Καὶ πῶς δυνατὸν, φησὶ, μιμήσασθαι μάρτυρας νῦν; οὐδὲ γάρ ἐστι διωγμοῦ καιρός. Οἶδα κἀγώ· διωγμοῦ μὲν καιρὸς οὐκ ἔστιν, ἀλλὰ μαρτυρίου καιρός ἐστι· παλαισμάτων τοιούτων οὐκ ἔστι καιρὸς, ἀλλὰ στεφάνων καιρός ἐστι· οὐ διώκουσιν ἄνθρωποι, ἀλλὰ διώκουσι δαίμονες· οὐκ ἐλαύνει τύραννος, ἀλλ᾽ ἐλαύνει διάβολος, τυράννων πάντων χαλεπώτερος· οὐχ ὁρᾷς ἄνθρακας προκειμένους, ἀλλ᾽ ὁρᾷς φλόγα ἐπιθυμίας ἀναπτομένην. Κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας, καταπάτησον σὺ τῆς φύσεως τὴν πυράν· ἐπύκτευσαν ἐκεῖνοι πρὸς θηρία, χαλίνωσον σὺ τὸν θυμὸν, τὸ ἀνήμερον καὶ ἀτίθασσον θηρίον· ἔστησαν ἐκεῖνοι πρὸς ὀδύνας ἀφορήτους, περιγενοῦ σὺ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν τῶν βρυόντων ἐν τῇ καρδίᾳ σου· οὕτω μιμήσῃ μάρτυρας. Νῦν γὰρ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Πῦρ ἐστιν ἡ ἐπιθυμία τῆς φύσεως, πῦρ ἄσβεστον καὶ διηνεκές· κύων ἐστὶ λυττῶν καὶ μεμηνὼς, κἂν μυριάκις αὐτὸν διακρούσῃ, μυριάκις ἐπιπηδᾷ, καὶ οὐκ ἀφίσταται· χαλεπὴ μὲν ἡ τῶν ἀνθράκων φλὸξ, ἀλλ᾽ αὕτη δεινοτέρα, ἡ τῆς ἐπιθυμίας· οὐδέποτε ἔχομεν ἐκεχειρίαν τοῦ πολέμου τούτου, οὐδέποτε ἔχομεν ἀνακωχὴν κατὰ τὸν παρόντα βίον, ἀλλὰ διηνεκὴς ὁ ἀγὼν, ἵνα καὶ λαμπρὸς ὁ στέφανος γένηται.