Ἀγνώστῳ θεῷ. Τοσαύτη» φησὶν «ὑμῶν ἡ πλάνη, ὡς καὶ θεοὺς ἀγνοεῖν ὁμολογεῖτε <οὓς> θεοὺς προσκυνεῖτε.» Ὢ τῆς ἀπάτης τοῦ διαβόλου. Ὢ τῆς τοῦ Παύλου σοφίας. Ἀφ’ ὧν εἰς τὴν ἀκροτάτην αὐτοὺς συνήλασεν ἐκεῖνος ἀσέβειαν, ἀπὸ τούτων εἰς εὐσέβειαν οὗτος ἀνάγει. Ὡς γὰρ ἐν τάξει θεῶν τὰ πάντ’ ἐτετίμητο, οὐρανός, ἥλιος, ἀστέρας, σελήνην, πῦρ, ὕδωρ, ἀήρ, βοσκήματα πάντα, τὰ ξύλα καὶ λίθοι καὶ τὰ δένδρα τὰ κάλλιστα· καὶ τοῖς αὐτοῖς πρὸς δειλίαν τε εἶχαν, καὶ πάλιν προσεκύνουν· ἤδη δὲ καὶ πορνεία καὶ μέθη καὶ κλοπὴ καὶ φόνος εἰς Ἄρεα[ν] καὶ Ἑρμῆν καὶ Διόνυσσον καὶ Ἀφροδίτην μετακληθέντες ἐθεραπεύοντο. Καὶ λοιπὸν οὐδὲν εἰς προσκύνησιν ἦν. Ἐκ περιουσίας ὁ διάβολος παίζων εἰς τοὺς σοφοὺς Ἀθηναίους καὶ τῆς τυραννίδος αὐτοῦ τὸ κράτος ἐπιδεικνύμενος, οὗ θεὸν οὐκ εἶχεν εἰπεῖν, ἐπέγραψεν· Ἀγνώστῳ θεῷ. «Εἴ τις ἕτερος», φησίν, «μετὰ τοὺς θρησκευομένους μυρίους, <εἴ> τις ἡμᾶς λανθάνων θεός ἐστιν, καὶ οὗτος ἐν τοῖς τιμωμένοις.» Ταύτην οὖν τὴν ἀφορμὴν λαβὼν ὁ πνευματικὸς ἡμῶν ῥήτωρ τὴν οἰκείαν παρεισάγει διδασκαλίαν, ἐκ τῶν τοῦ διαβόλου γραμμάτων πιστούμενος τὴν ἀλήθειαν· «Βωμὸν ἀνεστήσατε θεῷ», φησίν, «ᾧ οὐκ ἴστε· ἐδηλώσατε διὰ τῆς ἐπιγραφῆς ὡς ἔστιν θεὸς ἕτερος ἀγνοούμενος. <Τ>οῦτον τοίνυν [αὐτὸν] ἥκω κηρύττων ἐγώ. Ὃν γὰρ ἀγνοοῦντες», φησίν, «σέβεσθε, τοῦτον ἐγὼ ὑμῖν καταγγέλλω.» Τίς τοίνυν ἐστὶν οὗτος; «