Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Η συνωμοσία των ψευδομαρτύρων και η δίκη ενώπιον του συνεδρίου

Η υποκίνηση συκοφαντών κατά του Στεφάνου, η προσαγωγή του στο συνέδριο με την κατηγορία της βλασφημίας κατά του νόμου και η αγγελική του όψη ενώπιον του αρχιερέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίῳ πνεύματι; Τῷ Παρακλήτῳ, περὶ οὗ ἐν πρώτοις ἔλεγε· Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως· καὶ αὖθις, Ὑπάρχων δὲ Πνεύματος ἁγίου πλήρης, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ. Τότε οὖν ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. Διεδέξατο ψευδομαρτυρία τὸν φθόνον. Ὑπέβαλον ἄνδρας. Ἀργυρίου ἠγόρασαν τὸ ψεῦδος, Δεῦτε, λέγοντες, ὦ τίμιοι ἄνδρες, τοῖς ἡμετέροις τὰ ὑμέτερα διακονήσατε· ἐν τοῖς ἡμῶν σκέμμασιν ἡ ὑμῶν ὑπουργήσειε γλῶσσα· τοῖς ἡμετέροις βουλεύμασιν ὑπηρετήσειε τὸ ὑμέτερον στόμα. Ἔκδικος γάρ τις τοῦ Γαλιλαίου ἀνέστη, ὑπέρμαχος ἐκείνου ἠγέρθη καὶ ἀντίμαχος. Θεὸν ἐν τάφῳ κείμενον γεραίρει· Δημιουργὸν τὸν ἐν τύμβῳ συγκλεισθέντα κηρύττει. Τὸν ἐν μνημείῳ τεθέντα ἐν τοῖς οὐρανοῖς φαντάζεται εἶναι· τὸν ὑπὸ στρατιωτῶν ἐμπαιχθέντα, σὺν τῇ στρατιᾷ τοῦ οὐρανοῦ φημίζει παραγενέσθαι· τὸν μήτε ἑαυτὸν ἐκδικῆσαι ἰσχύσαντα, κριτὴν ἐπαγγέλλεται τῆς κτίσεως. Ἰωσὴφ ἀπέθετο τὸ τούτου σῶμα ἐν μνημείῳ, καὶ οὗτος αὐτὸν ἐκ δεξιῶν τοῦ Θεοῦ φαντάζεται ὑπάρχειν.

Οἱ μαθηταὶ αὐτὸν ἠρνήσαντο, ὡς ἀπατεῶνα, καὶ οὗτος λέγει, ὅτι πᾶσα γλῶσσα αὐτῷ ἐξομολογήσεται· ἐκ τοῦ σταυροῦ οὐκ ἴσχυσε καταβῆναι, καὶ δευτέραν αὐτοῦ παρουσίαν οὗτος ἐκ τῶν οὐρανῶν ἐπαγγέλλεται· οἱ κακοῦργοι αὐτὸν ἐβλασφήμουν μὴ δυνάμενον μήτε ἑαυτὸν σῶσαι, μήτε ἐκείνους· καὶ οὗτος τρανότατα κράζει, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου.

Εἴδετέ ποτε τοιοῦτον τόλμημα; ἠκούσατε δὲ ὅλως τοιαύτης ἀπονοίας καὶ βλασφημίας ῥήματα; ὑπουργήσατε τοίνυν τῇ σκήψει, καὶ ἐπίκοινον παρὰ τῶν νῦν κομίσεσθε κλέος. Εἶτα οἱ ἀπόγονοι τῶν ἐπὶ Ναβουθὲ συκοφαντῶν τούτοις ἐχρήσαντο λόγοις· Ἀκηκόαμεν λαλοῦντος αὐτοῦ ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν.

Κατ᾽ αὐτοῦ, φησὶ, τοῦ νομοθέτου ἀπετόλμησε λέγειν· αὐτὸς παρήγγειλεν ἡμῖν λέγων, Προσέχετε, λαός μου, τὸν νόμον μου· καὶ οὗτος κράζει, ὅτι Ἰησοῦς ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Εἰς Μωϋσῆν ἐβλασφήμησε, τὸν σεβάσμιον παρ᾽ ὅλῳ τῷ ἔθνει, τὸν εἰς συμμαχίαν ὅλην λαβόντα τὴν κτίσιν, τὸν δουλείας χαλεπῆς ἐλευθερώσαντα τὸ ἔθνος, τὸν ῥάβδῳ τὰ τῆς θαλάττης τειχίσαντα ὕδατα, τὸν βυθίσαντα προσευχῇ τὰ τῶν Αἰγυπτίων στρατεύματα, τὸν ἐν νυκτὶ προσευχῇ οὐράνιον ἀνάψαντα στῦλον, τὸν μεθοδεύσαντα οὐράνιον ἀγεώργητον ἄρτον, τὸν ἐξαντλήσαντα τῇ ῥάβδῳ τῆς ἀγόνου τὰ ῥεῖθρα. Εἰς Μωϋσῆν. Καὶ τί τῷ, Εἰς Μωϋσῆν, παρατείνω τὸν λόγον, καὶ τὸν Θεόν; Εἰς αὐτὸν τὸν οὐρανὸν ἠκόντισε τὰ βέλη· κατ᾽ αὐτοῦ τοῦ Δημιουργοῦ ἐξέτεινε τὴν γλῶσσαν· νεκρὸν ἀντίθεον κηρύττει τοῦ Κτίστου.

Εἰς Μωϋσῆν, καὶ εἰς τὸν Θεόν. Συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες ἥρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον. Εἰς ὀργὴν τὸν λαὸν συνεκίνησαν, καὶ ἥρπασαν αὐτόν· ἥρπασαν οἱ θῆρες τὸ πρόβατον, καὶ ἤγαγον εἰς τὸ συνέδριον, τὸ ὑποκρίσεως ἀνάμεστον καὶ φθόνου· εἰς τὸ συνέδριον τὸ ἀλλότριον ἀληθείας, καὶ χηρεῦον δικαίου· καὶ ἤγαγον αὐτὸν εἰς τὸ συνέδριον, περὶ οὗ πόῤῥωθεν κέκραγεν Ἱερεμίας· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν ματαιότητος· Καὶ ἔστησαν μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου. Τὸ ἱερὸν, φησὶ, τὸν τόπον τοῦτον οὐκ ἠρυθρίασεν ἐνυβρίσαι, ὅπου τὰ θεῖα ἀναγινώσκονται ῥήματα, ὅπου τῶν προφητῶν σαλπίζονται τὰ συγγράμματα, ἔνθα αἱ πλάκες καὶ τὸ οὐράνιον μάννα, ὅπου ἡ κιβωτὸς καὶ ἡ τοῦ Ἀαρὼν ῥάβδος, ὅπου ἀρχιερέων πολιὰ, καὶ πρεσβυτέρων ἀξίωμα, καὶ γραμματέων τιμή· ἀλλὰ παίγνιον ἡγεῖται τὸν τόπον, εὐτελὲς τὸ ἱερὸν ἀποφαίνεται.

Καὶ οὐ μόνον κατὰ τοῦ τόπου ἐτόλμησε φθέγξασθαι, ἀλλὰ καὶ κατὰ τοῦ νόμου. Σκιὰν τὸν νόμον εἶναι φαντάζεται· τύπον τὴν Παλαιὰν ἀνυποστόλως κηρύττει· μείζονα τὸν Γαλιλαῖον εἶναι λέγει Μωϋσέως, ἰσχυρότερον τὸν ἐκ Μαρίας τοῦ νομοθέτου κηρύττει· οὐκ ἠρυθρίασε τῶν πρεσβυτέρων τὴν ἀξίαν, οὐκ ἐδειλάνθη τῶν γραμματέων τὰ πλήθη, ἀλλ᾽ ἐβλασφήμησε κατὰ τοῦ τόπου καὶ τοῦ νόμου.

γʹ. Καὶ μάθετε αὐτοῦ τῶν λόγων τὴν πεῖραν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Νεκρὸν ἡμῖν ἐπαπειλεῖται Δεσπότην, τεθνεῶτα ἡμῖν ἐπαγγέλλεται Κύριον. Ἰησοῦς ὁ Ναζωραῖος ἀναστήσεται, καὶ καταλύσει τὸν τόπον τοῦτον.

