Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ΄: Η φιλόθεη υπομονή των δικαίων και η προσωπική ευθύνη

Προβάλλεται η καρτερία του Ιώβ και του Λαζάρου έναντι των πειρασμών του διαβόλου. Τονίζεται το αγεφύρωτο χάσμα κατά την τελική κρίση και το αποκλειστικό βάρος της προσωπικής ευθύνης για τη σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 16

Οὐ μικρὸς δὲ πόνος οὗτος, ἀκριβῆ τὴν τούτων παρατήρησιν ἐπιδείκνυσθαι. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ τὸ φιλοσοφεῖν, καὶ ὡς οὐκ ἔχει τὸ πρᾶγμα ἄνεσιν, ἄκουσον τί φησιν ὁ Παῦλος· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· τοῦτο γὰρ εἰπὼν, ᾐνίξατο τὴν βίαν καὶ τὸν πολὺν πόνον, ὃν ὑπομένειν ἀνάγκη τοὺς βουλομένους ἐν ἅπασιν εὐήνιον κατασκευάζειν τὸ σῶμα. Καὶ ὁ Χριστὸς δὲ τοῖς μαθηταῖς ἔλεγεν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Αὕτη, φησὶν, ἡ θλῖψις ἄνεσιν ὑμῖν προξενεῖ· σκάμμα ἐστὶν ὁ παρὼν βίος· ἐν δὲ τῷ σκάμματι καὶ ἐν τοῖς ἀγῶσιν οὐκ ἂν δύναιτ᾽ ἀπολαύειν ἀνέσεως ὁ στεφανοῦσθαι μέλλων.

Ὥστε εἴ τις βούλοιτο στεφανωθῆναι, τὸν σκληρὸν καὶ ἐπίπονον αἱρείσθω βίον, ἵνα βραχὺν ἐνταῦθα πονήσας χρόνον, διηνεκοῦς ἀπολαύσῃ τιμῆς ἐκεῖ. ζʹ. Πόσαι προσπίπτουσι καθ᾽ ἑκάστην ἡμέραν ἀθυμίαι; ἡλίκης δέ ἐστι ψυχῆς μὴ ἀποδυσπετῆσαι, μηδὲ δυσχερᾶναι, ἀλλὰ εὐχαριστῆσαι, δοξάσαι, προσκυνῆσαι τὸν συγχωροῦντα τοὺς πειρασμοὺς τούτους ἐπενεχθῆναι; πόσα ἀδόκητα, πόσαι στενοχωρίαι;

Καὶ δεῖ θλίβειν τοὺς πονηροὺς λογισμοὺς, καὶ μὴ συγχωρεῖν τῇ γλώττῃ φθέγγεσθαί τι τῶν ἀτόπων· καθάπερ καὶ ὁ μακάριος Ἰὼβ μυρία παθὼν ἔμενεν εὐχαριστῶν τῷ Θεῷ. Εἰσὶ δέ τινες οἳ, ἐὰν προσπταίσωσιν ἐν τινὶ, ἢ παρὰ τινὸς λοιδορηθῶσιν, ἢ ἀῤῥωστίᾳ περιπέσωσιν, ἢ ποδαλγίᾳ, ἢ κεφαλαλγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτων νοσήματι, βλασφημοῦσιν εὐθέως· καὶ τὸν μὲν πόνον ὑφίστανται τοῦ νοσήματος, τοῦ κέρδους δὲ ἀποστεροῦνται.

Τί ποιεῖς, ἄνθρωπε, τὸν εὐεργέτην καὶ Σωτῆρα καὶ προστάτην καὶ κηδεμόνα βλασφημῶν; ἢ οὐκ αἰσθάνῃ κατὰ κρημνοῦ φερόμενος, καὶ εἰς βάραθρον σαυτὸν ἐμβάλλων ἀπωλείας ἐσχάτης; μὴ γὰρ, ἐὰν βλασφημήσῃς, κουφότερον τὸ πάθος ποιεῖς; ἐπιτείνεις μὲν οὖν αὐτὸ, καὶ χαλεπωτέραν ἐργάζῃ τὴν ὀδύνην. Διὰ γὰρ τοῦτο ὁ διάβολος μυρία ἐπάγει δεινὰ, ἵνα εἰς ἐκεῖνό σε καταγάγῃ τὸ βάραθρον· κἂν μὲν ἴδῃ βλασφημοῦντα, ῥᾳδίως αὔξει τὴν ἀλγηδόνα καὶ μείζονα ποιεῖ, ἵνα κεντούμενος ἀποδυσπετήσῃς πάλιν· ἂν δὲ ἴδῃ σε γενναίως φέροντα, καὶ ὅσῳ τὸ πάθος ἐπιτείνεται, τοσούτῳ μᾶλλον εὐχαριστοῦντα τῷ Θεῷ, ἀφίσταται εὐθέως, ὡς εἰκῆ καὶ μάτην προσεδρεύων λοιπόν. Καὶ καθάπερ κύων τραπέζῃ παρεστὼς, ἂν μὲν ἴδῃ τὸν ἐσθίοντα ἄνθρωπον συνεχῶς αὐτῷ ῥίπτοντα τῶν ἐπὶ τῆς τραπέζης τι κειμένων, μένει διηνεκῶς· ἂν δὲ ἅπαξ καὶ δεύτερον παραστὰς μηδὲν ἀπέλθῃ λαβὼν, ἀφίσταται λοιπὸν, ἅτε εἰκῆ προσεδρεύων καὶ μάτην· οὕτω καὶ ὁ διάβολος συνεχῶς κέχηνε πρὸς ἡμᾶς· ἂν μὲν ῥίψῃς αὐτῷ, καθάπερ κυνὶ, ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται· ἂν δὲ μείνῃς εὐχαριστῶν, ἀπέπνιξας αὐτὸν τῷ λιμῷ, καὶ ταχέως ἀπήγαγες, καὶ ἀποπηδῆσαι ἐποίησας. Ἀλλ᾽ οὐ δύνασαι σιγᾷν ὑπὸ τῆς ὀδύνης κεντούμενος. Οὐδὲ ἐγὼ κωλύω σε φθέγγεσθαι, ἀλλ᾽ ἀντὶ τῆς βλασφημίας εὐχαριστίαν, ἀντὶ τῆς ἀποδυσπετήσεως εὐφημίαν.

Ἐξομολόγησαι τῷ Δεσπότῃ, βόα μεγάλα εὐχόμενος, βόα μεγάλα δοξάζων τὸν Θεόν· οὕτω σοι καὶ τὸ πάθος ἐπικουφίζεται, τοῦ διαβόλου μὲν ἀφισταμένου διὰ τῆς εὐχαριστίας, τῆς τοῦ Θεοῦ δὲ βοηθείας παραγινομένης. Ἂν μὲν γὰρ βλασφημήσῃς, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν ἀπεκρούσω, καὶ σφοδρότερον εἰργάσω κατὰ σαυτοῦ τὸν διάβολον, καὶ μᾶλλον σαυτὸν ἐνέπληξας ταῖς ἀλγηδόσιν· ἂν δὲ εὐχαριστήσῃς, τάς τε ἐπιβουλὰς ἀπεκρούσω τὰς τοῦ πονηροῦ δαίμονος, καὶ τὴν τοῦ κηδεμόνος Θεοῦ θεραπείαν ἐπεσπάσω πρὸς σεαυτόν.

Ἀλλ᾽ ὑπὸ τῆς συνηθείας ὁρμᾷ πολλάκις ἡ γλῶττα τὸ πονηρὸν ἐκεῖνο φθέγξασθαι ῥῆμα. Ἀλλ᾽ ἐπειδὰν ὁρμήσῃ, πρὶν ἢ τὸ ῥῆμα ἐξενεγκεῖν, κατάδακε τοῖς ὀδοῦσιν αὐτὴν πάντοθεν σφοδρῶς. Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας ταύτης τυχεῖν· βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς. Τοὺς ἐχθρούς σου προσέταξεν ὁ Θεὸς φιλεῖν· σὺ δὲ τὸν φιλοῦντά σε ἀποστρέφῃ Θεόν; τοὺς ἐπηρεάζοντας εὐφημεῖν, τοὺς λοιδοροῦντας εὐλογεῖν· σὺ δὲ τὸν εὐεργέτην καὶ προστάτην λέγεις κακῶς μηδὲν ἠδικημένος; Μὴ γὰρ οὐκ ἠδύνατο λῦσαι τὸν πειρασμόν; ἀλλὰ συνεχώρησεν, ἵνα γένῃ δοκιμώτερος. Ἀλλ᾽ ἰδοὺ, φησὶ, καταπίπτω καὶ ἀπόλλυμαι. Οὐ παρὰ τὴν τοῦ πειρασμοῦ φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν σήν.

Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, βλασφημία ἢ εὐχαριστία; οὐχὶ τὸ μὲν καὶ τοὺς ἀκούοντας ἐχθρούς σοι καὶ πολεμίους καθίστησι, καὶ εἰς ἀθυμίαν ἐμβάλλει, μετὰ ταῦτα καὶ πολλὴν ἐργάζεται τὴν ὀδύνην· τὸ δὲ μυρίους σοι φέρει φιλοσοφίας στεφάνους, καὶ μυρία παρὰ πάντων θαύματα, καὶ μεγάλας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς; Τί τοίνυν τὸ ὠφελοῦν καὶ εὔκολον καὶ ἡδὺ ἀφεὶς, τὸ βλάπτον καὶ λυποῦν καὶ κατατῆκον ἀντ᾽ ἐκείνου διώκεις; Ἄλλως δὲ, εἰ ἡ τοῦ πειρασμοῦ καὶ τῆς πενίας θλῖψις αἰτία τῶν βλασφημιῶν ἐγίνετο, πάντας ἔδει τοὺς ἐν πενίᾳ βλασφημεῖν· νυνὶ δὲ τῶν ἐν πενίᾳ ζώντων ἐσχάτῃ πολλοὶ διηνεκῶς εὐχαριστοῦσιν, ἕτεροι δὲ, ἀπολαύοντες πλούτου καὶ τρυφῆς, οὐ διαλιμπάνουσι βλασφημοῦντες· οὕτως οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ᾽ ἡ προαίρεσις ἡ ἡμετέρα καὶ τοῦτο κἀκεῖνο ἐργάζεται.

Διὰ γὰρ τοῦτο καὶ ταύτην ἀνέγνωμεν τὴν παραβολὴν, ἵνα μάθῃς ὅτι τὸν μὲν ῥᾳθυμοῦντα οὐδὲ ὁ πλοῦτος ὀνίνησι, τὸν προσέχοντα δὲ οὐδὲ ἡ πενία καταβλάψαι δύναται. Καὶ τί λέγω, πενία; κἂν ἅπαντα ὁμοῦ συνέλθῃ τὰ ἐν ἀνθρώποις κακὰ, τὴν τοῦ φιλοθέου καὶ φιλοσόφου ψυχὴν οὐδέποτε ἐλέγξει, οὐδ᾽ ἀποστῆναι πείσει τῆς ἀρετῆς (καὶ τούτων μάρτυς ὁ Λάζαρος)· ὥσπερ οὖν τὸν χαῦνον καὶ διαλελυμένον οὐ πλοῦτος, οὐχ ὑγίεια, οὐ διηνεκὴς εὐημερία, οὐκ ἄλλο οὐδὲν ὠφελῆσαι δυνήσεταί ποτε.

ηʹ. Μὴ τοίνυν λέγωμεν ὅτι πενία καὶ νόσος καὶ κινδύνων ἐπαγωγαὶ βλασφημεῖν ἀναγκάζουσιν. Οὐ πενία, ἀλλὰ ἄνοια· οὐ νόσος, ἀλλὰ καταφρόνησις· οὐ κινδύνων ἐπαγωγαὶ, ἀλλ᾽ εὐλαβείας ἐρημία, καὶ εἰς βλασφημίαν καὶ εἰς πᾶσαν ἄγει κακίαν τοὺς μὴ προσέχοντας.

Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οἱ μὲν ἐνταῦθα κολάζονται, οἱ δὲ ἐκεῖ, καὶ οὐκ ἐνταῦθα πάντες; Τίνος ἕνεκεν; ὅτι εἰ τοῦτο ἦν, πάντες ἂν ἀπωλόμεθα· πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Πάλιν εἰ μηδεὶς ἐνταῦθα ἐκολάζετο, ῥᾳθυμότεροι οἱ πλείους ἐγένοντο, καὶ πολλοὶ ἂν εἶπον μὴ εἶναι πρόνοιαν. Εἰ γὰρ νῦν ὁρῶντες τῶν πονηρῶν πολλοὺς κολαζομένους, πολλὰ τοιαῦτα βλασφημοῦσιν, εἰ μηδὲ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον; ποῦ δὲ οὐκ ἂν ἦλθον κακίας; Διὰ τοῦτο ὁ Θεὸς τοὺς μὲν ἐνταῦθα κολάζει, τοὺς δὲ οὐ κολάζει· κολάζει μὲν γάρ τινας, τὴν κακίαν αὐτῶν ἐκκόπτων, καὶ κουφοτέραν τὴν ἐκεῖ ποιῶν τιμωρίαν, ἢ καὶ τέλεον ἀπαλλάττων αὐτοὺς, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας σωφρονεστέρους ποιῶν τῇ τούτων τιμωρίᾳ τοὺς δὲ οὐ κολάζει πάλιν, ἵνα ἂν μὲν προσέχωσιν ἑαυτοῖς, μετανοήσαντες καὶ τὴν τοῦ Θεοῦ μακροθυμίαν αἰδεσθέντες, καὶ τῆς ἐνταῦθα κολάσεως ἀπαλλαγῶσι καὶ τῆς ἐκεῖ τιμωρίας· ἂν δὲ ἐπιμείνωσιν, μηδὲν ἀπὸ τῆς ἀνεξικακίας ὠφελούμενοι τοῦ Θεοῦ, μείζονα ὑποστῶσι τὴν τιμωρίαν διὰ τὴν ἄγαν αὐτῶν καταφρόνησιν.

Εἰ δὲ λέγοι τις τῶν εὖ εἰδότων ὅτι οἱ κολαζόμενοι ἐπηρεάζονται (ἠδύναντο γὰρ μετανοῆσαι), ἐκεῖνο ἂν εἴποιμεν, ὅτι εἰ προῄδει μετανοήσοντας αὐτοὺς ὁ Θεὸς, οὐκ ἂν ἐκόλασεν. Εἰ γὰρ οὓς οἶδεν ἀδιορθώτους μένοντας, ὅμως ἀφίησι, πολλῷ μᾶλλον οὓς ᾔδει κερδανοῦντας ἀπὸ τῆς αὐτοῦ μακροθυμίας εἴασεν ἂν ἐν τῇ παρούσῃ ζωῇ, ὥστε ἀπολαῦσαι τῆς προθεσμίας εἰς μετάνοιαν. Νυνὶ δὲ προαναρπάζων αὐτοὺς, κἀκείνοις κουφοτέραν τὴν ἐκεῖ δίκην καθίστησι, καὶ τούτους σωφρονεστέρους ταῖς ἐκείνων τιμωρίαις κατεργάζεται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπὶ πάντων τοῦτο ποιεῖ τῶν πονηρῶν; Ἵνα τῷ φόβῳ καὶ ταῖς ἑτέρων τιμωρίαις μένοντες σωφρονέστεροι γένωνται, καὶ τὴν μακροθυμίαν ἐπαινέσαντες τοῦ Θεοῦ καὶ τὴν ἐπιείκειαν αἰδεσθέντες, τῆς πονηρίας ἀποστῶσιν. Ἀλλ᾽ οὐδὲν τούτων ποιοῦσι, φησίν. Ἀλλ᾽ οὐχ ὁ Θεὸς αἴτιος λοιπὸν, ἀλλ᾽ ἡ ἐκείνων ῥᾳθυμία μὴ βουληθέντων τοσούτοις φαρμάκοις εἰς τὴν οἰκείαν ἀποχρήσασθαι σωτηρίαν. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο τοῦτο ποιεῖ, πρόσεχε. Ἔμιξέ ποτε τὸ αἷμα τῶν Γαλιλαίων ὁ Πιλᾶτος μετὰ τῶν θυσιῶν, καὶ προσελθόντες τινὲς ἀπήγγειλαν τῷ Χριστῷ αὐτὸ τοῦτο· καὶ λέγει· Τί δοκεῖτε ὅτι ἐκεῖνοι οἱ Γαλιλαῖοι ἁμαρτωλοὶ μόνοι ἦσαν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ᾽, ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὁμοίως ἀπολεῖσθε.

Πάλιν ἕτεροι δέκα καὶ ὀκτὼ κατεχώσθησαν ὑπὸ πύργου τινός· καὶ περὶ ἐκείνων τὰ αὐτὰ εἶπε· τῷ μὲν γὰρ εἰπεῖν, Τί δοκεῖτε ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; οὐχὶ, λέγω ὑμῖν· ἔδειξεν ὅτι καὶ οἱ ζῶντες τῶν αὐτῶν ἦσαν ὑπεύθυνοι· τῷ δὲ εἰπεῖν, ὅτι Ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὡσαύτως ἀπολεῖσθε, ἔδειξεν ὅτι κἀκείνοις συνεχώρησε διὰ τοῦτο παθεῖν, ἵνα οἱ ζῶντες ἐκ τῶν ἑτέροις συμβάντων φοβηθέντες καὶ μετανοήσαντες, βασιλείας κληρονόμοι γένωνται.

Τί οὖν. ἵνα γένωμαι ἐγὼ βελτίων ἐκεῖνος κολάζεται; φησίν; Οὐ διὰ τοῦτο, ἀλλὰ κολάζεται μὲν διὰ τὴν οἰκείαν ἁμαρτίαν· γίνεται δὲ ἐκ περιουσίας τοῖς προσέχουσι σωτηρίας ὑπόθεσις, τῷ φόβῳ τῶν αὐτῷ συμβάντων σπουδαιοτέρους αὐτοὺς ποιῶν. Οὕτω καὶ δεσπόται ποιοῦσιν· ἕνα πολλάκις μαστιγώσαντες οἰκέτην, τοὺς λοιποὺς σωφρονεστέρους ἐποίησαν τῷ φόβῳ.

Ὅταν οὖν ἴδῃς τινὰς ἢ ναυαγίῳ περιπεσόντας, ἢ ὑπὸ οἰκίας καταχωσθέντας, ἢ ὑπὸ ἐμπρησμοῦ παραπολλυμένους, ἢ ὑπὸ ποταμῶν παρασυρέντας, ἢ ἄλλῳ τινὶ τρόπῳ τοιούτῳ βιαίῳ τὴν ζωὴν καταλύσαντας, εἶτα ἑτέρους τὰ αὐτὰ αὐτοῖς ἢ καὶ τὰ χείρονα ἁμαρτάνοντας, καὶ μηδὲν παθόντας τοιοῦτον, μὴ θορυβηθῇς λέγων· Τί δήποτε τὰ αὐτὰ ἁμαρτάνοντες, οὐ τὰ αὐτὰ πεπόνθασιν; ἀλλὰ τοῦτο λογίζου, ὅτι τὸν μὲν εἴασεν ἀναιρεθῆναι καὶ ἀποπνιγῆναι, ἡμερωτέραν αὐτῷ παρασκευάζων τὴν ἐκεῖ τιμωρίαν, ἢ καὶ τέλεον αὐτὸν ἀπαλλάττων· τοῦτον δὲ οὐδὲν ἀφῆκε τοιοῦτον παθεῖν, ἵνα τῇ τούτου τιμωρίᾳ σωφρονισθεὶς, ἐπιεικέστερος γένηται· ἂν δὲ ἐπιμένῃ τοῖς αὐτοῖς, ἀπαραμύθητον ἑαυτῷ παρὰ τοῖς ἑαυτοῦ ῥᾳθυμίας σωρεύσει τὴν τιμωρίαν· καὶ ὁ Θεὸς οὐκ αἴτιος τῆς ἀφορήτου κολάσεως. Πάλιν ἂν ἴδῃς δίκαιον θλιβόμενον, ἢ τὰ προειρημένα ἅπαντα πάσχοντα, μὴ καταπέσῃς· καὶ γὰρ κἀκείνῳ λαμπροτέρους τοὺς στεφάνους ἐργάζεται τὰ δεινά. Καὶ ἁπλῶς πᾶσα κόλασις, ἂν μὲν ἐπὶ ἁμαρτωλῶν γίνηται, ὑποτέμνεται τὸ τῆς ἁμαρτίας φορτίον· ἂν δὲ ἐπὶ δικαίων, φαιδροτέραν αὐτῶν ἐργάζεται τὴν ψυχὴν, καὶ μέγιστον ἑκατέροις τὸ κέρδος ἀπὸ τῆς θλίψεως συμβαίνει, μόνον ἐὰν εὐχαρίστως φέρωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον.

θʹ. Διὰ τοῦτο μυρίων τοιούτων παραδειγμάτων τῆς θείας Γραφῆς ἡ ἱστορία ἐμπέπλησται, καὶ δικαίους καὶ πονηροὺς κακῶς πάσχοντας ἡμῖν ὑποδείκνυσιν, ἵνα ἄν τε δίκαιος ᾖ τις, ἄν τε ἁμαρτωλὸς, ἔχων τὰ ὑποδείγματα, φέρῃ γενναίως. Οὐ πάσχοντας δὲ κακῶς μόνον, ἀλλὰ καὶ εὐπραγοῦντάς σοι δείκνυσι πονηροὺς, ἵνα μὴ ταῖς ἐκείνων εὐπραγίαις θορυβηθῇς, μαθὼν ἀπὸ τῶν τῷ πλουσίῳ τούτῳ συμβεβηκότων, οἷον αὐτοὺς μετὰ ταῦτα μένει τὸ πῦρ, εἰ μὴ μεταβληθεῖεν.

