Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ αἱρετικῶν

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των αιρέσεων του Αρείου και του Ευνομίου

Στηλιτεύεται η υποβίβαση του Χριστού σε κτίσμα από τους αιρετικούς, η οποία χαρακτηρίζεται ως νέα μορφή ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Φιλῶ γὰρ μάχην εἰρήνης βελτίονα, φιλῶ πόλεμον ἀγάπης μακαριώτερον, φιλῶ γνώμην πομπεύειν πρὸς μὲν Ἕλληνας σεμνυνομένην ἀπὸ Χριστοῦ, πρὸς δὲ καὶ ἡμᾶς στασιάζουσαν, ὅτι Χριστὸν ἀνυψοῦμεν. Τοιοῦτος γὰρ ἦν Ἄρειος· ὅταν μὲν Ἕλλησι λαλῇ, σεμνολογεῖ τὸν Χριστόν· ὅταν δὲ ἡμῖν διαλέγηται, καταλαλεῖ τοῦ Χριστοῦ.

Τοιοῦτος Εὐνόμιος· ὅταν Ἑλληνισμὸν ψέγῃ, στηλιτεύει θεοποιίαν· ὅταν δὲ φθέγγηται πρὸς ἡμᾶς, θεοποιίαν ἱστᾷ· θεοποιίας γὰρ εἶδος, τὸ λέγειν τὸν Θεὸν Λόγον δεδημιουργημένον Θεὸν καὶ κεκτισμένον εἰς τὸ λατρεύεσθαι κτίσμα. Τί ποιεῖς, τυφλώττων αἱρετικέ;

Ἃ κατέλυσεν εἰσάγεις οἰκοδομοῦντα τὸν Χριστὸν, καὶ ἃ νοεῖς ἀνέσπασε, τῶν κτισμάτων θεοποιίας, κτισματολατρείαν, φυτεύων τὰ μείζονα. Μὴ βλάπτε τοῦ Χριστιανισμοῦ τὴν εὐγένειαν· μὴ ποίει τοῦτον Ἑλληνισμοῦ συγγενῆ· λατρεία γὰρ κτίσματος, κἂν μεῖζον κἂν ἔλαττον τὸ λατρευόμενον ᾖ κτίσμα, λατρείας Ἑλληνικῆς ἀδελφόν. Οὐκ ἐγκαλεῖ γοῦν τοῖς Ἕλλησιν ὁ Παῦλος, ὅτι μικρῶς ἐλάτρευσαν, ἀλλ᾽ ὅλως ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τὸ γὰρ κτίσματι λατρεύειν καὶ ἐν μικρῷ καὶ ἐν μεγάλῳ ἰσοδύναμόν ἐστι· μᾶλλον δὲ καὶ Ἑλλήνων αἱρετικὸς τῇ θείᾳ χαλεπώτερος φύσει. Οὐ γὰρ οὕτως ὑβριστὴς εἰς τὸ Θεῖον ὁ τὴν κτίσιν προσαγορεύων Θεὸν, ὡς ὁ κτίσμα τὸν Θεὸν ὀνομάζων. Ὁ μὲν γὰρ τὴν κτίσιν θεοποιῶν, δοῦλον ἐνδύειν δοκεῖ βασιλικὴν πορφυρίδα· ὁ δὲ κτίσμα τὸν Θεὸν παρεισάγων, ἰδιωτεύειν ἀναγκάζει τὸ Θεῖον. Ἕλλην μὲν, ὃς ὑποπτεύει τὸ Θεῖον, θεραπεύει δὲ παντοίως· Ἄρειος δὲ οὐ σέβει, Θεοῦ τὴν εὐφημίαν οὐ φέρει. Σέβειν μὲν τὸν Χριστὸν καὶ προσκυνεῖν οὐκ ἀρνεῖται, τιμωμένου δὲ τιμαῖς ὑψηλοτάταις ἀλγεῖ. Ἂν εἴπῃ τις ἄκτιστον, εὐθέως ὠργίσθησαν· ἂν ἀδέσποτον, ἐδυσχέραναν· ἂν τῆς ἀξίας κοινωνὸν τῆς πατρῴας, ὡς ἐπὶ μείζονι πληγῇ παρωξύνθησαν· ἂν δοτῆρα δωρεῶν αὐτεξούσιον, καὶ πρὸς τοῦτο βρύχονται· κλήσεις μὲν Χριστιανῶν, μισοχρίστων δὲ γνώμην.