Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν καὶ εἰς τὴν ἁγίαν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Η διπλή γέννηση του Χριστού και τα παλαιοδιαθηκικά προτυπώματα

Ερμηνεία του αποστολικού αναγνώσματος με έμφαση στο μυστήριο της θείας και της ανθρώπινης γεννήσεως του Υιού, αντλώντας παραδείγματα από τα θαύματα της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἐγὼ δὲ σήμερον περιζωσάμενος τὴν ὀσφὺν τῆς ἀληθείας, καὶ ἐνδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἄρχομαι κατὰ τῶν αἱρετικῶν ἀναδεξάμενος ἀγῶνα. Ἐφάπτομαι τῶν ἀγώνων, οὐ λόγοις λόγους συνάπτων, οὐδὲ ῥητορικῇ δεινότητι τὰς σειρὰς τῶν προτάσεων διαλύων, ἀλλὰ τῇ τελείως ἐπαναγνωσθείσῃ φωνῇ τὰ εὐμήχανα τῶν αἱρετικῶν προβλήματα, ὡς ἱστὸν ἀράχνης, διασπῶν. Ἔστι δὲ ἀποστολικὸν ἀνάγνωσμα τοῦτο· Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τί λέγεις, ὦ Παῦλε; ὁ πλοῦτος τοῦ Θεοῦ ἐν βάθει κεῖται, καὶ ἐν ὕψει γνωρίζεται;

Ναὶ, φησὶ, καὶ ἐν βάθει, καὶ ἐν ὕψει· ἐν βάθει μὲν διὰ τὴν ἀνθρωπότητα, ἐν ὕψει δὲ διὰ τὴν θεότητα. Οὕτω γὰρ διὰ τοῦ προφήτου ἀποκαλύπτων τὴν οἰκονομίαν ἔλεγε πρὸς Ἄχαζ· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος· εἰς βάθος μὲν, διὰ τὴν οἰκονομίαν, εἰς ὕψος δὲ, διὰ τὴν θεολογίαν. Βαθὺ μὲν γὰρ σημεῖον τὸ ἐκ Παρθένου τεχθῆναι, ὑψηλὸν δὲ κήρυγμα καὶ τὸ ἐκ Θεοῦ Θεὸν γεννηθῆναι. Οὔτε οὖν τὸ ὕψος, ἄνθρωπε, περιεργαζόμενος καταλαμβάνεις, οὔτε τὸ βάθος πολυπραγμονῶν εὑρίσκεις. Σεπταὶ γάρ εἰσιν αἱ τοῦ Χριστοῦ γεννήσεις· ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν. Παρὰ φύσιν γὰρ ἐν ὑστέροις καιροῖς ἐκ τῆς Παρθένου ἐτέχθη, κατὰ φύσιν δὲ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ἐτέχθη, ὡς ὁ γεννήσας οἶδε. Καὶ ἡ ἄνω γέννησις ἀψευδής. Ἀληθῶς γὰρ ἐκ Θεοῦ Θεὸς ἐγεννήθη, ἀληθῶς ἐκ τῆς Παρθένου ἄνθρωπος ὁ Θεὸς μετὰ ἀνθρώπων ἐτέχθη· ἄνω μόνος ἐκ μόνου Μονογενὴς, καὶ κάτω μόνος ἐκ μόνης Μονογενής· καὶ ὥσπερ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβές ἐστιν ὑπονοῆσαι μητέρα, οὕτω καὶ ἐπὶ τῆς Παρθένου βλάσφημόν ἐστιν ὑπονοῆσαι πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησεν, ἡ Παρθένος ἀφθόρως ἔτεκεν.

Οὔτε γὰρ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ Παρθένος φθορὰν ὑπέστη τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν. Ὢ καινοῦ θαύματος! ὢ σεπτοῦ καὶ ἀλαλήτου μυστηρίου! Τολμῶ γὰρ εἰπεῖν, ὅπερ λέγων οὐ σφάλλομαι· ὅτι καὶ ἄνω παρθένος ἐγέννησε φύσις (καθαρὰ γάρ ἐστι καὶ ἄφθορος ἡ τῆς θεότητος οὐσία), καὶ κάτω Παρθένος ἔτεκεν ἄφθορος ἄφθορον· Οὐ δώσεις γὰρ τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὅταν ἡ φύσις τάξει βαίνῃ, τότε τὰ κατὰ φύσιν ζήτει, ἄνθρωπε· ὅταν δὲ Θεός τι προστάσσῃ, τότε ἡ φύσις τὴν ἑαυτῆς ἀρνεῖται τάξιν, καὶ ἐκεῖνα πράττει, ἅπερ ὁ τοῦ Θεοῦ βούλεται νόμος. Οἷόν τι λέγω· Ἐκέλευσεν ὁ Θεὸς τῇ πέτρᾳ ἐν τῇ ἐρήμῳ ἐκβλύσαι ὕδωρ, καὶ ἔβλυσεν, οὐχ ὃ εἶχεν ἐν κόλποις, ἀλλ᾽ ὃ ἐναπέθετο τὸ πρόσταγμα.

