Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον μάρτυρα Βαρλαάμ

Ἰωάννης ὁ Χρυσόστομος

Οι τάφοι των μαρτύρων ως πνευματικά ορμητήρια έναντι της κοσμικής τρυφής

Προτροπή προς τους πιστούς να προστρέχουν στους τάφους των μαρτύρων για πνευματικό εξοπλισμό, προβάλλοντας την έντονη αντίθεση μεταξύ του μαρτυρικού ήθους και της σύγχρονης πολυτέλειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

δʹ. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ καὶ μιμώμεθα. Ὅπερ γὰρ ἐξ ἀρχῆς ἔλεγον, καὶ νῦν λέγω· μὴ μέχρι τῆς παρούσης ὥρας θαυμαζέσθω ὁ μάρτυς μόνον, ἀλλὰ καὶ οἴκαδε ἀπιὼν ἕκαστος ἐπαγέσθω τὸν ἅγιον, καὶ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυτοῦ, μᾶλλον δὲ εἰς τὴν ἑαυτοῦ καρδίαν διὰ τῆς τῶν εἰρημένων μνήμης. Ὑπόδεξαι αὐτὸν, ὡς προείρηται, καὶ στῆσον ἐπὶ τῆς καρδίας τῆς σῆς τὴν χεῖρα ἔχοντα ἐκτεταμένην· ὑπόδεξαι τὸν στεφανίτην, καὶ μηδέποτε ἀφῇς ἐξελθεῖν τῆς διανοίας τῆς σῆς. Διὰ τοῦτο ὑμᾶς καὶ παρὰ τὰς θήκας τῶν ἁγίων μαρτύρων ἠγάγομεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως λάβητέ τινα παράκλησιν ἀρετῆς, καὶ πρὸς τὸν αὐτὸν ἐπαποδύσησθε ζῆλον.

Καὶ γὰρ στρατιώτην ἀνίστησι μὲν καὶ ἀκοὴ ἀριστέως· πολλῷ δὲ πλέον ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος ᾑμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην, τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χειρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην. Διὰ τοῦτο καὶ ἡμεῖς ἐνταῦθα συνεληλύθαμεν. Σκηνὴ γάρ ἐστι στρατιωτικὴ τῶν μαρτύρων ὁ τάφος· κἂν ἀνοίξῃς τοὺς τῆς πίστεως ὀφθαλμοὺς, ὄψει τὸν θώρακα τῆς δικαιοσύνης ἐνταῦθα κείμενον, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν κνημῖδα τοῦ Εὐαγγελίου, τὴν μάχαιραν τοῦ Πνεύματος, αὐτὴν τοῦ διαβόλου τὴν κεφαλὴν ἀπεῤῥιμμένην χαμαί. Ὅταν γὰρ ἴδῃς δαιμονῶντα ἄνθρωπον παρὰ τὸν τάφον τοῦ μάρτυρος κείμενον ὕπτιον, καὶ σπαράσσοντα ἑαυτὸν πολλάκις, οὐδὲν ἕτερον ἀλλ᾽ ἢ τὴν κεφαλὴν τοῦ Πονηροῦ τετμημένην ὁρᾷς. Ἔτι γὰρ καὶ νῦν παράκειται ταῦτα τὰ ὅπλα τοῖς τοῦ Χριστοῦ στρατιώταις, καὶ καθάπερ τοὺς ἀριστέας μετὰ τῶν ὅπλων θάπτουσιν οἱ βασιλεῖς, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καὶ μετὰ τῶν ὅπλων αὐτοὺς ἔθαψεν, ἵνα καὶ πρὸ τῆς ἀναστάσεως δείξῃ πᾶσαν τὴν δόξαν, καὶ τὴν δύναμιν τῶν ἁγίων. Μάθε τοίνυν τὴν παντευχίαν αὐτῶν τὴν πνευματικὴν, καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν.

Πολὺς καὶ σοὶ πόλεμος πρὸς τὸν διάβολον, ἀγαπητὲ, πολὺς, καὶ μέγας, καὶ διηνεκής.

Μάθε τοίνυν τὰ παλαίσματα, ἵνα μιμήσῃ τὰς νίκας· καταγέλασον πλούτου, καὶ χρημάτων, καὶ τῆς ἄλλης ἁπάσης τοῦ βίου φαντασίας· μὴ μακαρίσῃς τοὺς πλουτοῦντας, ἀλλὰ μακάρισον τοὺς μαρτυροῦντας, μὴ τοὺς ἐν τρυφῇ, ἀλλὰ τοὺς ἐν τηγάνοις· μὴ τοὺς ἐν τραπέζῃ πολυτελεῖ, ἀλλὰ τοὺς ἐν λέβητι ζέοντι· μὴ τοὺς ἐν βαλανείοις καθημερινοῖς, ἀλλὰ τοὺς ἐν καμίνοις χαλεπαῖς· μὴ τοὺς μύρων ὄζοντας, ἀλλὰ τοὺς καπνὸν καὶ κνίσσαν ἀπὸ τῆς σαρκὸς ὀπτωμένης ἀφιέντας.

Αὕτη ἡ εὐωδία ἐκείνης βελτίων καὶ λυσιτελεστέρα· ἐκείνη μὲν γὰρ ἐπὶ κόλασιν ἀπάγει τοὺς κεχρημένους αὐτῇ, αὕτη δὲ ἐπὶ βραβεῖα καὶ στεφάνους τοὺς ἄνω. Καὶ ἵνα μάθῃς, ὅτι πονηρὸν ἡ τρυφὴ, καὶ μύρων ἀλοιφὴ, καὶ μέθη, καὶ οἶνος ἀμετρίαν ἔχων, καὶ πολυτελὴς τράπεζα, ἄκουσον τί φησιν ὁ προφήτης· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὑτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι.