Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Φαρισαῖον καὶ τὴν πόρνην

Ἰωάννης ὁ Χρυσόστομος

Οι λογισμοί του Φαρισαίου και η αντιπαραβολή των έργων

Ο σκανδαλισμός του Σίμωνα, η απόδειξη της θείας παντογνωσίας του Χριστού μέσω της παραβολής των δύο χρεοφειλετών και η αντιπαραβολή της συμπεριφοράς του Φαρισαίου με τα δάκρυα της γυναίκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Τοιαῦτα λαλούσης ἐν ἑαυτῇ τῆς πιστῆς γυναικὸς καὶ δεομένης, ἐγγὺς ὢν ὁ Σωτὴρ ἐδίδου τῇ ποθούσῃ τοῦ πόθου κατατρυφᾷν, καὶ τοὺς πόδας ἐγχειρίσαι ἐκείνην πρὸς ἀπόλαυσιν ἄπληστον, ἐπὶ τῆς στιβάδος ὢν, καὶ κατατρυφῶν τὸν ἐκείνης κλαυθμὸν, καὶ εὐωχούμενος τοῖς τῆς μετανοίας δάκρυσι, καὶ πεινῶν τὸ δίψος τῆς διψώσης τὸν ἔλεον. Ἐντεῦθεν οἱ Φαρισαῖοι ἠρέμα ἐψιθύριζον πρὸς ἀλλήλους λέγοντες· Τί τοῦτο τὸ ξένον καὶ παράδοξον θέαμα; τίς τὴν πόρνην ταύτην ἐδίδαξε σωφρονεῖν; τίς τὴν ἐκκεχυμένην πρὸς αἰσχρὰς ἡδονὰς ἔπεισε τοιαῦτα φρονεῖν; οὐχ αὕτη ἐστὶ τὸ τῆς ἡμετέρας πόλεως ἐπίσημον ὄνειδος; οὐχ αὕτη ἡ τῶν ἀεὶ βουλομένων γυνή; οὐχ αὕτη ἐστὶν ἡ τῆς ἁμαρτίας ἑκάστου κατήγορος; οὐχ αὕτη ἐστὶν ἡ τῆς σωφροσύνης ἐχθρὰ, καὶ τῶν νομίμων γάμων τοιχωρύχος; οὐχ αὕτη ἐστὶν ἡ μετὰ κολακείας λῃστεύουσα τοὺς ἀνθρώπους; Πῶς οὖν ἐκ τοιαύτης τοιαύτη γενήσεται; πῶς ἡ φιλόγελως καὶ φιλοτερπνὴς φιλόδακρυς ἐφάνη καὶ φιλοπενθής; πῶς ἡ ἄσοφος, καὶ παράκαιρος, καὶ τῇ μορφῇ καὶ τῷ βλέμματι, καὶ τῷ σχήματι καὶ τοῖς περιέργοις βαδίσμασι, καὶ πᾶσι τοῖς μέλεσι πάντας μνηστευομένη τῷ θανάτῳ, ἐπὶ τὸ σῶφρον τοῦτο σχῆμα καὶ πρᾶγμα μετέπεσεν; Ὢ τῆς ἀπροσδοκήτου μεταβολῆς; ὢ τῆς ξένης μεταλλαγῆς.

Οἱ μὲν οἰκέται τοῖς τοιούτοις λόγοις ἐκέχρηντο· ὁ δὲ καλέσας τὸν Ἰησοῦν Φαρισαῖος, βλασφήμους λογισμοὺς τίκτων ἐν τῇ ἰδίᾳ ψυχῇ, ἔλεγεν· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Ἁπλῶς, φησὶ, καὶ ὡς ἔτυχεν, οὗτος προφήτης λέγεται· ἠπατήθην κἀγὼ μετὰ τῶν ἄλλων, τοῦτον ὡς τῶν ἀδήλων ἐξεταστὴν εἰσαγαγὼν εἰς τὴν ἐμὴν οἰκίαν. Εἰ γὰρ προφήτης ἦν, καὶ σαφῶς ᾔδει τὰ μέλλοντα. Τὴν φανερὰν πᾶσι καὶ κατάδηλον οὐκ εἰδὼς, πῶς οὖν ἐπίσταται τὰ πᾶσιν ἀπόῤῥητα; πῶς ἀνέχεται χειρῶν πορνικῶν; πῶς οὐκ ἀπελαύνει πόῤῥωθεν τὴν οὐδὲν ἔχουσαν τοῦ σώματος ἄπρακτον; πῶς οὐδὲ βδελύσσεται τὴν βδελυρὰν, καὶ πάσης αἰσχρότητος γέμουσαν;

Κακίζει τὴν πολλὴν φιλανθρωπίαν ὁ Φαρισαῖος ὡς ἄγνοιαν, καὶ ὑποβάλλει τὴν συγκατάβασιν τῷ τῆς ἀγνοίας ὀνόματι, νοσῶν αὐτὸς τοῦ γινομένου τὴν ἄγνοιαν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἔχω σοί τι εἰπεῖν. Οἶδα τί λέγεις μὴ λέγων μηδὲν, οἶδα τί φθέγγῃ σιγῶν, οἶδα τί βοᾷς σιωπῶν, οἶδα τί καὶ αὕτη κατὰ διάνοιάν μοι προσδιαλέγεται, οἶδα κἀγὼ πόσους ἐν τῇ ψυχῇ κατ᾽ ἐμοῦ χαλκεύεις λογισμούς. Διηγήσομαί σοι τῶν ἐνθυμημάτων τὰς φωνὰς, ἐξαγορεύσω τὰ παρὰ σοῦ βλασφημούμενα, δημοσιεύσω τὰ φρονήματα τῶν σῶν ἐννοιῶν, ὡς τοῖς λογισμοῖς τῆς σῆς ψυχῆς ἐγκαθήμενος.

Οὕτω λέγεις, Εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Ταῦτα τὰ ῥήματα τῆς σῆς διανοίας. Πῶς οὖν κατέγνων τῶν ἐν τῷ βυθῷ τῆς σῆς διανοίας κινηθέντων λογισμῶν τὴν ζάλην, εἰ μὴ Θεὸς ἤμην πάντων δημιουργός;

Ὡς ὑποπτεύεις αὐτὸς ἐκ τῆς ἀποκρίσεως, γνῶθι ὅστις εἰμὶ ἀποκρινόμενός σοι μὴ λαλοῦντι μηδέν· ἐκκαλύπτω τὰ ῥήματα τῆς σῆς ψυχῆς. Εἰ ἤμην προφήτης, ἐγίνωσκον τίς καὶ ποταπὴ ἡ γυνή; καὶ ποῦ χρεία προφητικῆς ἐλλάμψεως ἐπὶ τῆς γνωριζομένης ὄψεως; οὐκ οἶδα τὴν προεστηκυῖαν ἐπὶ τῆς ἀγορᾶς; οὐκ οἶδα τὴν πᾶσι κατάδηλον; οὐκ ἐπίσταμαι ταύτην, δι᾽ ἣν ἦλθον πρὸς σέ; Γινώσκω τίς καὶ ποταπὴ ἡ γυνή· οὐδὲν γὰρ λανθάνει τὸν τῆς θεότητος ὀφθαλμὸν, οὐ πλεονέκτης, οὐ πονήρευμα· γινώσκω τίς καὶ ποταπὴ ἡ γυνὴ, καὶ ὅτι ἁμαρτωλός ἐστι· καὶ διὰ τοῦτο χαίρω κατεχόμενος παρ᾽ αὐτῆς, ἵνα τὴν κρατοῦσαν εὐλαβῶς περισώσω θεοπρεπῶς.

Οὐ γὰρ μολύνομαι παρὰ τῶν ταύτης χειρῶν, ἀλλ᾽ ἐγὼ ταύτην καθαρὰν ἀπεργάζομαι. Ἥλιον γὰρ βόρβορος οὐκ ἀμαυροῖ, μαργαρίτην πηλὸς οὐκ ἀλλάσσει, τοῦ ἀναμαρτήτου ἁμαρτία οὐχ ἅπτεται. Οὐχ ἡψάμην πρῴην λεπροῦ, καὶ τὸ πάθος ἀπέφυγε; μὴ λεπρὸς ἐγενόμην, πλησιάσας λεπρῷ; Οὕτω καὶ νῦν τὰ συνήθη θαυματουργῶν μεταβάλλων ταύτην πρὸς ἁγιότητα, οὐ μεταβάλλομαι πρὸς τὴν αὐτῆς ποιότητα ἀνεχόμενος τῆς ἁφῆς τῆς μεσούσης χειρός. Ἰατρὸς γάρ εἰμι· ἰατρὸς δὲ οὐ τραυμάτων καὶ σηπεδόνων καὶ ἰχώρων, ἀλλὰ τὴν σωτηρίαν τοῖς νοσοῦσι κατὰ ψυχὴν πραγματευόμενος· ποιητής εἰμι, καὶ φείδομαι τοῦ ἐμοῦ πλάσματος· δεσπότης εἰμὶ, καὶ οὐκ ἀνέχομαι ζημιωθῆναι φιλοδέσποτον δούλην· ποιμήν εἰμι, καὶ πρόβατον ἐμὸν πλανώμενον εὑρὼν εἰκότως εὐφραίνομαι· λιμήν εἰμι, καὶ πάντας τοὺς προσορμίζοντας προσδέχομαι. Σίμων, ἔχω σοί τι εἰπεῖν.

Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Τέως μετὰ ταύτης τέταξαι· τί στρατεύεις κατ᾽ αὐτῆς, ὡς μόνος ἀνελθὼν εἰς τὴν ἀκρόπολιν τῶν ἀρετῶν; τέως ὑπεύθυνός μοι καθέστηκας· τί οὖν κατακρίνεις ταύτην, ὡς μόνος ἀνεύθυνος; δύο χρεωφειλέται, σὺ καὶ αὐτὴ τυγχάνετε· ὁ δὲ δανειστὴς ἐγώ εἰμι· ἐδάνεισά σοι καὶ τῷ γυναίῳ τὴν παροῦσαν ζωήν. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Αὕτη χρεωστεῖ πεντακόσια δηνάρια· πολλὰ γὰρ ἐξήμαρτε· σὺ χρεωστεῖς πεντήκοντα· ὀλίγον γὰρ ἔπταισας· ἀλλ᾽ ὅμως ὑπόκεισαι λογοθεσίῳ ζωῆς. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Ἐχαρισάμην σοι τὰ ἐγκλήματα, χαρίζομαι καὶ ταύτῃ τὰ πλημμελήματα· ἀπήλαυσας πρῶτος τῆς ἐμῆς παρουσίας, ἀπολαυσάτω καὶ αὐτὴ τῆς ἐμῆς ἀμνησικακίας. Ἤθελές με περὶ μὲν σὲ φανῆναι φιλάνθρωπον, περὶ δὲ ταύτην ἀπάνθρωπον;

Ἀλλ᾽ οὐκ ἀνέχομαι λαβεῖν σε διοικητὴν τῆς ἐμῆς ἀγαθότητος. Εἰ σὺ τοιαύτην ἔσχες χώραν, αὕτη δὲ τὴν σὴν, ἐβούλου αὐτὴν περὶ σοῦ τοιαῦτα λέγειν ἃ σὺ κατ᾽ αὐτῆς φρονεῖς; Οὐκ ἤκουσας ὅτι, Ἃ μὴ βούλει παθεῖν, μὴ θέλῃς ποιεῖν· οὗτος γὰρ ὁ κοινὸς νόμος τῆς φύσεως. Τίς οὖν, εἰπέ μοι, πλέον ἀγαπήσει αὐτόν;

Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλέον ἐχαρίσατο. Καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Ὀρθῶς ἔκρινας. Οὐκοῦν ἔμμεινον οἷς ἐδίκασας πρῶτος αὐτός. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι λέγει, Βλέπεις ταύτην τὴν γυναῖκα; Ἐγὼ οὐκ ἔτι καλῶ πόρνην, τὴν ῥίψασαν μετὰ τοῦ πράγματος καὶ τὸ ὄνομα. Βλέπεις ταύτην τὴν γυναῖκα τὴν αὐτόκλητον ἐπεισελθοῦσαν ἡμῖν, τὴν ἐπιδεικνυμένην ἀναίδειαν ἐπαινουμένην, τὴν ἀσκοῦσαν ἀναισχυντίαν ἀγαπωμένην, τὴν ὁδηγὸν τῆς πρὸς ἐμὲ φερούσης ὁδοῦ, τὴν ἡγεμόνα τῆς εὐσεβείας, τὴν διδάσκαλον τῆς μετανοίας, τὴν ἔργῳ τὰ πράγματα διδάξασαν, τὴν ἄπαυστα κλαίουσαν, τὴν παῤῥησίαν τῶν ἁμαρτωλῶν, τὴν κήρυκα τῆς ἐμῆς εὐσπλαγχνίας, τὴν ἐκκλησίαν τὸν σὸν οἶκον ποιήσασαν, τὴν μόνην μόνῳ προσευχομένην, τὴν ἄνθρωπόν με θεωροῦσαν καὶ ὡς Θεὸν ἱκετεύουσαν, μὴ δορυφόρους, μὴ βῆμα δικαστικὸν, καὶ ὡς κριτήν με γονυπετοῦσαν, τὸν κείμενον προσκυνοῦσαν; Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἀκάματον, τὴν ἐργάτιν τῶν ἀγαθῶν, τὴν διὰ τῶν πλοκάμων αὐτῆς καὶ τῶν δακρύων ὑφαίνουσαν ἑαυτῇ τὴν τῆς ἀθανασίας στολὴν, τὴν πρεσβεύουσαν διὰ πάντων αὐτῆς τῶν μελῶν περὶ ἑαυτῆς, τὴν ἄπληστον ἐν οἷς οὐκ ἐχρῆν ἰδεῖν, ἀπληστοτέραν ἐν οἷς τὸ ἄμετρον μακαρίζεται;