Ἐφαντάσθη, φησὶν, οὗτος ὁ νεανίας· ἠγνόησε τοῦ περιβοήτου ναοῦ τὴν τέρψιν· διέλαθον αὐτὸν τῶν ἐν αὐτῷ τελεσθέντων οἱ πόνοι. Ἡ Σολομῶντος σοφία τοῦτον διέγραψε τὸν οἶκον· σύμμαχον ἔσχεν ὁ σοφὸς τὴν ἄνωθεν χάριν· πολλοὺς ἀγῶνας ἐν τῇ κτίσει ὑπέμεινε τοῦ ἔργου· καὶ ὀγδοήκοντα μὲν χιλιάδες ἐλατόμουν ἐν τῷ ὄρει· ἑβδομήκοντα δὲ χιλιάδες ἐξέτεμνον τὸ ξύλον· τριάκοντα χιλιάδες παρεκόμιζον τὸν λίθον· τρισχίλιοι ἑξακόσιοι ἐπεστάτουν τῷ ἔργῳ· φιλότιμον χεῖρα τῷ ἱερῷ ἐπεξέτεινε, καὶ ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσι μόλις ἠδυνήθη κατασκευάσαι τὸ ἔργον· καὶ οὗτος λέγει, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος καταλύσει τὸν τόπον [τοῦτον]· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ Καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Τὸ πανάγιον σάββατον ὑπ᾽ ἐκείνου καταλυθήσεσθαι λέγει· τὴν ἔννομον περιτομὴν ὑπὸ τοῦ Ναζωραίου ἀνατραπήσεσθαι ἀπεφήνατο· τὰς νεομηνίας ἡμῶν ὡς εὐτελεῖς παραγράφεσθαι λέγει· τῶν Σκηνοπηγιῶν τὴν τέρψιν τὸν ἐκ Μαρίας οὐ διαδέχεσθαι κηρύττει· τὰς θυσίας ἡμῶν ἀπροσδέκτους παρὰ τῷ Θεῷ εἶναι φαντάζεται· τοὺς ῥαντισμοὺς καὶ τὰ συνήθη καθάρσια τὸν θανόντα ἀνατρέψαι ἀποφαίνεται. Τίς τοιγαροῦν οὐκ οἶδε τοῦ Ναζωραίου τὸ τέλος; πότε δὲ θνητὸς τοὺς ζῶντας ἀμύνασθαι δύναται;

Ἡσαΐας ἐπρίσθη, καὶ οὐδαμοῦ ὁ τὰς δίκας εἰσπράττων· Ἱερεμίας ἐπνίγη, καὶ ἐπεξελθεῖν οὐκ ἠδυνήθη· ὁ Ναβουθὲ λίθοις ἀνῃρέθη, καὶ οὐδαμοῦ ὁ ἔκδικος τούτου· Ζαχαρίας ἐσφάγη, καὶ μένομεν ἕως τῆς δεῦρο ἀνέγκλητοι· καὶ τοῦ Ναζωραίου θανόντος ὑπέρμαχος ἵσταται οὗτος. Ὡς κριτὴν ἡμῖν τὸν νεκρὸν ἐπαπειλεῖται· ὡς δικαστὴν τὸν ἐν τύμβῳ καταγγέλλεται πλανώμενος. Εἶτα τούτων οὕτω ψευδῆ κατηγορούντων, Ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, βλοσυρὸν ὄμμα κατ᾽ αὐτοῦ ἐκπέμψαντες, ὀφρύας ὀργῇ μεμεστωμένας κατ᾽ αὐτοῦ ἀκοντίσαντες, ἐξ αὐτῆς τῆς θέας βουλόμενοι ἐκπλῆξαι τὸν ἀγωνιστὴν, ἐν τῇ ἑαυτῶν κακίᾳ τὸ προφητικὸν πληροῦντες λόγιον· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν· Ἀτενίσαντες εἰς αὐτὸν πάντες εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Ἡ γὰρ περὶ τὸ μαρτύριον χαρὰ προεκπηδῶσα τῆς ὄψεως, ἀγγελικὰς τῷ νεανίᾳ περιήστραπτε χάριτας. Καὶ διὰ τί τὸ πρόσωπον ἀγγέλου; Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Χριστοῦ, ὃν εἶπεν· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται· ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. Οὕτως ἔλαμψαν Μωϋσῆς καὶ Ἠλίας ἐν τῷ ὄρει, ὅτε συνελάλουν τῷ Ἰησοῦ, ὥστε ἰδόντας τοὺς μαθητὰς πεσεῖν ἐπὶ πρόσωπον· οὕτω μέλλουσιν ἐκλάμπειν πάντες οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ τοῦ Πατρός. Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

Εἶπε δὲ ὁ ἀρχιερεὺς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὢ λόγοι ὑποκρίσεως ἀνάμεστοι! ὢ ῥήματα ἐστολισμένα ἐπινοίᾳ καὶ φθόνῳ! Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ἐτόλμησας, φησὶν, ὦ ἄνερ, τὸν νομοθέτην ἐνυβρίσαι Μωϋσέα; εἰ ἄρα τῷ Θεῷ ἀντεστράτευσας ἀντίθεον; εἰ κατὰ τοῦ παναγίου ἀνερυθριάστως ἐλάλησας τόπου; εἰ τὸν ἐκ Θεοῦ δοθέντα νόμον ἄκυρον εἶναι ἐφαντάσθης; εἰ τὸν Ναζωραῖον ἐναλλάττειν τὰ Μωϋσέως ἐνόμισας; Μεγάλων κακῶν ἑαυτοῦ πρόξενος ἐγένου. Εἶτα πρὸς ταῦτα ὁ πρωτόμαρτυς· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἐχέτω, φησὶ, πᾶσα τέως ἡλικία τὴν προσήκουσαν ἑκάστῳ τιμήν.