Εἶτα ζητῶν ἀμοιβὴν, καὶ οὐδεμίαν ἔχων τῶν γεγενημένων ἴσην εὑρεῖν, τὸν Θεὸν αὐτὸν αὐτῷ δίδωσιν ὀφειλέτην, οὑτωσὶ λέγων· Ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ σήμερον. Τί γὰρ καὶ εἶχεν ἄξιον ἀποδοῦναι τῶν εὐεργεσιῶν, εἰ καὶ βασιλείαν ἔδωκε, καὶ τὰς πόλεις ἁπάσας; Οὐ γὰρ πόλεις ἁπλῶς καὶ βασιλείαν, ἀλλὰ καὶ αὐτὴν αὐτῷ τὴν ψυχὴν ἐχαρίσατο ὁ Δαυΐδ· οὗτος δὲ ψυχὴν ἀντιδοῦναι ἑτέραν οὐκ εἶχε. Διὰ τοῦτο αὐτὸν τῷ Θεῷ παραπέμπει, καὶ ταῖς ἐκεῖθεν γεραίρει ἀμοιβαῖς, τοῦτόν τ᾽ ἐπαινῶν καὶ παιδεύων ἅπαντας, ὅτι τότε μείζους ἡμῖν παρὰ τοῦ Θεοῦ κείσονται αἱ ἀντιδόσεις, ὅταν μυρία τοὺς ἐχθροὺς ἀγαθὰ ποιήσαντες, τὰ ἐναντία ἀπολάβωμεν. Εἶτά φησιν, ὅτι Ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν γινώσκεις, εἰπέ μοι, τοῦτο; Παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρήματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασιλικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις καὶ ἀνέστιος, ἄοικος.