Καὶ οὐκ ἔστι, φησὶ, καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀνέσεως ἀπολαύειν; Οὐκ ἔστι. Διὰ τοῦτο ἐνταῦθα οἱ δίκαιοι τὸν ἐπίπονον ἐβίωσαν βίον. Τί οὖν, φησὶν, ὁ Ἀβραάμ; Καὶ τίς τοσαῦτα ἔπαθε δεινά; οὐχὶ τῆς πατρίδος ἐξέπεσεν; οὐχὶ τῶν οἰκείων ἐχωρίσθη πάντων; οὐκ ἐν ἀλλοτρίᾳ γῇ λιμὸν ὑπέμεινεν; οὐχὶ, καθάπερ ἀλήτης, συνεχῶς μετανίστατο, ἀπὸ Βαβυλῶνος εἰς Μεσοποταμίαν, κἀκεῖθεν εἰς Παλαιστίνην, εἶτα ἐντεῦθεν εἰς Αἴγυπτον; Τί ἄν τις εἴποι τοὺς τῆς γυναικὸς, τοὺς τῶν βαρβάρων πολέμους καὶ σφαγάς; τὴν αἰχμαλωσίαν τῆς τοῦ συγγενοῦς οἰκίας; μυρία ἕτερα τοιαῦτα; Ὅτε δὲ καὶ τὸν υἱὸν ἔλαβεν, οὐ τὰ πάντων ἀνήκεστα ὑπέμεινε, τὸν αὐτῷ ποθεινὸν καὶ ἐπέραστον ταῖς αὑτοῦ σφάξαι χερσὶ κελευόμενος; Τί δὲ αὐτὸς ὁ σφαγιασθεὶς Ἰσαάκ; οὐχὶ πάντοθεν ἠλαύνετο παρὰ τῶν ὁμόρων συνεχῶς, καὶ τὴν γυναῖκα ἀφῃρέθη, καθάπερ καὶ ὁ πατὴρ, καὶ ἐν ἀπαιδίᾳ τοσοῦτον διέμεινε χρόνον; Τί δὲ ὁ Ἰακὼβ, ὁ ἐν οἰκίᾳ τραφεὶς, οὐχὶ τοῦ πάππου χαλεπώτερα ὑπέμεινε;

Καὶ ἵνα μὴ πάντα καταλέγοντες μακρὸν ποιῶμεν τὸν λόγον, ἄκουσον τί φησι περὶ τῆς ἁπάσης αὐτοῦ ζωῆς· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου. Καίτοι τίς ἰδὼν υἱὸν ἐπὶ θρόνου βασιλικοῦ καθήμενον καὶ τοσαύτης ἀπολαύοντα δόξης, οὐκ ἂν ἐπελήσθη τῶν παρελθουσῶν συμφορῶν; Ἀλλ᾽ ὅμως ἐκεῖνος οὕτως ἦν τεταριχευμένος, ὡς μηδὲ ἐν εὐημερίᾳ τοσαύτῃ ἐπιλαθέσθαι τῶν γεγενημένων δεινῶν. Τί δὲ ὁ Δαυΐδ; πόσας ὑπέμεινε τραγῳδίας; οὐχὶ τὰ αὐτὰ αὐτῷ καὶ οὗτος φθέγγεται λέγων· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος; Τί δὲ ὁ Ἱερεμίας; οὐχὶ καὶ τὴν ἡμέραν αὐτοῦ τῆς γεννήσεως καταρᾶται διὰ τὰ ἐπάλληλα δεινά; Τί δὲ ὁ Μωϋσῆς; οὐχὶ καὶ αὐτὸς ἀπαγορεύων φησὶν, Ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν; Ὁ δὲ Ἠλίας, ἡ οὐρανομήκης ψυχὴ, ὁ τὸν οὐρανὸν ἀποκλείσας, οὐ μετὰ τὰ πολλὰ θαύματα θρηνῶν διετέλει πρὸς τὸν Θεὸν, λέγων, Ἆρον τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι οὐκ εἰμὶ βελτίων τῶν πατέρων μου; Καὶ τί χρὴ τούτων ἕκαστον ἐπιέναι;