Ὥσπερ οὖν ἡ πέτρα νεύματι τοῦ Θεοῦ πηγὴ γέγονε, καὶ τῇ φορᾷ τῶν ὑδάτων χειμάῤῥους ἔτεκεν, οὐ φλεβὸς ὑποκειμένης, οὐ παρὰ ποταμοῦ δανεισαμένη, ἀλλ᾽ ἡ ξηρὰ καὶ ἄφλεβος καὶ ἄνυγρος ἄφνω γέγονε ποταμῶν μήτηρ, ἀφθόνως προχέουσα ὅπερ οὐκ ἔσχεν ὕδωρ· οὕτω καὶ ἡ ἀπειρόγαμος Παρθένος τῇ ἐπισκιάσει τοῦ ἁγίου Πνεύματος τὸν Κύριον ἡμῶν ἔτεκε κατὰ σάρκα, οὐ τάξει φύσεως κινηθεῖσα, ἀλλὰ τῇ δυνάμει τοῦ Ὑψίστου ἐπὶ τὸ τεκεῖν ἐλθοῦσα. Οὐ γὰρ δανεισαμένη παρὰ τὸν νόμον τῆς φύσεως ἔτεκεν, ἀλλὰ δυναμωθεῖσα τῷ ἁγίῳ Πνεύματι οὕτως ἔτεκεν, ὥσπερ ἡ τοῦ Θεοῦ χάρις ἠθέλησε.

Πνεῦμα γὰρ, φησὶν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Εἰ δὲ θέλεις γνῶναι, πῶς ἡ φύσις ἀρνεῖται τὴν ἑαυτῆς τάξιν, ἵνα παρὰ φύσιν ὑπηρετήσῃ τῇ τοῦ Θεοῦ βουλῇ, ἐρώτησον τὴν ῥάβδον τὴν Ἀαρών· Εἰπὲ, ἡ ῥάβδος ἡ ξηρὰ, πῶς φύλλα καὶ καρπὸν ἐν ἀκαριαίᾳ ῥοπῇ παρὰ φύσιν ἐβλάστησας;

Οὐ τῇ γῇ Μωϋσῆς σε προέθετο, οὐκ ὄμβροις ἤρδευσεν, οὐ χρόνος τὰς ῥίζας ἔθρεψεν, οὐ θέρος εἶδες ἢ ἔαρ, οὐ χειμῶνος ἀπήλαυσας, ἢ μετοπώρου· πῶς οὖν φύλλα, καὶ ἄνθη, καὶ καρπὸν ἔδωκας; Καὶ ἡ ῥάβδος, Οὐ τροπαῖς, φησὶν, ἀέρων ἢ μεταβολαῖς καιρῶν ἐδούλευσα, ἀλλὰ τῷ θείῳ ὑπηρετησαμένη λόγῳ τὴν φύσιν ἐπάτησα, καὶ παρὰ φύσιν καρπὸν ἔδωκα, ἵνα καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ τοῦ ἀριστοτέχνου ὑπηρετήσωμεν θελήματι. Ὥσπερ οὖν ἡ ῥάβδος παρὰ φύσιν καρπὸν ἔδωκεν, ἄνθρωπε, ἵνα πιστεύσῃ ἡ Ἰουδαία· οὕτω καὶ ἡ ζῶσα ῥάβδος, ἡ βασιλικὴ Παρθένος, ἄνευ γαμικῶν νόμων ἔτεκεν, ἵνα σωθῇ ἡ οἰκουμένη.

βʹ. Εἰ δὲ λέγεις, Τί ὅμοιον ῥάβδος βλαστάνουσα πρὸς Παρθένον τίκτουσαν; μάνθανε, ὡς πάνυ τὴν ὁμοιότητα σώζει. Ἡ γὰρ ῥάβδος τύπος ἦν τῆς Παρθένου· ἐκείνη εἰκὼν, αὕτη ἡ ἀλήθεια· καὶ τὸ προλαβὸν ὑπόδειγμα, τοῦτο ἀπόδειξις.