Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η προσευχή του Φαρισαίου και ο έλεγχος της υπερηφανείας

Παρουσίαση της παραβολής και αυστηρή κριτική της αλαζονικής και κατακριτικής στάσεως του Φαρισαίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Πέπεισμαι δὲ, ὡς μετὰ συγγνώμης συνήθως καὶ αὖθις τῶν ἡμετέρων ἐπακούσετε λόγων, τῇ πλησμονῇ τῶν προκεκηρυγμένων ἀγαθῶν τὰ τῶν ψυχῶν ταμεῖα πληρώσαντες. Οὐκοῦν ἐπειδὴ καὶ ὑμεῖς σὺν εὐμενείᾳ Θεοῦ τῆς πενιχρᾶς τραπέζης ἀνέχεσθε, κἀγὼ πάλιν τῷ τῆς ὑμετέρας ἀγάπης τρόπῳ καταθαῤῥήσας, τῷ διδασκαλικῷ ζυγῷ τὸν τῆς ψυχῆς αὐχένα ὑποτέθεικα· φέρε τοίνυν τὸ ἔναγχος ἀνεγνωσμένον προθήσω ὑμῖν· πᾶσι γὰρ ὑμῖν τοῖς πλουσίοις ὁ πτωχὸς ἑστιάτωρ ἐλήλυθα, τὸ τοῦ λόγου συμπόσιον συγκιρνῶν. Ἄνθρωποι, φησὶ, δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. Φαρισαῖος ὁ κομπώδης τῆς δικαιοσύνης ἐργάτης, Φαρισαῖος ὁ θερίσας ἄωρον τῶν κατορθωμάτων τὸ λήϊον, ὁ πλέον ἀλαζονείᾳ πλουτῶν, ἢ τοῖς χρήμασιν· ὁ διακένῳ φυσήματι τινάξας τῶν ἀρετῶν τὸν καρπὸν, τῆς ὑπερηφανίας ὁ κτήτωρ, ὁ τῆς φύσεως ἁπάσης κατήγορος, ὁ ἀφιλάνθρωπος ἔλεγχος, ὁ ἀσυγγνώμων ὀνειδιστὴς, ἡ τρικυμία τῆς τοῦ τελώνου εὐχῆς. Καί μοι μηδεὶς τὸν λόγον ὡς φιλολοίδορον δεχέσθω· ἀλλ᾽ αὐτῶν ἐπακούσας τῶν τοῦ Φαρισαίου ῥημάτων, γνωριζέτω ἀληθῆ τὰ λεγόμενα. Ὁ Θεὸς, φησὶν, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων. Πάντων ἑαυτὸν κρίνεις δικαιότερον; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων.

Τί ποιεῖς, Φαρισαῖε; Μὴ τῷ κοινῷ τῆς φύσεως ὀνόματι πρόσεχε· ἄτρεπτος γέγονε καὶ ὁ φιλάνθρωπος, ἅνθρωπος· κἂν ἐκεῖνον ἐννοήσας, τῶν ἀλαζονικῶν ῥημάτων κατάβηθι. Εἰπὲ κἂν, Ὥς τινες τῶν ἀνθρώπων, καὶ μὴ, Ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί. Πάντες ἅρπαγες πλὴν σοῦ, Φαρισαῖε; πάντες ἄδικοι, σὺ δὲ μόνος τυγχάνεις δίκαιος; πάντες μοιχοὶ, σοὶ δὲ μόνῳ τὸ τῆς σωφροσύνης ὑπάρχει κατόρθωμα;

Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί· ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νῦν ἤρξατο πτεροφυεῖν ἡ τοῦ ἀνθρώπου διάνοια· νῦν τινάσσει τῆς ψυχῆς πρὸς οὐρανὸν τὸ πτερόν. Τί κατασπᾷς αὐτὸν τῇ τῶν ῥημάτων βαρύτητι, κωλύων ἀναπτῆναι τὴν ἐξομολόγησιν πρὸς τὸν φιλάνθρωπον; τί κατεπεμβαίνεις τῷ κειμένῳ; τί ἐπιστοιβάζεις ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα; τί κατηγορεῖς τοῦ ἀνενδότως τύπτοντος τὴν συνείδησιν;

Ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Τί γὰρ εἶδες, ἄνθρωπε, τὸν τελώνην ποιοῦντα; λῃστεύοντα; τοὺς ἀλλοτρίους πόνους συλῶντα; τὰ ἀλλότρια ληϊζόμενον; θερίζοντα, ἅπερ οὐκ ἔσπειρε; συνάγοντα, ὅθεν οὐ διεσκόρπισεν; ἁπλοῦντα τοῖς ὁδοιπόροις τὸ δίκτυον; Οὐδὲν τοιοῦτον τεθέασαι, ὦ Φαρισαῖε· ἀλλ᾽ ὁρᾷς σχῆμα ἐλεεινὸν, οἴκτου καὶ βοηθείας ἄξιον. Κεῖται γὰρ ἐπὶ πρόσωπον, βασανίζει τὸ στῆθος ὡς τῶν κακῶν ἐργαστήριον, ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς οὐρανὸν οὐ τολμᾷ· τάχα καὶ παρ᾽ αὐτῶν τῶν ἀστέρων κατηγορίαν ἐκδέχεται, ἢ μᾶλλον νομίζει τῶν πλημμελημάτων τὸ πλῆθος γεγράφθαι ἐν τῷ στερεώματι· πόῤῥωθεν ἑαυτὸν ὡσεὶ δικασθεὶς τοῦ ἱεροῦ ἀπέστησε· τὸ, Ἐλέησον, κέκραγεν ὡς ἤδη καταδικαζόμενος. Οὐκ ἀνέγνως τὸ γεγραμμένον, ὅτι Μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ;

Ἄπορός ἐστι, πανταχόθεν ἐκύκλωσαν αὐτὸν οἱ λογισμοὶ ἀντὶ τοῦ πλήθους τῶν κατηγόρων· ἐχρήσατο τῇ δεξιᾷ ἡ συνείδησις κατὰ τοῦ στήθους μαστιζούσῃ· καθ᾽ ἑαυτοῦ ἀπειργάσατο δήμιον. Οὐκ ἐπικάμπτει σε τρέμων; οὐκ ἐρεθίζει σε πρὸς συμπάθειαν οὗτος κάτω νεύων τὸ πρόσωπον; οὐ μαλάσσει σου τὴν ἀπάνθρωπον γνώμην, μὴ τολμῶν πρὸς οὐρανὸν ἀναβλέψαι; Ὅτε μὲν γὰρ ἐτελώνει, ἐχρῆν σε τὰς τοιαύτας κατ᾽ αὐτοῦ ἀναβοῆσαι φωνάς· πρέπον γὰρ αὐτῷ τότε οὐ μόνον παρὰ σοῦ, ἀλλὰ καὶ παρὰ παντὸς ὀνειδίζεσθαι. Ὅτε μέντοι τῶν οἰκείων κατέγνω κακῶν, ὅτε θεωρήσας τὰ τραύματα τῆς ψυχῆς, ἔδραμε πρὸς τὸν ἰατρὸν τὸν ἀμισθὶ θεραπεύοντα, ὅτε τῶν πλημμελημάτων μνημονεύσας τῷ ἀμνησικάκῳ Δεσπότῃ προσέφυγε· τότε περισσῶς αὐτῷ κατεπεμβαίνεις, ὦ Φαρισαῖε; Οὔτε ὡς οὗτος ὁ τελώνης. Μὴ γὰρ οὐκ εἰσὶν ἄλλοι τελῶναι, μήπω τὸν γλυκὺν τῆς μετανοίας ἀγαπήσαντες θρῆνον; Εἰ πόθος σοι πολὺς κατηγορεῖν ἁμαρτωλῶν, ἐπ᾽ ἐκείνους στρέψον τὴν σὴν γλῶσσαν, τοὺς ἔτι τοῖς δικτύοις τῆς πλεονεξίας ἐνειλημένους. Πρὸς τοῦτον μέντοι περιττή σου ἡ δυσμένεια.