Πάντας γὰρ αὐτοὺς ὁμοῦ συλλαβὼν ὁ Παῦλος διέξεισι λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ ἁπλῶς πᾶσα ἀνάγκη τὸν μέλλοντα εὐαρεστεῖν τῷ Θεῷ καὶ δόκιμον εἶναι καὶ ἁγνὸν, μὴ τὸν ἄνετον καὶ ὑγρὸν καὶ διαλελυμένον διώκειν βίον, ἀλλὰ τὸν ἐπίπονον καὶ μόχθων γέμοντα πολλῶν καὶ ἱδρώτων· Οὐδεὶς γὰρ στεφανοῦται, φησὶν, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Καὶ ἑτέρωθι, Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, καὶ ἀπὸ ῥήματος, φησὶ, καὶ ἀπὸ βλέμματος, καὶ ἀπὸ φωνῆς αἰσχρᾶς, καὶ ἀπὸ λοιδορίας, καὶ ἀπὸ βλασφημίας, καὶ ἀπὸ αἰσχρολογίας. Ἐντεῦθεν μανθάνομεν, ὅτι κἂν μὴ πειρασμὸς ἡμῖν ἐπενεχθῇ ποθεν ἔξωθεν, ἑαυτοὺς γυμνάζειν δεῖ καθ᾽ ἑκάστην ἡμέραν νηστείαις, σκληραγωγίαις, εὐτελεῖ τροφῇ, λιτῇ τραπέζῃ, τὰς πολυτελείας πανταχοῦ φεύγοντας· ἄλλως γὰρ οὐκ ἔστιν εὐαρεστῆσαι Θεῷ. Μὴ γάρ μοι τὸ ψυχρὸν ῥῆμα ἐκεῖνο λεγέτω τις, ὅτι καὶ τὰ ἐνταῦθα ὁ δεῖνα ἔχει, καὶ τὰ ἐκεῖ· ἀμήχανον τοῦτο ἐπὶ τῶν πλουτούντων καὶ τρυφώντων καὶ ἁμαρτανόντων συμβῆναι· ἀλλ᾽, εἰ χρὴ τοῦτο εἰπεῖν, ἐπὶ τῶν θλιβομένων ἔστιν εἰπεῖν, τῶν ἐν στενοχωρίᾳ, ὅτι καὶ τὰ ἐνταῦθα ἔχουσι, καὶ τὰ ἐκεῖ.

Τὰ μὲν γὰρ ἐκεῖ ἔχουσιν, ἀμοιβῆς ἀπολαύοντες· τὰ δὲ ἐνταῦθα ἔχουσι, ταῖς ἐλπίσιν ἐκείνων συντρεφόμενοι, καὶ οὐ λαμβάνοντες αἴσθησιν τῶν παρόντων δεινῶν τῇ προσδοκίᾳ τῶν μελλόντων ἀγαθῶν. Ἀλλ᾽ ἀκούσωμεν καὶ τῶν ἑξῆς. Ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα ἐστήρικται, φησὶν, ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν. Καλῶς ἄρα εἶπεν ὁ Δαυῒδ, ὅτι Ἀδελφὸς οὐ λυτροῦται· οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ.

Οὐδὲ γὰρ δυνατὸν, κἂν ἀδελφὸς, κἂν πατὴρ ᾖ, κἂν υἱός. Ὅρα γάρ· τέκνον ἐκάλεσεν ὁ Ἀβραὰμ τὸν πλούσιον, καὶ τὰ πατρὸς ἐπιδείξασθαι οὐκ ἴσχυσε· πατέρα προσεῖπε τὸν Ἀβραὰμ ὁ πλούσιος, καὶ ἧς εἰκὸς ἀπολαῦσαι τέκνον πατρικῆς εὐνοίας, οὐκ ἠδυνήθη, ἵνα μάθῃς, ὅτι οὔτε συγγένεια, οὔτε φιλία, οὔτε προσπάθεια, οὔτε ἄλλο τι τῶν ὄντων ὀνῆσαι δύναται τὸν ὑπὸ τῆς οἰκείας ζωῆς προδεδομένον.

ιʹ. Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὶ πολλάκις, ἡμῶν παραινούντων προσέχειν ἑαυτοῖς καὶ νήφειν, ῥᾳθυμοῦσι καὶ εἰς γέλωτα τὴν παραίνεσιν ἐκβάλλουσι, λέγοντες· Σύ μου προστήσῃ, φησὶ, κατ᾽ ἐκείνην τὴν ἡμέραν· καὶ θαῤῥῶ, καὶ οὐ δέδοικα. Πάλιν ἄλλος, Πατέρα μάρτυρα ἔχω, φησὶ, καὶ ἕτερος, Πάππον ἐπίσκοπον· ἄλλοι πάλιν τοὺς τῆς οἰκίας πάντας τῆς ἑαυτῶν προβάλλονται.

