Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός; Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν ζώων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν, τῶν ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα (καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμὼν), τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι δείξω λειμῶνα; κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφὴν, τοὺς πορφυρίζοντας στρουθούς.