Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος, ὁ κατελθὼν οὐρανόθεν, κατήχησε, προκατήρτισε τὴν παρθένον, ἐδίδαξεν αὐτὴν, ὅσον ἐχώρησεν· ἤκουσε καὶ αὐτὸς παρ᾽ αὐτῆς, ἅπερ ἐσπούδαζε μαθεῖν· καὶ πάλιν ἀνῆλθεν ὅθεν κατῆλθε, κάτω καταλιπὼν τὸν ἀποστείλαντα, καὶ πάλιν ἄνω εὑρὼν αὐτὸν ἐν οὐρανοῖς προσκυνούμενον ὑπὸ πάσης ἀγγελικῆς στρατολογίας. Τί οὖν πρὸς ταῦτα λέγεις, ὦ Ἄρειε; εἰπέ μοι, ὦ ἄθλιε, πῶς ἐχωρήθη ὁ ἀχώρητος ἐν μήτρᾳ παρθενικῇ, πῶς παρθένος οὖσα συνέλαβε, καὶ παρθένος πάλιν διεφυλάχθη, καὶ τοῦ Σωτῆρος τὸν τόκον ἐπλούτησε, καὶ αὐτὴ συνεπλουτίσθη τῇ χάριτι. Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ γὰρ ἡ μήτηρ τοῦ μυστηρίου τὸ μυστήριον, ὃ ἔτεκεν, οὐ κατέλαβε, πῶς σὺ δυνήσῃ τοῦτο καταλαβεῖν; εἰ Γαβριὴλ ὁ ἀρχάγγελος ἐρωτηθεὶς παρὰ τῆς μητρὸς τοῦ Κυρίου, Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω, πλεῖον εἰπεῖν οὐκ ἐδυνήθη, ἀλλὰ κατέφυγεν ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οὐδὲν ἕτερον δυνάμενος ἀποφήνασθαι ἰσχυρότερον, σὺ πῶς εὑρήσεις εἰπεῖν, ὅπερ ὁ Γαβριὴλ οὐκ ἴσχυσεν ἑρμηνεῦσαι; εἰ δὲ τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ, τὴν γενομένην ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, οὐδεὶς κατ᾽ ἀξίαν δύναται διηγήσασθαι, ἐκείνην τὴν γέννησιν, τὴν οὐράνιον, τὴν ἄχρονον, τὴν ἀσώματον, τὴν ἀόρατον, τὴν ἀπαθῆ, τὴν παντελῶς ἀνέκφραστον καὶ ἀκατάληπτον, πῶς τολμᾷς πολυπραγμονεῖν; τίς παρέσχε σοι τῆς τοιαύτης τόλμης τὰ σπέρματα;