Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρὸς Ἕλληνας καὶ κατὰ Ἰουλιανοῦ καὶ περὶ τοῦ ἁγίου Βαβύλα

Ἰωάννης ὁ Χρυσόστομος

Οι θείες τιμωρίες, η αποτυχία του Ιουλιανού και το τέλος του

Ερμηνεία της παραμονής των ερειπίων του ναού ως σημείου της θείας οργής. Οι μάταιες προσπάθειες του Ιουλιανού να ανοικοδομήσει τον ναό των Ιεροσολύμων, οι δόλιες διώξεις του και ο καταστροφικός του θάνατος στην Περσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 10

Ὥρα δὴ λοιπὸν ἐπιδεῖξαι καὶ τὴν αἰτίαν δι᾽ ἣν ὁ Θεὸς οὐκ εἰς τὸν βασιλεύοντα τὴν ὀργὴν ἀφῆκεν ἀλλ᾽ εἰς τὸν δαίμονα, καὶ διὰ τί μὴ πάντα ἀπώλεσε τὸ πῦρ τὸν ναὸν ἀλλὰ τὴν στέγην ἀφανίσαν ἅμα καὶ τὸ εἴδωλον ἤλεγξεν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ αἰτίας τινὸς ταῦτα ἐγένετο ἀλλ᾽ ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τῆς ὑπὲρ τῶν πλανωμένων πάντα ἐδρᾶτο. Ὁ γὰρ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν μετὰ τῶν ἄλλων ᾔδει καὶ τοῦτο, ὅτι κατὰ μὲν τοῦ βασιλέως ἐνεχθέντος τοῦ κεραυνοῦ οἱ μὲν παρόντες καὶ θεασάμενοι τὴν πληγὴν ἐφοβήθησαν ἂν πρὸς καιρόν, δευτέρου δὲ καὶ τρίτου παρελθόντος ἔτους ἤ τε μνήμη τοῦ γεγονότος ἀπώλλυτο καὶ πολλοὶ οἱ διαπιστήσοντες ἦσαν τῷ θαύματι. Εἰ δὲ ὁ ναὸς δέξοιτο τὴν φλόγα παντὸς κήρυκος σαφέστερον οὐ τοῖς τότε μόνον ἀλλὰ καὶ τοῖς μετέπειτα πᾶσιν ἀπαγγελεῖ τοῦ Θεοῦ τὴν ὀργήν, ὡς καὶ τοῖς βουλομένοις ἀναισχυντεῖν καὶ συγκαλύπτειν τὸ γεγονὸς πᾶσαν ἀνῃρῆσθαι πρόφασιν. Ἕκαστος γὰρ ἐφιστάμενος τῷ τόπῳ ὥσπερ ἄρτι συμβεβηκότος τοῦ ἐμπρησμοῦ οὕτω διατίθεται τὴν ψυχὴν καὶ φρίκη τις αὐτὸν εἴσεισι καὶ πρὸς τὸν οὐρανὸν ἀπιδὼν εὐθέως δοξάζει τοῦ ταῦτα ἐργασαμένου τὴν ἰσχύν.

Ὥσπερ γὰρ ἂν εἴ τις λῃστάρχου τινὸς σπήλαιον καὶ κατάδυσιν διαρρήξας ἄνωθεν ἐξαγάγοι τὸν ἐνοικοῦντα δέσμιον καὶ τὰ αὐτοῦ πάντα λαβὼν καταλίποι τὸν τόπον θηρίων καὶ κολοιῶν εἶναι καταφυγήν, εἶτα ἕκαστος τῶν πρὸς τὴν κατάδυσιν ἐρχομένων ἐκείνην ἅμα τὸν τόπον ὁρῶν τὰς καταδρομὰς καὶ τὰς κλοπὰς καὶ τὴν ἰδέαν φαντάζεται καὶ ὑπογράφει τοῦ πρότερον κατοικοῦντος αὐτήν, οὕτω καὶ ἐνταῦθα γίνεται. Πόρρωθεν γάρ τις τοὺς κίονας ἰδὼν εἶτα ἐλθὼν καὶ τὸν οὐδὸν ὑπερβὰς ὑπογράφει ἑαυτῷ τὸ τοῦ δαίμονος ἀποτρόπαιον, τὴν ἀπάτην, τὰς ἐπιβουλάς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τήν τε ὀργὴν καὶ τὴν ἰσχὺν ἄπεισι καὶ τὸ πρότερον πλάνης οἰκοδόμημα καὶ βλασφημίας νῦν δοξολογίας ὑπόθεσις γίνεται.

Οὕτως εὐμηχανός ἐστιν ἡμῶν ὁ Θεός. Καὶ τὰ παράδοξα ταῦτα οὐ νῦν πρῶτον ἀλλ᾽ ἄνωθεν καὶ ἐκ τῶν προτέρων θαυματουργεῖ γενεῶν. Καὶ πάντα μὲν καταλέγειν οὐ τοῦ παρόντος καιροῦ, ἐπιμνησθήσομαι δὲ ὃ τούτῳ παρόμοιον εἶναι δοκεῖ. Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ (Δάγων ἦν ὄνομα αὐτῷ); Καὶ τὸ πρῶτον εἰσενεχθείσης τῆς κιβωτοῦ κατέπεσέ τε τὸ ζῴδιον καὶ ἔκειτο πρηνές. Ὡς δὲ οὐ συνίεσαν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἰσχὺν ἀπὸ ταύτης τῆς πτώσεως ἀλλ᾽ ὀρθώσαντες αὐτὸ πάλιν ἐπὶ τῆς οἰκείας ἔστησαν ἕδρας, τῇ ὑστεραίᾳ ὑπὸ τὴν ἕω παραγενόμενοι θεωροῦσιν οὐκέτι μόνον πεπτωκὸς ἀλλὰ καὶ διακεκλασμένον πάντοθεν. Αἵ τε γὰρ χεῖρες ἀποσπασθεῖσαι τῶν ὤμων εἰς τὸν οὐδὸν ἐξηκοντίσθησαν τοῦ ναοῦ μετὰ τῶν ποδῶν τό τε λοιπὸν τοῦ ξοάνου μέρος εἰς ἕτερον διέσπαρτο τόπον διασπασθέν.

Καὶ τῶν Σοδόμων δέ—ὡς ἄν τις μεγάλῳ παραβάλοι μικρόν—διὰ τοῦτο μετὰ τῶν οἰκητόρων καὶ ἡ γῆ καταφλεχθεῖσα ἀπώλετο καὶ γέγονεν ἄκαρπος ἵνα μὴ μόνον οἱ τότε ἀλλὰ καὶ οἱ μετ᾽ ἐκείνους ἅπαντες ὑπὸ τῶν τόπων σωφρονίζωνται. Εἰ γὰρ ἔστη μέχρι τῶν ἀνδρῶν ἡ κόλασις κἂν ἠπιστήθη μετὰ ταῦτα τὸ γεγονός. Διὰ τοῦτο ὁ τόπος δέχεται τὴν πληγὴν ὁ τῷ χρόνῳ παρεκταθῆναι δυνάμενος καὶ ἑκάστην τῶν ἐπιγινομένων ὑπομιμνήσκει γενεῶν ὅτι τοὺς τὰ τοιαῦτα δρώντας τοιαῦτα πάσχειν νενομοθέτηται κἂν μὴ παραυτὰ τὴν τιμωρίαν τίσωσιν, ὅπερ καὶ ἐπὶ τοῦ ναοῦ γέγονε τούτου.

