ϟΔʹ. Πενταδίᾳ διακόνῳ. Ἐγώ σου τὴν ἀγάπην, ἣν περὶ ἡμᾶς ἔχεις, ᾔδειν μὲν καὶ ἕμπροσθεν, δι᾽ αὐτῶν μαθὼν τῶν πραγμάτων· ἔμαθον δὲ σαφέστερον νῦν ἐξ ὧν ἐπέσταλκας ἡμῖν. Καὶ διὰ τοῦτο μάλιστά σε θαυμάζομεν, οὐ διὰ τὸ γράψαι μόνον, ἀλλὰ καὶ διὰ τὸ ἀπαγγεῖλαι ἡμῖν πάντα τὰ γεγενημένα. Τοῦτο γὰρ καὶ θαῤῥούσης ἡμῖν καὶ μεριμνώσης τὰ ἡμέτερα. Διὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι᾽ ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ᾽ ἐκεῖσε παρεῖναι, καὶ μεθ᾽ ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ. Χαῖρε τοίνυν καὶ εὐφραίνου τοιαύτην ἀραμένη νίκην, καὶ τοιούτους εὐκόλως ἐπιστομίσασα θῆρας, καὶ τὰς ἀναισχύντους αὐτῶν ἐμφράξασα γλώττας, καὶ λυσσῶντα ἀποῤῥάψασα στόματα.