Ἐπειδὴ γὰρ τὰ τῆς οἰκουμένης ἅπαντα κακῶς διέκειτο, καὶ ἀσέβεια πανταχοῦ ἐκράτει, καὶ κνῖσσα καὶ καπνὸς, καὶ οὔτε νόμος ἴσχυεν, οὔτε προφῆται διώρθωσαν, οὐ παραινέσεις ὠφέλησαν, οὐ θαύματα, οὐ κόλασις, οὐ τιμωρίαι, καὶ ἡ γῆ δὲ ἀνθρωπίνοις αἵμασιν ἐμολύνετο, καὶ ἡ φύσις αὐτὴ ἠγνοεῖτο· Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις· θυσιαστήρια κατεσκάπτετο, προφῆται ἀνῃροῦντο, καὶ ὁ τῆς εὐσεβείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους, βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο· Τὸ γὰρ ὄνομά μου δι᾽ ὑμᾶς βλασφημεῖται, φησὶν, ἐν τοῖς ἔθνεσι· καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φωναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ᾽ ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα· πῶς γὰρ, τῶν μὲν προφητῶν κατηγορούντων, τῶν δὲ ἀγγέλων τῶν καθ᾽ ἕκαστον ἔθνος ἐπιστατούντων ἐγκαλυπτομένων;