Σκόπησον τὰ γενόμενα παρὰ σοῦ, καὶ θέασαι τὰ γεγενημένα παρ᾽ αὐτῆς, καὶ στεφανώσεις σὺν ἐμοὶ τὴν ἑαυτὴν στεφανώσασαν. Ἐὰν μὴ καὶ σὺ θαυμάσῃς τὴν εὐσέβειαν καὶ τὴν ἐργασίαν αὐτῆς, μέμφου τοῖς ἐμοῖς οἰκτιρμοῖς. Εἰσῆλθον εἰς τὴν οἰκίαν σου ἐγὼ ὁ Χριστὸς, ὁ ἄνω καὶ κάτω καὶ πανταχοῦ καὶ ἐνταῦθα οὕτως ὡς βλέπεις, καὶ τῇ παρουσίᾳ μου τετίμηκά σε, καὶ τὸν οἶκόν σου· καὶ σὺ ὕδωρ ὑπὸ τοὺς πόδας μου οὐκ ἔδωκας. Σὺ τὸ εὔκολον, τὸ ῥᾴδιον, τὸ εὐπόριστον τοῖς ἐμοῖς ποσὶν οὐκ ἐπέχεας· αὕτη δὲ, ἡ παρὰ σοῦ λοιδορουμένη, τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, οὓς οὐκ ἔβαψεν ὅλα τῆς θαλάσσης τὰ ὕδατα καὶ τὰ κύματα. Βλέπεις ξένην ἀρδείαν τοῖς ἐμοῖς ποσὶν ἐπιῤῥέουσαν· βλέπεις βροχὴν παράδοξον, οὐκ ἐκ τῶν νεφῶν φερομένην, ἀλλ᾽ ἐκ τῶν τῆς γυναικὸς ὀμμάτων τικτομένην. Ποία πηγὴ τοσούτων εὐπορεῖ ναμάτων, ὅσον αὕτη δακρύων; ποία κρήνη βλύζουσα τοσαύτας σταγόνας οὐκ ἐλέγχεται;

Αὕτη τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξε, καὶ ξένον λέντιον τὰς τρίχας αὐτῆς κατεσκεύασε, καὶ παράδοξον ἐκμαγεῖον τῶν ἐμῶν ποδῶν τοὺς πλοκάμους αὐτῆς ἐποίησε. Φίλημά μοι οὐκ ἔδωκας σύ· τὰ χείλη τὰ σὰ τοῖς ἐμοῖς χείλεσι προσαρμόσαι οὐ κατηξίωσας· αὕτη δὲ, ἀφ᾽ οὗ εἰσῆλθεν, οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας. Ὢ τῆς ὁμαλῆς προσεδρίας! ὢ φιλημάτων θείων! ὢ φιλημάτων πνευματικῶν ἀπολογησαμένων ὑπὲρ τῶν προτέρων περιπλοκῶν. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· τὸ τιμιώτερον μέρος τοῦ σώματος οὐκ ἐνότισας ἐλαίῳ ψιλῷ· αὕτη δὲ ἐλαίῳ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Τί οὖν σοι δοκεῖ; ἀποστραφῶ τὴν τοιαῦτά μοι φέρουσαν ξένια; ἀποσείσωμαι τὰ φίλα μοι δῶρα; μὴ ἐντραπῶ τοιαύτην καὶ τοσαύτην διάθεσιν; μὴ ἐντραπῶ πίστιν οὐρανοῦ ὑψηλοτέραν; παρίδω τοιαῦτα καὶ τοσαῦτα καλά· παρίδω ἐλεεινοὺς στεναγμούς; Ἀλλ᾽ οὐ πέφυκα τοιοῦτος. Παρίδω τοὺς τῶν δακρύων κρουνούς; Ἀλλ᾽ οὐ δύναμαι. Παρίδω τὴν δεδακρυμένην μορφήν; Διὰ μόνην φιλανθρωπίαν ἔλαβον τὴν τοῦ δούλου μορφήν. Ἀρνήσομαι ἐμαυτὸν διὰ σέ; μισήσω τὴν οὕτω με γνησίως ποθοῦσαν; ἀπελάσω τὴν οὕτω περιπλεκομένην μου τοῖς ποσίν; ἀποδιώξω τὴν ἱκέτιν μὴ τυχοῦσαν ὧν ἤλπισε; πληρώσω τοῦ διαβόλου τὸ βούλημα; χαρίσωμαι τῷ πολεμίῳ τὸ θήραμα; πέμψω πάλιν τὴν ἐμὴν περιστερὰν πρὸς τὸν ἱέρακα;