Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Δ΄: Η συνείδηση ως εσωτερικός κριτής και η πάνσοφος πρόνοια του Θεού

Η συνείδηση παρουσιάζεται ως αδέκαστο και φιλόστοργο δικαστήριο που ελέγχει αδιάκοπα τον άνθρωπο. Παρατίθεται το ιστορικό του Ιωσήφ ως υπόδειγμα ανατροπής των ανθρωπίνων σχεδίων από τη θεία πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 16

Τίνος δὲ ἕνεκεν ὅλως ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ κριτὴν οὕτω διηνεκῶς ἐγρηγορότα καὶ νήφοντα κατέστησεν ἡμῖν ὁ Θεός; τὸ συνειδὸς λέγω. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς δικαστὴς οὕτως ἄγρυπνος ἐν ἀνθρώποις, οἷον τὸ ἡμέτερον συνειδός. Οἱ μὲν γὰρ ἔξωθεν δικασταὶ καὶ ὑπὸ χρημάτων διαφθείρονται, καὶ κολακείαις χαυνοῦνται, καὶ διὰ φόβον καθυποκρίνονται, καὶ πολλὰ ἕτερά ἐστι τὰ λυμαινόμενα τὴν ὀρθὴν ἐκείνων ψῆφον· τὸ δὲ τοῦ συνειδότος δικαστήριον οὐδενὶ τούτων εἴκειν οἶδεν· ἀλλὰ κἂν χρήματα δῷς, κἂν κολακεύσῃς, κἂν ἀπειλήσῃς, κἂν ἕτερον ὁτιοῦν ἐργάσῃ, δικαίαν ἐξοίσει τὴν ψῆφον κατὰ τῶν ἡμαρτηκότων λογισμῶν· καὶ αὐτὸς ὁ τὴν ἁμαρτίαν ἐργασάμενος αὐτὸς ἑαυτὸν καταδικάζει, κἂν μηδεὶς ἕτερος κατηγορῇ. Καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις καὶ διὰ παντὸς τοῦ βίου τοῦτο ποιῶν διατελεῖ· κἂν πολὺς παρέλθῃ χρόνος, οὐδέποτε ἐπιλήσεται τῶν γεγενημένων, ἀλλὰ καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι, καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκεν ἡμῖν κατήγορος, καὶ μάλιστα μετὰ τὸ γενέσθαι. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα, τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν.

Ἐπ᾽ ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου πολὺς καὶ ἀφόρητος ὁ πόνος καὶ ὠδῖνες δριμεῖαι διακόπτουσαι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ᾽ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα βουλεύματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. Διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ δεξόμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν ἀποκτείνειν πάλιν δι᾽ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατηγορεῖν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὀλέθριον τῇ ἁμαρτίᾳ, ὡς κατηγορία καὶ κατάγνωσις σὺν μετανοίᾳ καὶ δάκρυσι. Κατέγνως σου τὴν ἁμαρτίαν; ἀπέθου τὸ φορτίον. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ δικάζων Θεός. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.

Τίνος γὰρ ἕνεκεν αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, τὰ ἁμαρτήματα εἰπεῖν; μὴ γὰρ ἀνθρώπῳ λέγεις, ἵνα ὀνειδίσῃ σε; μὴ γὰρ τῷ συνδούλῳ ὁμολογεῖς, ἵνα ἐκπομπεύσῃ; Τῷ Δεσπότῃ, τῷ κηδεμόνι, τῷ φιλανθρώπῳ, τῷ ἰατρῷ τὸ τραῦμα ἐπιδεικνύεις.

Μὴ γὰρ, κἂν σὺ μὴ εἴπῃς, ἐκεῖνος οὐκ οἶδεν, ὅς γε καὶ πρὸ τοῦ πραχθῆναι ἠπίστατο; τίνος οὖν ἕνεκεν οὐ λέγεις; μὴ γὰρ ἐκ τῆς σῆς κατηγορίας φορτικώτερον γίνεται τὸ ἁμάρτημα; Ἡμερώτερον μὲν οὖν καὶ κουφότερον. Καὶ διὰ τοῦτο βούλεταί σε εἰπεῖν, οὐχ ἵνα κολάσῃ, ἀλλ᾽ ἵνα συγχωρήσῃ· οὐχ ἵνα αὐτὸς μάθῃ τὴν ἁμαρτίαν· πῶς γὰρ, ὁ εἰδώς; ἀλλ᾽ ἵνα σὺ μάθῃς πόσον σοι συγχωρεῖ χρέος. Βούλεται δέ σε μαθεῖν τῆς χάριτος τὸ μέγεθος, ἵνα εὐχαριστῶν διατελῇς, ἵνα ὀκνηρότερος πρὸς ἁμαρτίαν ᾖς, ἵνα προθυμότερος εἰς ἀρετήν. Ἂν μὴ εἴπῃς τοῦ χρέους τὸ μέγεθος, οὐκ ἐπιγινώσκεις τῆς χάριτος τὴν ὑπερβολήν.

Οὐκ ἀναγκάζω, φησὶν, εἰς μέσον ἐλθεῖν σε θέατρον, καὶ μάρτυρας περιστῆσαι πολλούς· ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ᾽ ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης. Διὰ τοῦτο τὸ συνειδὸς ἡμῖν ἐγκατέθηκε καὶ πατρὸς φιλοστοργότερον.

Πατὴρ μὲν γὰρ ἅπαξ, ἢ δεύτερον, ἢ καὶ τρίτον, ἢ καὶ δεκάκις ἐπιτιμήσας τῷ παιδὶ, ἐπειδὰν ἴδῃ μένοντα ἀδιόρθωτον, ἀπαγορεύσας ἀποκηρύττει, καὶ τῆς οἰκίας ἐκβάλλει, καὶ τῆς συγγενείας διακόπτει· ἀλλ᾽ οὐ τὸ συνειδός· ἀλλὰ, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀμφόδοις, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ὁδοῖς, πολλάκις δὲ καὶ ἐν ὀνείροις αὐτοῖς τῶν ἡμαρτημένων ἡμῖν τὰ εἴδωλα καὶ τὰς φαντασίας παρίστησι.

εʹ. Καὶ ὅρα σοφίαν Θεοῦ. Οὔτε διηνεκῆ τὴν κατηγορίαν ἐποίησεν εἶναι τοῦ συνειδότος (οὐ γὰρ ἂν ἠνέγκαμεν τὸ φορτίον, συνεχῶς ἐγκαλούμενοι), οὔτε οὕτως ἀσθενῆ, ὡς ἐκ πρώτης καὶ δευτέρας ἀπαγορεῦσαι παραινέσεως. Εἰ μὲν γὰρ καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἔμελλεν ἡμᾶς κεντεῖν, κἂν ἀπεπνίγημεν ἀπὸ τῆς ἀθυμίας· εἰ δὲ ἅπαξ καὶ δεύτερον ὑπομνῆσαν ἀπέστη τῆς ἐπιτιμήσεως, οὐκ ἂν πολλὴν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Διὰ τοῦτο διηνεκῆ μὲν ταύτην ἐποίησεν εἶναι τὴν ἐπιτίμησιν, οὐ μὴν συνεχῆ· διηνεκῆ μὲν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἐμπίπτωμεν, ἀλλ᾽ ἀεὶ καὶ μέχρι τελευτῆς ὑπομιμνησκόμενοι νήφωμεν· οὐ συνεχῆ δὲ οὐδὲ ἐπάλληλον, ἵνα μὴ καταπίπτωμεν, ἀλλὰ ἀνέσεις τινὰς λαμβάνοντες καὶ παραμυθίας ἀναπνέωμεν.

Ὥσπερ γὰρ τὸ μηδ᾽ ὅλως ἀλγεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν ὀλέθριον, καὶ τὴν ἐσχάτην ἀναισθησίαν ἐντίκτον ἡμῖν, οὕτω τὸ συνεχῶς καὶ πέρα τοῦ μέτρου τοῦτο πάσχειν ἐπιβλαβές. Ἡ γὰρ ὑπερβολὴ τῆς ἀθυμίας ἴσχυε καὶ τῶν κατὰ φύσιν πολλάκις ἐκβαλοῦσα φρενῶν, ὑποβρύχιον ποιῆσαι τὴν ψυχὴν, καὶ πρὸς ἅπαντα ἄχρηστον ἐργάσασθαι τὰ καλά. Διὰ τοῦτο καὶ ἐκ διαλειμμάτων ἡμῖν τὸν τοῦ συνειδότος ἔλεγχον παρεσκεύασεν ἐπιτίθεσθαι, ἐπειδὴ σφόδρα ἐστὶν ἀπότομος, καὶ παντὸς κέντρου σφοδρότερον τὸν ἡμαρτηκότα νύττειν εἴωθεν.

Οὐδὲ γὰρ ἡνίκα ἂν ἁμαρτάνωμεν αὐτοὶ, ἀλλὰ καὶ ἡνίκα ἂν ἕτεροι τὰ αὐτὰ πλημμελῶσιν ἡμῖν, διεγείρεται σφοδρῶς καὶ μετὰ πολλῆς ἡμῶν καταβοᾷ τῆς εὐτονίας. Καὶ γὰρ ὁ πόρνος, καὶ ὁ μοιχὸς, καὶ ὁ κλέπτης οὐ μόνον ὅταν αὐτὸς κατηγορῆται, ἀλλ᾽ ὅταν καὶ ἑτέρων τοιαῦτα τολμησάντων ἀκούῃ κατηγορουμένων, αὐτὸς ἡγεῖται μαστίζεσθαι, ἐν ταῖς ἑτέρων ἐπιτιμήσεσι τῆς οἰκείας ἁμαρτίας λαμβάνων ἀνάμνησιν, καὶ ἐγκαλεῖται μὲν ἄλλος, πλήττεται δὲ οὗτος ὁ μηδὲν ἐγκαλούμενος, ὅταν ᾖ τὰ αὐτὰ ἐκείνῳ τετολμηκώς· ὥσπερ οὖν καὶ ἐπὶ τοῖς κατορθώμασιν, ἑτέρων ἐγκωμιαζομένων καὶ στεφανουμένων, οἱ τὰ αὐτὰ κατωρθωκότες ἐκείνοις χαίρουσι καὶ ἀγάλλονται, ὡς οὐκ ἐκείνων μᾶλλον ἢ αὐτῶν ἐπαινουμένων. Τί τοίνυν γένοιτ᾽ ἂν τοῦ ἡμαρτηκότος ἀθλιώτερον, ὅταν, ἑτέρων κατηγορουμένων, αὐτὸς καταδύηται; τί δὲ τοῦ ζῶντος ἐν ἀρετῇ μακαριώτερον, ὅταν, ἑτέρων ἐπαινουμένων, αὐτὸς χαίρῃ καὶ διαχέηται, ἐν τοῖς ἑτέρων ἐγκωμίοις ὑπόμνησιν λαμβάνων τῶν οἰκείων κατορθωμάτων; Ταῦτα τῆς τοῦ Θεοῦ σοφίας τὰ ἔργα, ταῦτα τῆς μεγίστης αὐτοῦ προνοίας τὰ σημεῖα. Ἄγκυρα γάρ τίς ἐστιν ἱερὰ τοῦ συνειδότος ἡ ἐπιτίμησις, οὐκ ἐῶσα τέλεον ἡμᾶς εἰς τὸν τῆς ἁμαρτίας καταποντισθῆναι βυθόν.

Οὐδὲ γὰρ παρ᾽ αὐτὸν τῶν ἁμαρτημάτων τὸν καιρὸν μόνον, ἀλλὰ καὶ μετὰ πολλὰς ἐνιαυτῶν περιόδους οἶδεν ἡμᾶς πολλάκις παλαιᾶς ἀναμιμνήσκειν ἁμαρτίας· καὶ τούτου καὶ ἀπ᾽ αὐτῶν παραστήσομαι τῶν Γραφῶν σαφῆ τὴν ἀπόδειξιν.

Ἀπέδοντό ποτε τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, ἐγκαλεῖν μὲν οὐδὲν ἔχοντες, ὅτι δὲ ἐνύπνια ἑώρα τὴν μέλλουσαν αὐτῷ προαναφωνοῦντα δόξαν. Εἶδον γὰρ, φησὶ, τὰ δράγματα ὑμῶν προσκυνήσαντα τὸ ἐμὸν δράγμα. Καίτοι ὑπὲρ τούτων φυλάττειν αὐτὸν ἐχρῆν· στέφανος γὰρ τῆς οἰκίας ἁπάσης ἔμελλεν ἔσεσθαι, καὶ λαμπρότης τοῦ γένους παντός. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· τοῖς οἰκείοις πολεμεῖ καλοῖς, καὶ μᾶλλον ἂν ἕλοιτο μυρία πάσχειν δεινὰ ὁ βασκαίνων, ἢ τὸν πλησίον ἰδεῖν εὐδοκιμοῦντα, κἂν εἰς αὐτὸν διαβαίνειν μέλλοι τὰ τῆς εὐδοξίας· οὗ τί γένοιτ᾽ ἂν ἀθλιώτερον;

Ὅπερ οὖν κἀκεῖνοι ἔπαθον, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν ἥκοντα, τροφὴν αὐτοῖς κομίζοντα, πρὸς ἀλλήλους ἔλεγον· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἰ καὶ μὴ ὡς ἀδελφὸν ᾐδέσθης, οὐδὲ τὴν φύσιν ἐπέγνως, τὴν γοῦν τράπεζαν αὐτὴν αἰδεσθῆναι ἔδει, καὶ τὸν τῆς διακονίας τρόπον, ὅτι θρέψων σε παρεγένετο. Ἀλλ᾽ ὅρα πῶς καὶ ἄκοντες προφητεύουσι· Δεῦτε, φασὶν, ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται αὐτοῦ τὰ ἐνύπνια. Εἰ γὰρ οὐκ ἐβουλεύσαντο, καὶ τὸν δόλον ὕφαναν, καὶ τὴν ἀναιδῆ βουλὴν ἔῤῥαψαν ἐκείνην, οὐκ ἂν ἔγνωσαν τῶν ἐνυπνίων ἐκείνων τὴν δύναμιν. Οὐ γὰρ ἦν ἴσον, μηδὲν παθόντα δεινὸν ἐπὶ τὸν θρόνον ἀναβῆναι τῆς Αἰγύπτου, καὶ διὰ τοσούτων τῶν κωλυμάτων καὶ τῶν ἐμποδίων τῆς αὐτῆς ταύτης ἐπιλαβέσθαι λαμπρότητος.

Εἰ μὴ γὰρ ἐπεβούλευσαν, οὐκ ἂν εἰς Αἴγυπτον ἀπέδοντο· εἰ μὴ ἀπέδοντο εἰς Αἴγυπτον, οὐκ ἂν ἠράσθη ἡ δέσποινα· εἰ μὴ ἠράσθη ἡ δέσποινα, οὐκ ἂν ἐνεβλήθη εἰς τὸ δεσμωτήριον, οὐκ ἂν συνέκρινε τὰ ὁράματα, οὐκ ἂν τῆς βασιλείας ἐπέτυχεν· εἰ μὴ τῆς βασιλείας δὲ ἐπέτυχεν ἐκείνης, οὐκ ἂν ἦλθον οὗτοι κατ᾽ ἐμπορίαν σίτου, καὶ προσεκύνησαν αὐτόν. Ὥστε ἐπειδὴ ἀπέκτειναν αὐτὸν, διὰ τοῦτο μάλιστα ἔγνωσαν αὐτοῦ τὰ ἐνύπνια. Τί οὖν; αὐτοὶ πρόξενοι τῶν μελλόντων ἀγαθῶν αὐτῷ πάντων ἐγένοντο καὶ τῆς περιφανείας ἐκείνης; Οὐδαμῶς, ἀλλὰ αὐτοὶ μὲν θανάτῳ καὶ ἀθυμίᾳ καὶ τῇ δουλείᾳ καὶ τοῖς ἐσχάτοις παραδοῦναι ἐβουλεύσαντο κακοῖς· ὁ δὲ εὐμήχανος Θεὸς τῇ τῶν ἐπιβουλευόντων πονηρίᾳ πρὸς τὴν τοῦ πραθέντος καὶ ἐπιβουλευθέντος εὐδοκίμησιν ἀπεχρήσατο.

ϛʹ. Ἵνα δὲ μὴ συντυχίας τινὸς, μηδὲ πραγμάτων περιπετείας τὰ συμβάντα εἶναι νομίζηται, δι᾽ αὐτῶν τῶν ἐναντιουμένων, δι᾽ αὐτῶν τῶν κωλυόντων, αὐτὰ κατασκευάζει τὰ κωλυόμενα ὁ Θεὸς, τοῖς ἐχθροῖς αὐτοῦ πρὸς τὴν εὐδοκίμησιν διακόνοις χρώμενος, ἵνα μάθῃς, ὅτι ἃ ὁ Θεὸς βεβούλευται, οὐδεὶς διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν οὐδεὶς ἀποστρέψει· ἵν᾽ ὅταν ἐπιβουλεύῃ παρά τινων, μὴ καταπίπτῃς, μηδὲ δυσχεραίνῃς, ἀλλ᾽ εἰδέναι ἔχῃς, ὅτι πρὸς τέλος ἀπαντᾷ χρηστὸν ἡ ἐπιβουλὴ, μόνον ἂν γενναίως φέρῃς τὰ συμπίπτοντα.

Ἰδοὺ γοῦν καὶ ἐνταῦθα φθόνος βασιλείαν ἔτεκε, καὶ βασκανία διάδημα προεξένησε, καὶ θρόνον ἐκόμισε, καὶ αὐτοὶ οἱ ἐπιβουλεύσαντες, αὐτοὶ συνώθησαν αὐτὸν πρὸς τὸ μέγεθος ἐκείνης τῆς ἀρχῆς· καὶ ὁ μὲν ἐπιβουλευθεὶς ἐβασίλευσεν, οἱ δὲ ἐπιβουλεύσαντες ἐδούλευον· κἀκεῖνος μὲν προσεκυνεῖτο, οὗτοι δὲ προσεκύνουν.

Ὅταν τοίνυν ἐπέλθῃ σοι δεινὰ συνεχῆ καὶ ἐπάλληλα, μὴ θορυβοῦ, μηδὲ δυσχέραινε, ἀλλ᾽ ἀνάμενε τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἄξιον, μόνον ἐὰν εὐχαρίστως τὰ ἐν μέσῳ συμπίπτοντα ἐνέγκῃς. Ἐπεὶ καὶ οὗτος μετὰ τὰ ὀνείρατα ἐκεῖνα περὶ τῶν ἐσχάτων κινδυνεύσας, καὶ πραθεὶς ὑπὸ τῶν ἀδελφῶν, καὶ παρὰ τῆς δεσποίνης ἐπιβουλευθεὶς, καὶ πάλιν εἰς δεσμωτήριον ἐμπεσὼν, οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστιν; ἀπάτη τὰ ὀνείρατα ἐκεῖνα ἦν, ἐξέπεσον τῆς πατρίδος, ἀπεστερήθην ἐλευθερίας· διὰ τὸν Θεὸν οὐκ εἶξα τῇ δεσποίνῃ πρὸς μοιχείαν καλούσῃ· διὰ σωφροσύνην καὶ ἀρετὴν κολάζομαι· καὶ οὐδὲ οὕτως ἤμυνεν, οὐδὲ χεῖρα ὤρεξεν, ἀλλ᾽ εἴασε παραδοθῆναι δεσμοῖς ἐπαλλήλοις καὶ συνεχέσι συμφοραῖς· μετὰ γὰρ τὸν λάκκον δουλεία, μετὰ δουλείαν ἐπιβουλὴ, μετὰ ἐπιβουλὴν συκοφαντία, μετὰ συκοφαντίαν δεσμωτήριον. Ἀλλ᾽ οὐδὲν τούτων αὐτὸν ἐθορύβει, ἀλλ᾽ ἔμενε τῇ ἐλπίδι θαῤῥῶν, καὶ εἰδὼς ὅτι τὰ εἰρημένα οὐ διαπεσεῖται οὐδέποτε.

Ἐδύνατο μὲν γὰρ ὁ Θεὸς καὶ παρ᾽ αὐτὴν αὐτὰ πληρῶσαι τὴν ἡμέραν, ἀλλ᾽ ἵνα καὶ τὴν αὐτοῦ δύναμιν ἐπιδείξηται, καὶ τὴν πίστιν τῶν αὐτοῦ δούλων, ἀφίησι χρόνον μεταξὺ παρεμπεσεῖν μακρὸν, καὶ πολλὰ γενέσθαι κωλύματα, ἵνα καὶ τὴν αὐτοῦ μάθῃς ἰσχὺν, τότε πληροῦντος τὰ ἐπηγγελμένα, ὅταν εἰς ἀπόγνωσιν ἐμπέσῃ, καὶ τὴν τῶν δούλων ἴδῃς ὑπομονὴν καὶ πίστιν, οὐδενὶ τῶν ἐν μέσῳ συμβαινόντων τῆς ἀγαθῆς προσδοκίας ἐκπιπτόντων. Ἀλλ᾽, ὅπερ ἔλεγον, ἐπανῆλθον οὗτοι, τοῦ λιμοῦ, καθάπερ στρατιώτου τινὸς, ἐπὶ κεφαλὴν αὐτοὺς ὠθοῦντος καὶ παριστάντος ἄρχοντι τῷ Ἰωσὴφ, καὶ ἐβούλοντο πρίασθαι σῖτον· ὁ δὲ τί φησι πρὸς αὐτούς; Κατάσκοποί ἐστε. Οἱ δὲ εἶπον ἐν ἑαυτοῖς, Τί ποτε τοῦτό ἐστι; τροφὴν ἤλθομεν ἐμπορευσόμενοι, καὶ περὶ ψυχῆς κινδυνεύομεν; Εἰκότως, ἐπεὶ καὶ αὐτὸς τροφὴν ὑμῖν ἐκόμισε, καὶ περὶ τῆς ζωῆς ἐκινδύνευσεν· ἀλλ᾽ αὐτὸς μὲν ἀληθείᾳ ὑπέμενεν, ὑμεῖς δὲ ὑποκρίσει τοῦτο πάσχετε· οὐ γὰρ ἐχθρὸς ἦν, ἀλλὰ προσωπεῖον ἀνέλαβεν ἐχθροῦ, ἵνα τὰ κατὰ τὴν οἰκίαν μετὰ ἀκριβείας μάθῃ. Ἐπειδὴ γὰρ πονηροὶ περὶ αὐτὸν ἐγένοντο καὶ ἀγνώμονες, τόν τε Βενιαμὶν οὐκ εἶδε μετ᾽ αὐτῶν ὄντα, δείσας ὑπὲρ τοῦ παιδὸς, μήποτε κἀκεῖνος τὰ ἀδελφὰ αὐτῷ πέπονθε, κελεύει δεθῆναί τινα ἕνα καὶ ἀφεθῆναι ἐκεῖ· εἶτα αὐτοὺς λαβόντας τὸν σῖτον ἅπαντας ἀπελθεῖν, ἀπειλήσας θάνατον αὐτοῖς, εἰ μὴ τὸν ἀδελφὸν τὸν ἑαυτῶν ἐπαγάγοιεν.

Ἐπεὶ οὖν ταῦτα ἐγένετο, καὶ εἶπεν, Ἄφετέ τινα ἐνταῦθα, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀγάγετε· εἰ δὲ μὴ, θανάτῳ ἀποθανεῖσθε· τί πρὸς ἀλλήλους ἔλεγον ἐκεῖνοι; Ναὶ, ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτε κατεδέετο ἡμῶν. Εἶδες μετὰ πόσον χρόνον τῆς ἁμαρτίας ἀνεμνήσθησαν ἐκείνης;

Καὶ πρὸς μὲν τὸν πατέρα ἔλεγον· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ· αὐτοῦ δὲ τοῦ Ἰωσὴφ παρόντος καὶ ἀκούοντος, τὴν ἁμαρτίαν ἐξήλεγχον. Τί τούτου παραδοξότερον γένοιτ᾽ ἄν; Δικαστήριον χωρὶς ἐλέγχων γίνεται, καὶ ἀπολογία χωρὶς κατηγορίας, καὶ ἀπόδειξις ἄνευ μαρτύρων, αὐτῶν τῶν τὸ πρᾶγμα ἐργασαμένων ἑαυτοὺς ἐλεγχόντων, καὶ τὸ λάθρα γεγενημένον ἐκπομπευόντων. Τίς ἔπεισε, τίς ἠνάγκασεν εἰς μέσον ἐξενεγκεῖν τὰ πρὸ τοσούτου τολμηθέντα χρόνου· Οὐκ εὔδηλον, ὅτι τὸ συνειδὸς, ὁ ἀπαραλόγιστος δικαστὴς, συνεχῶς αὐτῶν κατέσειε τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἐθορύβει; Καὶ ὁ φονευθεὶς τότε ἐκάθητο σιγῇ δικάζων αὐτούς· καὶ μηδεμιᾶς ἐξενεχθείσης ἀποφάσεως καθ᾽ ἑαυτῶν τὴν καταδικάζουσαν αὐτοὺς ψῆφον αὐτοὶ ἔφερον. Καὶ οὗτοι μὲν ταῦτα ἔλεγον· ἕτερος δὲ ἀπελογεῖτο, λέγων· Οὐκ ἐλάλησα πρὸς ὑμᾶς, οὕτω λέγων· Μὴ ἀδικήσητε τὸ παιδάριον, μηδὲ ποιήσητε αὐτὸν μηδὲν κακὸν, ὅτι ἀδελφὸς ἡμῶν ἐστι· καὶ ἰδοὺ νῦν τὸ αἷμα αὐτοῦ ἐκζητεῖται, φησὶν, ἐκ τῶν χειρῶν ἡμῶν; Καίτοι οὐδὲν αὐτὸς ὁ ταῦτα λέγων περὶ τοῦ φόνου καὶ τῆς σφαγῆς ἐκείνης εἶπεν, ἀλλ᾽ αὐτὸς μὲν καθήμενος οὐδὲν τοιοῦτον ἐζήτει, ἀλλὰ τὸν ἕτερον ἀδελφὸν ἐπεζήτει· τὸ δὲ συνειδὸς αὐτῶν ἐπιλαβόμενον καιροῦ, διανέστη καὶ καθήψατο τῆς ἐκείνων διανοίας, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ τετολμημένα ὁμολογῆσαι παρεσκεύασε.

