Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἡρῴδην καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και αναφορά στην ευαγγελική διήγηση

Προοίμιο για το πνευματικό χρέος του κηρύγματος και παράθεση της ευαγγελικής διήγησης του Ματθαίου, καθώς και της σχετικής προφητείας του Ιερεμία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν Ἡρώδην καὶ εἰς τὰ νήπια. Ἤθελον μὲν ἀεὶ καὶ πάντοτε τὸν πνευματικὸν ἀφηγεῖσθαι λόγον, πειθόμενος Παύλῳ τῷ λέγοντι· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες· μάλιστα δὲ ὅτι χρεώστης ἀπεφάνθην τῆς προτέρας Κυριωνύμου Κυριακῆς.

Οὐκ οἶδ᾽ ὅπως τοῦτο συμβαίνει περὶ ἐμὲ, τοῦ ἀεὶ χρέους μὴ ἀπαλλάττεσθαι τὴν ἐμὴν πενίαν, ὑμῶν τῶν ἀπλήστων ἐν τοῖς πνευματικοῖς δανειστῶν μεθοδευόντων σὺν τόκῳ τὸ ὄφλημα. Ἀλλ᾽ ὅμως οὐκ ἀποδύρομαι, ὦ φίλοι, ἀλλὰ πλέον ἀγάλλομαι· πλουσίου γὰρ δεσπότου εὔελπις δοῦλός εἰμι. Διὸ συγγνώμην οὐκ αἰτῶ, ἀλλ᾽ ἐνδοχὴν παρακαλῶ. Ἔχω γὰρ τὸν λογοδότην Θεὸν, τὸν λέγοντα· Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, οὐ διὰ τὴν τοῦ λαλοῦντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων εὐσεβῆ φιληκοΐαν. Ἤκουες γοῦν τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· Ἰδὼν δὲ ὁ βασιλεὺς Ἡρώδης, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ὄντας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ταῦτα ἐν τῇ κατὰ σάρκα γεννήσει τοῦ Χριστοῦ. Ἄκουε δὲ πῶς ἐκ πολλῶν τῶν χρόνων προελέγετο. Ὅπως, φησὶ πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Κραυγὴ ἐν Ῥαμᾷ ἠκούσθη Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς.