Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀναστάσεως. Ἀλλ᾽ εὐθέως μὲν αὐτὴν οὐκ ἔδωκεν, εὐθέως δὲ αὐτῆς τὰς ἐλπίδας ἀμυδρῶς καὶ ὡς ἐν αἰνίγματι διήνοιξεν. Ἐπειδὴ γὰρ ὁ φόβος ηὐξήθη καλῶς, καὶ τοῦ ἀνθρώπου τὴν διάνοιαν κατέσεισε, καὶ ἐδείχθη τί ποτε ἦν ὁ θάνατος, πῶς βαρὺ καὶ ἐπαχθὲς καὶ φορτικὸν, οὐκ ἀπὸ τῆς ὄψεως τῆς τότε γενομένης μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μετὰ τὴν ὄψιν, τῶν σκωλήκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, τῆς τέφρας, τῶν ἄλλων ἁπάντων τῶν τῷ νεκρῷ παρακολουθούντων σώματι· ἐπειδὴ οὖν ὁ φόβος ηὐξήθη, καὶ κατέσεισε τὴν διάνοιαν, ὅρα πῶς καὶ τὴν ἀπὸ τῆς ἀναστάσεως εἰσάγει λοιπὸν ἐλπίδα, ἀμυδρὰν μὲν καὶ ἀσαφῆ, εἰσάγει δὲ οὖν ὅμως. Τὸν γὰρ Ἐνὼχ μετὰ ταῦτα γενόμενον οὐκ ἀφῆκεν ἀποθανεῖν· καί φησι Παῦλος· Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Μετέθηκεν, καὶ οὐκ ἀφῆκεν ἀποθανεῖν· οὐ μὴν ἀθάνατον τέως ἐποίησεν, ὥστε μὴ ἐκλῦσαι τὸν φόβον, ἀλλὰ μένει μὲν οὐκ ἀποθανὼν, οὐ μήν ἐστιν ἀθάνατος, ἀλλ᾽ ἐν τῷ θνητῷ σώματι μῆκος ζωῆς ἐχαρίσατο· παρανοίγων, ὡς εἶπον, ἀμυδρῶς πρὸ τῆς ἀναστάσεως τὰς ἐλπίδας. Διά τοι τοῦτο καὶ πρῶτον δίκαιον συνεχώρησεν ἀποθανεῖν· μετὰ γὰρ τῆς εἰρημένης αἰτίας οὐκ ἄν τις ἁμάρτοι καὶ ταύτην εἰπών. Ποίαν δὴ ταύτην; Τὴν τῆς ἀναστάσεως.