Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Το πρόσταγμα του Κυρίου και ο θρήνος του Άδη

Ερμηνεία της προσταγής προς τον νεκρό και η προσωποποιημένη αντίδραση του Άδη για την κατάλυση της εξουσίας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὥσπερ ἐκ συνθήματος ἵππος, οὕτως ἐκ τῆς τοῦ Δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα. Λάζαρε, δεῦρο ἔξω. Πρὶν εἰπεῖν, ἀνάστηθι, προστάττει τὴν ἔξοδον· κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρότερον, εἶθ᾽ οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον, Δέσποτα, τῷ κειμένῳ κηρύττεις;

Κειμένῳ, φησὶν, ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας, ἐχρονοτρίβησα τὴν ἔξοδον. Οὐ λέγω πρὸς αὐτὸν, ἔγειρε, καὶ δεῦρο ἔξω, ἵν᾽ ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν. Ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον, ἢ νεκρὸς, τῷ τάφῳ παρακαθήμενος. ᾍδης δὲ κάτωθεν, ὡς ἔοικε, τὸν νεκρὸν ἀποδιδοὺς ἀνεβόα· Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων, ὡς ὑπνοῦντας ἐγείρων; τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; τίς οὗτος ὁ κατεξανίστασθαι τόσον κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; τίς οὗτος ὁ πρὸς ζωὴν τοὺς ταφέντας ἀνατρέχειν ἐθίζων; τίς οὗτος ὁ τοὺς ἐμοὺς οὕτως εὐκόλως ἀναλύων νεκρούς; τίς οὗτος ὁ νεκρούς μου παλαιοὺς ἀποσπῶν ἐπιτάγματι; Οἴχεταί μοι τῆς κατὰ τῶν ἀνθρώπων, ὡς ὁρῶ, τυραννίδος τὸ σκῆπτρον, σαθρόν μοι λοιπὸν τοῦ θανάτου τὸ δεσμωτήριον ἀπῆλθεν. Ἠλίας νεκρὸν ἀνέστησε πρὸς χάριν γυναικὸς ἀποδείξας· ἐπελθὼν Ἑλισσαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς· νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσε, κλέπτων τοὺς σεσηπότας νεκροὺς, καὶ κινδυνεύω λοιπὸν μήτε σαπέντων ἐξουσιάζειν νεκρῶν.