Ἰδοὺ γὰρ εἰκοστὸν ἔτος ἐστὶν ἐξ ἐκείνου λοιπὸν καὶ τῆς ὑπὸ τοῦ πυρὸς καταλειφθείσης οὐδὲν παραπόλωλεν οἰκοδομῆς ἀλλ᾽ ἕστηκε παγίως καὶ βεβαίως τὰ διαφυγόντα μέρη τὸ πῦρ καὶ οὕτως ἐστὶν ἰσχυρὰ ὡς καὶ πρὸς ἑκατὸν ἔτη καὶ πρὸς ἕτερα δὶς τοσαῦτα καὶ τούτων πάλιν πολλῷ πλείονα ἀρκέσαι χρόνον. Καὶ τί θαυμαστὸν εἰ τῶν τοίχων οὐδεὶς ἀποσχισθεὶς θατέρου κατηνέχθη πρὸς τοὔδαφος; Τῶν γὰρ κιόνων τῶν περὶ τὸν ὀπισθόδομον εἷς τότε μόνος διακλασθεὶς οὐδὲ οὗτος κατέπεσεν ἀλλὰ διαλυθεὶς ἀπὸ τῆς οἰκείας ἔδρας καὶ πρὸς τὸν τοῖχον ἀναπεσὼν οὕτως ἔμεινε.

Καὶ αὐτοῦ τὸ μὲν ἀπὸ τῆς κρηπῖδος ἐπὶ τὴν τομὴν πλάγιον πρὸς τὸν τοῖχον ἐρήρεισται τὸ δὲ ἀπὸ τῆς τομῆς ἐπὶ τὴν κεφαλίδα ἕστηκεν ὕπτιον τοῦ κατωτέρου βασταζόμενον μέρους. Καίτοι καὶ ἀνέμων σφοδρῶς τῷ τόπῳ προσπεσόντων πολλάκις καὶ σεισμῶν γενομένων καὶ τῆς γῆς τιναχθείσης οὐδ᾽ ἐτινάχθη τὰ λείψανα τῆς φλογὸς ἀλλ᾽ ἕστηκε βεβαίως μονονουχὶ βοῶντα ὅτι διὰ τὸν τῶν ἐσομένων τετήρηνται σωφρονισμόν.

Καὶ τοῦ μὲν μὴ πάντα ἁλῶναι τῷ πυρὶ τὸν νεὼν ταύτην ἂν εἴποι τις εἶναι πρόφασιν, τοῦ δὲ μὴ ἐλθεῖν ἐπὶ τὸν βασιλέα τὸν σκηπτὸν καὶ ἑτέραν εὕροι τις ἂν αἰτίαν ζητῶν ἀπὸ τῆς αὐτῆς ὁρμωμένην πηγῆς, τῆς χρηστότητος λέγω καὶ φιλανθρωπίας τοῦ Χριστοῦ. Διὰ γὰρ τοῦτο τῆς μὲν τοῦ βασιλέως κεφαλῆς τέως ἀνέσχε τὸ πῦρ ἔρριψε δὲ αὐτὸ κατὰ τῆς ὀροφῆς ἵνα ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευθεὶς ἐκφύγῃ τὴν ἀποκειμένην αὐτῷ κόλασιν μεταβαλὼν καὶ τῆς πλάνης ἀπαλλαγείς. Οὐδὲ γὰρ τοῦτο μόνον οὐδὲ πρῶτον αὐτῷ τῆς οἰκείας δυνάμεως σημεῖον ἔδωκεν ὁ Χριστὸς ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις πολλὰ τούτου οὐχ ἥττονα. Ὅ τε γὰρ θεῖος ὅ τε ταμίας οὕτως ἄμφω καταλύσαντες τὸν βίον καὶ λιμὸς εἰς τὴν πόλιν εὐθέως ἐμπεσὼν μετ᾽ αὐτοῦ καὶ ἡ τῶν ὑδάτων σπάνις οὐδέποτε συμβᾶσα πρότερον ἀλλ᾽ ἢ μετὰ τὰς ἐπὶ τῶν πηγῶν γενομένας θυσίας ὑπ᾽ αὐτοῦ καὶ πολλὰ πρὸς τούτοις ἕτερα, τά τε ἐν τῷ στρατοπέδῳ τά τε ἐν ταῖς πόλεσι συμβαίνοντα, καὶ λιθίνην ἱκανὰ κάμψαι ψυχήν· οὐ τῷ πλήθει μόνον οὐδὲ τῷ πάντα ὁμοῦ γίνεσθαι καὶ ἐφεξῆς καὶ κατὰ πόδας τῶν τολμημάτων ὡς ἐπὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων ποτὲ ἀλλὰ τῷ καὶ καθ᾽ ἑαυτὰ τοιαῦτα εἶναι τὰ δεικνύμενα τέρατα ὡς μὴ δεῖσθαι ἕτερον ἑτέρου πρὸς τὴν τῶν ὁρώντων ἐπιστροφὴν ἀλλ᾽ ἀρκεῖν ἕκαστον αὐτῶν καὶ καθ᾽ ἑαυτὸ τοῦτο ἐργάσασθαι.

