Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Εὐτρόπιον

Ἰωάννης ὁ Χρυσόστομος

Η ποιμαντική ανεξικακία και η επιδίωξη των πνευματικών αγαθών

Προτροπή για συγχώρεση των εχθρών, αναπαράσταση της επίγειας ζωής ως προσωρινής οδοιπορίας και νουθεσία για την αναζήτηση της βασιλείας των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

εʹ. Ἀλλ᾽ οὐκ ἐγὼ τοιοῦτος· ἀλλ᾽ ἐγὼ ἐπιβουλευόμενος, προστάτης ἐγενόμην. Μυρία ἔπαθον δεινὰ, καὶ οὐκ ἠμειψάμην. Τὸν γὰρ Δεσπότην τὸν ἐμαυτοῦ μιμοῦμαι, ὃς ἐν τῷ σταυρῷ ἔλεγεν· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν Ταῦτα δὲ λέγω, ἵνα μὴ τῇ ὑπονοίᾳ τῶν πονηρῶν παραφθείρησθε. Πόσαι μεταβολαὶ γεγόνασιν, ἐξ οὗ τῆς πόλεως ἐπέστην, καὶ οὐδεὶς σωφρονίζεται;

Οὐδεὶς δὲ ὅταν εἴπω, οὐ πάντων καταγινώσκω· μὴ γένοιτο. Οὐ γὰρ ἔστι τὴν ἄρουραν ταύτην τὴν λιπαρὰν, δεξαμένην σπέρματα, μὴ καὶ στάχυν ἐνεγκεῖν· ἀλλ᾽ ἐγὼ ἀκόρεστός εἰμι, οὐ βούλομαι ὀλίγους σωθῆναι, ἀλλὰ πάντας. Κἂν εἷς ἀπολειφθῇ ἀπολλύμενος, ἐγὼ ἀπόλλυμαι, καὶ οἶμαι τὸν ποιμένα ἐκεῖνον μιμεῖσθαι, ὃς ἐνενήκοντα ἐννέα εἶχε πρόβατα, καὶ ἐπὶ τὸ ἓν πεπλανημένον ἔδραμεν. Μέχρι πότε χρήματα; μέχρι πότε ἄργυρος· μέχρι πότε χρυσός; μέχρι πότε οἶνος ἐκχεόμενος; μέχρι πότε κολακεῖαι οἰκετῶν; μέχρι πότε κρατῆρες ἐστεμμένοι; μέχρι πότε συμπόσια σατανικὰ, καὶ διαβολικῆς γέμοντα ἐνεργείας;

Οὐκ οἶσθα, ὅτι ἀποδημία ὁ παρὼν βίος; Μὴ γὰρ πολίτης εἶ; Ὁδίτης εἶ. Συνῆκας τί εἶπον; Οὐκ εἶ πολίτης, ἀλλ᾽ ὁδίτης εἶ καὶ ὁδοιπόρος. Μὴ εἴπῃς· Ἔχω τήνδε τὴν πόλιν, καὶ ἔχω τήνδε. Οὐκ ἔχει οὐδεὶς πόλιν. Ἡ πόλις ἄνω ἐστί. Τὰ παρόντα ὁδός ἐστιν.

Ὁδεύομεν τοίνυν καθ᾽ ἡμέραν, ἕως ἡ φύσις ἐπιτρέχει. Ἔστι τις ἐν ὁδῷ χρήματα ἀποτιθέμενος· ἔστι τις ἐν ὁδῷ χρυσίον κατορύττων. Ὅταν οὖν εἰσέλθῃς εἰς πανδοχεῖον, εἰπέ μοι, τὸ πανδοχεῖον καλλωπίζεις; Οὐχὶ, ἀλλ᾽ ἐσθίεις καὶ πίνεις, καὶ ἐπείγῃ ἐξελθεῖν.

Πανδοχεῖόν ἐστιν ὁ παρὼν βίος. Εἰσήλθομεν, καταλύομεν τὸν παρόντα βίον· σπουδάζωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος, μηδὲν ἀφῶμεν ὧδε, ἵνα μὴ ἀπολέσωμεν ἐκεῖ. Ὅταν εἰσέλθῃς εἰς τὸ πανδοχεῖον, τί λέγεις τῷ παιδί; Βλέπε ποῦ ἀποτίθης τὰ πράγματα, μή τι καταλείπῃς ἐνταῦθα, ἵνα μή τι ἀπόληται, μήτε μικρὸν, μήτε εὐτελὲς, ἵνα πάντα εἰς τὴν οἰκίαν ἀπενέγκωμεν. Οὕτω καὶ ἡμεῖς ἐν τῷ παρόντι βίῳ· βλέπωμεν ὥσπερ πανδοχεῖον τὸν βίον, καὶ μηδὲν ὧδε καταλείπωμεν ἐν τῷ πανδοχείῳ, ἀλλὰ πάντα εἰς τὴν μητρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος, μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Καὶ πῶς; ἐγὼ λέγω. Ὁ ὁδίτης οἶδε τὸ πότε εἰσέρχεται εἰς τὸ πανδοχεῖον, καὶ πότε ἐκβαίνει· κύριος γάρ ἐστι τοῦ ἐξελθεῖν, ὥσπερ καὶ τοῦ εἰσελθεῖν· ἐγὼ δὲ εἰσερχόμενος εἰς τὸ πανδοχεῖον, τουτέστιν, εἰς τὸν παρόντα βίον, πότε ἐξέρχομαι οὐκ οἶδα. Καὶ ἐνίοτε παρασκευάζομαι πολλοῦ χρόνου διατροφὰς, καὶ ὁ Δεσπότης παραχρῆμα καλεῖ με· Ἄφρων, ἃ ἡτοίμασας, τίνι ἔσται; Τῇ νυκτὶ γὰρ ταύτῃ λαμβάνουσι τὴν ψυχήν σου. Ἄδηλος ἡ ἔξοδος, ἄστατος ἡ κτῆσις, μυρίοι κρημνοὶ, πανταχόθεν κύματα. Τί μαίνῃ περὶ τὰς σκιάς; τί ἀφεὶς τὴν ἀλήθειαν κατατρέχεις ἐπὶ τὰς σκιάς;

ϛʹ. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, συνεχῆ τὴν ὀδύνην ἐργαζόμενος, καὶ τὰ τραύματα καταστέλλων, καὶ οὐ διὰ τοὺς πεσόντας, ἀλλὰ διὰ τοὺς ἑστῶτας. Ἐκεῖνοι γὰρ ἀπῆλθον, καὶ τέλος ἔλαβον· οἱ δὲ ἑστῶτες ἐν ταῖς ἐκείνων συμφοραῖς ἀσφαλέστεροι γεγόνασι.

Καὶ τί, φησὶ, ποιήσομεν; Ἓν μόνον ποίησον, μίσησον χρήματα, καὶ φίλει σου τὴν ζωήν. Ῥῖψον τὰ ὄντα, οὐ λέγω τὰ πάντα, ἀλλὰ τὰ περιττὰ περίκοψον. Τῶν ἀλλοτρίων μὴ ἐπιθύμει, τὴν χήραν μὴ γυμνώσῃς, τὸν ὀρφανὸν μὴ ἁρπάσῃς, τὴν οἰκίαν μὴ λάβῃς· οὐ λέγω πρόσωπα, ἀλλὰ πράγματα. Εἴ τινος δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτὸς αἴτιος, οὐχ ὁ ἐμὸς λόγος. Τί ἁρπάζεις, ὅπου φθόνος; Ἅρπασον, ὅπου στέφανος. Μὴ ἅρπαζε τὴν γῆν, ἀλλὰ τὸν οὐρανόν. Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Τί ἁρπάζεις τὸν πένητα τὸν ἐγκαλοῦντα; Ἅρπασον τὸν Χριστὸν τὸν ἐπαινοῦντα. Εἶδες ἀγνωμοσύνην καὶ μανίαν;

Ἁρπάζεις πένητα τὸν ἔχοντα ὀλίγον; Ὁ Χριστὸς λέγει· Ἐμὲ ἅρπασον, χάριν σοι ἔχω τῆς ἁρπαγῆς· τὴν ἐμὴν βασιλείαν ἅρπασαι καὶ βίασαι. Τὴν κάτω βασιλείαν ἐὰν θελήσῃς ἁρπάσαι, μᾶλλον δὲ κἂν θελήσῃς ἐννοῆσαι, κολάζῃ· τὴν ἄνω δὲ ἐὰν μὴ ἁρπάσῃς, τότε κολάσῃ. Ὅπου τὰ βιωτικὰ, φθόνος ὅπου δὲ τὰ πνευματικὰ, ἀγάπη. Ταῦτα μελέτα καθ᾽ ἑκάστην ἡμέραν, καὶ μὴ πάλιν ἰδὼν μετὰ δύο ἡμέρας ἄλλον ὀχήματι φερόμενον, σηρικὸν περιβεβλημένον ἱμάτιον, κορυφούμενον, θορυβηθῇς, ταραχθῇς. Μὴ ἐπαίνει πλούσιον, ἀλλὰ τὸν ἐν δικαιοσύνῃ μόνον. Μὴ κάκιζε πένητα, ἀλλὰ μάθε τῶν πραγμάτων τὴν κρίσιν ἔχειν ὀρθὴν καὶ ἀδιάπτωτον.