Ταῦτα καὶ ἡμεῖς πολλάκις πάσχομεν, παρελθόντων τῶν ἁμαρτημάτων· ἐν δεινοῖς γὰρ ἐξεταζόμενοι καὶ περιστάσεσι, μνημονεύομεν τῶν προτέρων ἁμαρτημάτων. ζʹ. Ἅπερ οὖν ἅπαντα εἰδότες, ἐπειδάν τι πράξωμεν πονηρὸν, μὴ ἀναμένωμεν συμφορὰς καὶ περιστάσεις μηδὲ κινδύνους καὶ δεσμὰ, ἀλλὰ καθ᾽ ἑκάστην ὥραν τε καὶ ἡμέραν ἀνακινῶμεν παρ᾽ ἑαυτοῖς τὸ δικαστήριον τοῦτο, καὶ τὰς ψήφους καθ᾽ ἑαυτῶν φέρωμεν, καὶ πειρώμεθα παντὶ τρόπῳ ἀπολογεῖσθαι τῷ Θεῷ, καὶ μήτε αὐτοὶ περὶ τῆς ἀναστάσεως καὶ τῆς κρίσεως ἀμφισβητῶμεν, μήτε ἑτέρων λεγόντων ἀνεχώμεθα, ἀλλὰ παντὶ τρόπῳ διὰ τῶν εἰρημένων αὐτοὺς ἐπιστομίζωμεν.

Οὐ γὰρ ἂν, εἰ μὴ τότε ἐμέλλομεν εὐθύνας ὑφέξειν τῶν πεπλημμελημένων, τοιοῦτον ἡμῖν ἐνταῦθα τὸ δικαστήριον ἐγκατέστησεν ὁ Θεός. Ἀλλὰ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον. Ἐπειδὴ γὰρ τότε μέλλει λόγον ἡμᾶς ἀπαιτεῖν τῶν πεπλημμελημένων, ἐγκατέστησε τοῦτον τὸν ἀδέκαστον κριτὴν, ἵνα οὗτος ἐνταῦθα ὑπὲρ τῶν ἡμαρτημένων δικάζων ἡμῖν, καὶ σωφρονεστέρους ποιῶν, ἐξαρπάσῃ τῆς μελλούσης ἐκεῖ κρίσεως. Ὅπερ οὖν καὶ ὁ Παῦλος λέγει· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου. Ἵνα οὖν μὴ τότε κολαζώμεθα, μὴ τότε εὐθύνας ὑπέχωμεν, ἕκαστος εἰς τὸ συνειδὸς εἰσελθέτω τὸ ἑαυτοῦ, καὶ τὴν ζωὴν ἀναπτύξας, καὶ ἅπαντα τὰ πεπλημμελημένα μετὰ ἀκριβείας ἐπελθὼν, καταγινωσκέτω τῆς ψυχῆς τῆς ταῦτα ἐργασαμένης, κολαζέτω τοὺς λογισμοὺς, θλιβέτω, στενοχωρείτω τὴν ἑαυτοῦ διάνοιαν, δίκην ἑαυτὸν ἀπαιτείτω τῶν ἡμαρτημένων διὰ τῆς καταγνώσεως, διὰ τῆς μετανοίας τῆς ἠκριβωμένης, διὰ δακρύων, διὰ ἐξομολογήσεως, διὰ νηστείας καὶ ἐλεημοσύνης, διὰ ἐγκρατείας καὶ ἀγάπης, ἵνα παντὶ τρόπῳ δυνηθῶμεν πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ πολλῆς ἀπελθεῖν ἐκεῖ τῆς παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.