Ἵνα γὰρ τὰ ἄλλα παραλίπω, οὐκ ἂν ἐξέπληξεν τὸν μὴ σφόδρα ἀναίσθητον τὸ περὶ τὰ θεμέλια τοῦ παλαιοῦ τῶν Ἱεροσολύμων ναοῦ σημεῖον ἐπιδειχθέν; Τί δὲ τοῦτο ἦν; Ὁρῶν ὁ τύραννος εἰς τὴν ἀρχὴν ἅπασαν τὴν ὑπ᾽ αὐτῷ κειμένην τοῦ Χριστοῦ τὴν πίστιν ἐκκεχυμένην ἤδη δὲ καὶ τῆς Περσῶν ἁψαμένην καὶ βαρβάρων ἑτέρων μετ᾽ ἐκείνους καὶ πάλιν ἐνδοτέρω τούτων προελθοῦσαν καὶ πᾶσαν ὡς εἰπεῖν τὴν ὑφ᾽ ἡλίῳ κατέχουσαν ἐδάκνετο μὲν καὶ ἤλγει καὶ πρὸς τὸν τῶν ἐκκλησιῶν παρεσκευάζετο πόλεμον, ἠγνόει δὲ “πρὸς κέντρα λακτίζων” ὁ δείλαιος. Καὶ πρῶτον μὲν τὸν ἐν Ἱεροσολύμοις ναὸν ὃν εἰς ἔδαφος ἡ τοῦ Χριστοῦ κατήνεγκε δύναμις ἀνορθοῦν ἐπειρᾶτο καὶ τὰ τῶν Ἰουδαίων ὁ Ἕλλην ἐθεράπευεν ἀπόπειραν διὰ τούτου τῆς τοῦ Χριστοῦ δυνάμεως βουλόμενος λαβεῖν.

Καὶ καλέσας Ἰουδαίων τινὰς καὶ θύειν κελεύσας—καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν—ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον τὴν ἀναχώρησιν ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν καὶ τὰ ἄλλα ἅπαντα ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν. Οἱ δὲ ἀνόητοι πλανώμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως γήρους ἀπῄεσαν ὡς συμπράξοντες τῷ βασιλεῖ. Καὶ ὡς αὐτῷ τε ὁμοῦ τὸν χοῦν ἤρξαντο κενοῦν καὶ πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἀθρόον ἅπαντας αὐτοὺς κατηνάλωσεν. Ὡς δὲ ἀπηγγέλθη ταῦτα τῷ βασιλεῖ οὔτε περαιτέρω τὴν τόλμαν προάγειν ἐπεχείρει λοιπόν—κατείχετο γὰρ τῷ δέει—οὔτε τῆς πλάνης τῶν δαιμόνων ἤθελεν ἀπαλλάττεσθαι καθάπαξ τυραννηθεὶς ὑπ᾽ αὐτῶν ἀλλὰ τέως μὲν ἡσυχίαν ἤγε.

