις εἶδε καὶ ἔπεσεν. Εἶδε τὸν θεολόγον καὶ θεοκήρυκα, εἶδε τὸν θεοφόρον, καὶ ἔπεσεν ἡ ἁμαρτωλὸς, ἡ ἀλίτιμος, εἰς τὸ ἔδαφος.

Εἶδεν ὃν ἠγάπα ὁ Ἰησοῦς, καὶ μένειν οὐκ ἴσχυσε. Τί σοί ἐστιν, Ἄρτεμις, ὅτι ἔπεσες; Εἶδον τὸν υἱὸν τῆς βροντῆς, καὶ κατεῤῥάγη μου τὸ ἱερὸν τῆς μεσιτείας· εἶδον τὸν θεϊκὸν φίλον, καὶ διελύθην· εἶδον τὸν ἐπὶ τὸ θεϊκὸν στῆθος ἀνακλιθέντα, καὶ κατηνέχθην ἐπὶ τὸ εἰδωλικόν μου στῆθος. Θαυμαστὸς ὁ Ἠλίας, ἀγαπητοὶ, ὅτι τὸν Βάαλ κατέστρεψε· θαυμασιώτερος ὁ Ἰωάννης, ὅτι τὴν Ἄρτεμιν ἐξώρισεν. Ἠλίας τετρακοσίους καὶ πεντήκοντα ἀπέκτεινεν· Ἰωάννης τὸν ὑπὸ τοῦ κίονος φονευθέντα ἱερέα ζωοποιήσας ἐν Χριστῷ ἀνέστησεν. Ὢ τοῦ θαύματος! Στῦλος λίθινος τὸν ἰσόλιθον ἐθανάτωσεν ἱερέα, ὃν διὰ τῆς χάριτος ἐξανέστησεν ὁ Ἰωάννης.