Ἀλλὰ πάντα ψυχρὰ ταῦτα τὰ ῥήματα· οὐδὲ γὰρ ἡμᾶς ἡ ἑτέρων ἀρετὴ ὠφελῆσαι τότε δυνήσεται. Ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ ταῖς πέντε παρθένοις οὐ μετέδωκαν τοῦ ἐλαίου· ἀλλ᾽ αἱ μὲν εἰσῆλθον εἰς τὸν νυμφῶνα, αἱ δὲ ἀπεκλείσθησαν.

Μέγα ἀγαθὸν ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν· φίλος δὲ ἐκεῖ οὐδεὶς οὐδέποτε προΐσταται. Εἰ γὰρ ἐνταῦθά φησι τῷ Ἱερεμίᾳ, Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ἔνθα κύριοι τοῦ μεταβαλέσθαι· πολλῷ μᾶλλον ἐκεῖ. Τί λέγεις; Πατέρα μάρτυρα ἔχεις; Αὐτὸ μὲν οὖν σε τοῦτο μάλιστα καταδικάσαι δυνήσεται πλέον, ὅταν οἴκοθεν ἔχων τὰ παραδείγματα τῆς ἀρετῆς, ἀνάξιον σεαυτὸν τῆς προγονικῆς παράσχῃς ἀρετῆς. Ἀλλὰ φίλον ἔχεις γενναῖον καὶ θαυμαστόν; Οὐδὲ οὗτός σοι παραστήσεται τότε.

Πῶς οὖν φησι, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵν᾽ ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς; Οὐχ ἡ φιλία ἐστὶν ἐνταῦθα ἡ προϊσταμένη, ἀλλ᾽ ἡ ἐλεημοσύνη. Ἐὰν γὰρ ἡ φιλία μόνη προΐστατο, ἔδει ἁπλῶς εἰπεῖν, Ποιήσατε ὑμῖν φίλους· νυνὶ δὲ δεικνὺς, ὅτι οὐχ ἡ φιλία μόνη προΐσταται, προσέθηκεν, Ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας. Καίτοι ἴσως εἴποι τις ἂν, ὅτι Δύναμαι χωρὶς τοῦ μαμμωνᾶ ποιῆσαι φίλον, καὶ σπουδαιότερον μᾶλλον, ἢ διὰ τοῦ μαμμωνᾶ. Ἀλλ᾽ ἵνα μάθῃς ὅτι ἐλεημοσύνη ἐστὶν ἡ προϊσταμένη, καὶ τὸ ἔργον τὸ σὸν καὶ τὸ κατόρθωμα, οὐκ ἐν ταῖς φιλίαις ταῖς τῶν ἁγίων ἁπλῶς, ἀλλ᾽ ἐν ταῖς φιλίαις ταῖς διὰ τοῦ μαμμωνᾶ γινομέναις ἔπεισέ σε θαῤῥεῖν.

Ἅπερ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, προσέχωμεν ἑαυτοῖς μετὰ ἀκριβείας ἁπάσης· κἂν κολαζώμεθα, εὐχαριστῶμεν· κἂν ἐν εὐημερίᾳ διάγωμεν, ἀσφαλιζώμεθα ἑαυτοὺς, καὶ ταῖς ἑτέρων τιμωρίαις σωφρονιζόμενοι, διὰ μετανοίας καὶ κατανύξεως καὶ συνεχοῦς ἐξομολογήσεως εὐχαριστῶμεν· καὶ εἴ τι πεπλημμέληται κατὰ τὸν παρόντα βίον ἡμῖν, ἀποθέμενοι, καὶ μετὰ πολλῆς τῆς σπουδῆς πᾶσαν τῆς ψυχῆς ἡμῶν ἀποσμήξαντες τὴν κηλῖδα, παρακαλῶμεν τὸν Θεὸν καταξιῶσαι πάντας ἡμᾶς ἐντεῦθεν διαλυσαμένους, οὕτως ἀπελθεῖν ἐκεῖσε, ἵνα μὴ μετὰ τοῦ πλουσίου, ἀλλὰ μετὰ τοῦ Λαζάρου τῶν τοῦ πατριάρχου κόλπων ἀπολαύσαντες, τοῖς ἀθανάτοις ἐντρυφῶμεν ἀγαθοῖς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.