Χρόνου δὲ παρελθόντος μικροῦ τῆς αὐτῆς εἴχετο ματαιοπονίας τὸν μὲν νεὼν οὐκ ἔτι τολμῶν οἰκοδομεῖν ἑτέρωθεν δὲ ἀκροβολιζόμενος πρὸς ἡμᾶς. Εἰς πόλεμον γὰρ καθεῖναι φανερὸν ἀνεβάλετο τέως ἑνὸς μὲν καὶ μάλιστα πρώτου τοῦ πεπεΐσθαι σαφῶς ἀδυνάτοις ἐπιχειρῶν, δευτέρου δὲ τοῦ μηδεμίαν ἡμῖν ἀφορμὴν παρασχεῖν μαρτυρίου στέφανον ἀναδήσασθαι. Καὶ γὰρ ἀφόρητον ἦν αὐτῷ καὶ πάσης συμφορᾶς χεῖρον τὸ παραχθέντα τινὰ εἰς μέσον μέχρι τελευτῆς ἐγκαρτερῆσαι ταῖς ὑπὲρ τῆς ἀληθείας βασάνοις.

Οὕτως ἐκ ψυχῆς τὴν πρὸς ἡμᾶς ἀπέχθειαν ἀπεδείκνυτο. Κακοῦργος δὲ ὢν καὶ δεινὸς τοὺς ὑπὸ τῶν ἀρχόντων τῆς ἐκκλησίας κεκολασμένους δι᾽ ἁμαρτίας τινὰς καὶ τῆς ἀρχῆς ἐκβεβλημένους πάντας πάντοθεν ἤφιε, τούτῳ τῷ τρόπῳ τοῖς τε πονηροτάτοις ἐξουσίαν διδοὺς καὶ τοὺς τῆς ἐκκλησίας ἀνατρέπων θεσμοὺς καὶ πρὸς ἀλλήλους συγκρούων ἅπαντας· εὐχειρώτους γὰρ λοιπὸν ἔσεσθαι πρότερον ὑπὸ τοῦ πρὸς ἀλλήλους καταναλωθέντας πολέμου. Καί τινα καὶ τῆς τοῦ δόγματος ἕνεκεν διαστροφῆς καὶ τῆς τοῦ βίου μοχθηρίας τῆς ἀρχῆς τῆς ἐκκλησιαστικῆς ἐκβεβλημένον—Στέφανος ὄνομα ἦν αὐτῷ—κελεύει πάλιν τὸν διδασκαλικὸν θρόνον ἀναλαβεῖν. Καὶ τὸ Κυριακὸν δὲ ὄνομα τέως σβεσθῆναι τό γε εἰς αὐτὸν ἧκον ἐσπούδαζε Γαλιλαίους ἀντὶ Χριστιανῶν αὐτός τε ἐν τοῖς διατάγμασι καλῶν καὶ τοὺς ἄρχοντας τοῦτο προτρέπων ποιεῖν.

Μεταξὺ δὲ τῶν σημείων τούτων ὧν εἶπον γενομένων τῶν κατὰ τὸν λιμὸν καὶ τὸν αὐχμὸν ἔμενεν ἐπὶ τῆς αὐτῆς ἀναιδείας ἔτι καὶ σκληρότητος. Καὶ μέλλων ἐπιστρατεύειν τῷ Πέρσῃ καὶ μετὰ τοσούτου τύφου κατιὼν εἰς ἄπαν τὸ τῶν βαρβάρων ἀναρπασόμενος ἔθνος ἠπείλει μυρίας ἡμῖν ἀπειλὰς λέγων μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον πάντας ἄρδην ἀπολεῖν· πόλεμον γὰρ αὐτῷ τοῦτον εἶναι τοῦ Περσικοῦ χαλεπώτερον καὶ δεῖν πρότερον κατορθώσαντα ἐκεῖνον τὸν ἐλάττω τότε ἐπὶ τὸν μείζονα τοῦτον ἐλθεῖν. Καὶ ταῦτα ἡμῖν οἱ τῆς γνώμης αὐτῷ κοινωνοῦντες ἀπήγγελλον. Ζέων δὲ τῷ καθ᾽ ἡμῶν θυμῷ καὶ καθ᾽ ἑκάστην ἡμέραν πρὸς μείζονα μανίαν αἰρόμενος οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἵστατο γνώμης ἀλλὰ τὴν προτέραν βουλὴν ἀναθέμενος πάλιν ἠπείλει τὸν διωγμὸν ἡμῖν. Βουλόμενος δὲ αὐτὸν ὁ Θεὸς ἀνακρούσασθαι καὶ καταστεῖλαι φλεγμαίνοντα ἐπήγαγε πάλιν τουτὶ τὸ σημεῖον ἐν τῇ Δάφνῃ τὸ πῦρ ἐπὶ τὸν νεὼν ἀφείς.

Ὁ δὲ οὐδὲ οὕτω καθυφῆκε τοῦ θυμοῦ ἀλλὰ τῇ τῆς ἡμετέρας λεηλασίας ἐπιθυμίᾳ διαρρηγνύμενος οὐδὲ τὸν καιρὸν ὃν ἠπείλησεν ἔμεινεν ἀλλὰ τὸν Εὐφράτην διαβαίνειν μέλλων ἀπόπειραν ἐποιεῖτο τῶν στρατιωτῶν καί τινας εὐαριθμήτους κολακείᾳ διαφθείρας τοὺς ἀντιστάντας οὐ παρέλυσε τῆς στρατείας δεδοικὼς μὴ διαστήσας αὐτοὺς ἀσθενέστερον ἐργάσηται τῷ Πέρσῃ τὸν στρατόν.

Τίς ἡμῖν τὰ ἐντεῦθεν διηγήσεται καὶ τῶν κατὰ τὴν ἔρημον καὶ τῶν κατὰ τὴν θάλατταν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ὅτε ὁ ἀναίσθητος ἐκεῖνος ἐκολάζετο Φαραὼ καὶ πάντες κατεποντίζοντο ὄντα πολλῷ φοβερώτερα; Καθάπερ γὰρ τότε ἐπεὶ μηδενὶ τῶν τοιούτων εἶξε συμφορῶν καὶ γενέσθαι βελτίων ἠθέλησεν ὁ Αἰγύπτιος τέλος αὐτὸν σὺν αὐτῷ τῷ στρατοπέδῳ κατέλυσεν, οὕτω καὶ νῦν ἐπειδὴ πρὸς πάντα ἀναιδῶς ἔστη τοῦ Θεοῦ τὰ τέρατα καὶ οὐδὲν ἀπ᾽ αὐτῶν κερδᾶναι ἠθέλησεν ἀλλ᾽ ἔμενεν ἀδιόρθωτος, τοῖς ἐσχάτοις αὐτὸν λοιπὸν περιέβαλε κακοῖς ἵν᾽ ἐπειδὴ τοῖς ἑτέρων· αὐτὸς σωφρονισθῆναι οὐκ ἠνέσχετο τοῖς αὐτοῦ παθήμασι γένωνται βελτίους ἕτεροι. Ὁ γὰρ τοσαύτας μυριάδας στρατιωτῶν καταγαγὼν ὅσας οὐδεὶς τῶν βασιλευσάντων ποτὲ καὶ πᾶσαν τὴν Περσῶν ἐξ ἐπιδρομῆς καὶ ἀπονητὶ προσδοκήσας ἑλεῖν οὕτως ἀθλίως ἔπραξε καὶ ἐλεεινῶς ὡς γυναικῶν μᾶλλον καὶ παιδίων μικρῶν ἢ ἀνδρῶν στρατόπεδον ἔχων μεθ᾽ ἑαυτοῦ. Πρῶτον μὲν γὰρ εἰς τοσαύτην αὐτοὺς ἀνάγκην ὑπὸ τῆς οἰκείας ἀβουλίας κατέστησεν ὥστε ἱππείων ἀπογεύσασθαι κρεῶν καὶ τοὺς μὲν τῷ λιμῷ τοὺς δὲ τῷ δίψει διαφθαρέντας ἀποθανεῖν. Καθάπερ γὰρ τοῖς Πέρσαις στρατηγῶν καὶ οὐκ ἐκείνους ἑλεῖν ἀλλὰ τοὺς οἰκείους αὐτοῖς προδοῦναι σπουδάζων οὕτως αὐτοὺς εἰς χωρία συνέκλεισεν ἄπορα καὶ μόνον οὐχὶ δήσας παρέδωκεν.

Ἀλλὰ πάσας μὲν τὰς ἐκεῖ γενομένας συμφορὰς οὔτε τῶν ἰδόντων τις καὶ πεῖραν εἰληφότων δυνήσεται διελθεῖν (οὕτω πᾶσαν ἀπέκρυψεν ὑπερβολήν), ὡς δὲ ἐν κεφαλαίῳ εἰπεῖν πεσόντος αὐτοῦ αἰσχρῶς καὶ ἐλεεινῶς—οἱ μὲν γὰρ ὑπό τινος τῶν σκευοφόρων τοῖς παροῦσι δυσανασχετοῦντος βληθέντα ἀποθανεῖν αὐτόν φασιν, οἱ δὲ οὐδὲ εἰδέναι τὸν σφαγέα τὸν ἐκείνου λέγουσιν ἀλλ᾽ ὅτι μόνον ἐπλήγη καὶ παρεκάλεσεν εἰς τὴν Κιλίκων ταφῆναι γῆν ἔνθα καὶ κεῖται νῦν—πεσόντος δὴ οὖν οὕτως αἰσχρῶς ὁρῶντες ἐν τοῖς ἐσχάτοις αὐτοὺς ὄντας οἱ στρατιῶται προέπεσον τοῖς ἐχθροῖς καὶ δόντες ὅρκους ἀποστήσεσθαι τοῦ πάντων ἀσφαλεστάτου χωρίου καὶ ὃ τῆς καθ᾽ ἡμᾶς οἰκουμένης ὥσπερ τεῖχος ἦν ἀρραγές, φιλανθρώπων τε τυχόντες τῶν βαρβάρων οὕτω διέφυγον καὶ ἐπανῆλθον ἐκ πολλῶν ὀλίγοι καὶ αὐτοὶ πεπονηκότες τὰ σώματα, αἰσχυνόμενοι μὲν ἐφ᾽ οἷς συνέθεντο ἀναγκαζόμενοι δὲ διὰ τοὺς ὅρκους ἀποστῆναι τῶν πατρικῶν κτημάτων αὐτοῖς. Καὶ ἦν ἰδεῖν πάσης αἰχμαλωσίας ἐλεεινότερον θέαμα.

Οἱ γὰρ τὴν πόλιν οἰκοῦντες ἐκείνην, παρ᾽ ὧν χάριτας προσεδόκεσαν λήψεσθαι ὅτι δίκην προβόλου πάντας τοὺς ἔνδον ἐν λιμένι κατέστησαν ἀντὶ πάντων πρὸς πάντας αὐτοὶ προβεβλημένοι τοὺς κινδύνους ἀεί, παρὰ τούτων τὰ τῶν πολεμίων ἔπασχον εἰς ἀλλοτρίαν μετανιστάμενοι γῆν καὶ οἰκίας ἀφέντες καὶ ἀγροὺς καὶ πάντων τῶν κτημάτων ἀποσπώμενοι τῶν προγονικῶν καὶ ταῦτα ὑπὸ τῶν οἰκείων ὑπομείναντες.