Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι χρὴ πυκνὰ συνέρχεσθαι

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος των απόντων και η Εκκλησία ως πνευματικό ιατρείο

Επιτιμήσεις για την απουσία από τις ιερές συνάξεις λόγω κακοκαιρίας, αναφορά στον πρόσφατο σεισμό και προβολή της Εκκλησίας ως θεραπευτηρίου των ψυχικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι. Τί τοῦτο; τὴν πόλιν ἅπασαν παρεῖναι δέον σήμερον, οὐδὲ τὸ πολλοστὸν ἡμῖν ἀπήντηκε τοῦ συλλόγου μέρος; Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός; Ἄπαγε· οὐχ ὁ πηλὸς, ἀλλ᾽ ἡ ῥᾴθυμος καὶ ἡ ἀναπεπτωκυῖα γνώμη.

Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν, αὐτοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν; Πῶς μακαρίσω τοὺς παραγενομένους ὑμᾶς; πῶς ταλανίσω τοὺς ἀπολειφθέντας ἐκείνους, διά τε τὴν ἀπόλειψιν, διά τε τὴν αἰτίαν τῆς ἀπολείψεως; Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς.

Ἀλλ᾽ εἰ καὶ μὴ πάρεισιν, ἀναγκαῖον καὶ πρὸς ἀπόντας διαλεχθῆναι· εὔδηλον γὰρ ὅτι δι᾽ ὑμῶν ταῦτα ἀκούσονται τῶν παρόντων· μέχρι πότε τῶν χρημάτων ἡ λύσσα; μέχρι τίνος ἡ μηδέποτε σβεννυμένη κάμινος πάντα ἔπεισι καὶ καταφλέγει; οὐκ ἴστε ὅτι αὕτη ἡ φλὸξ ἐκεῖνο τίκτει τὸ ἄσβεστον πῦρ; αὕτη ἡ τηκεδὼν ἐκεῖνον γεννᾷ τὸν σκώληκα τὸν ἰοβόλον; Εἰ δὲ καταφρονεῖς γεέννης, καὶ οὐ διασείει σου τὴν διάνοιαν ταῦτα τὰ ῥήματα διὰ τὸ μέλλειν ἔτι τὴν κόλασιν· κἂν τὰ παρόντα πειθέτω σε. Οὐκ ἔγνωτε οἷον τὸν καρπὸν ἡ φιλοχρηματία πρώην ἐπεδείξατο; οὐ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐστι τὰ ὑπομνήματα; οὐκ ἔναυλος τῆς τοσαύτης καταστροφῆς ἡ ἀπόδειξις; Πᾶσα ἡ πόλις ἡμῖν τῶν λειψάνων τοῦ ναυαγίου ἐκείνου ἐμπέπλησται· καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ὥσπερ πλοίου μεγάλου καταποντισθέντος, ὁ μὲν τὴν σανίδα, ὁ δὲ τὴν κώπην, ὁ δὲ τὸ ἱστίον, ὁ δὲ μέρος τι τῶν ἀγωγίμων διασώσαντες ἔχουσι καὶ περιφέρουσιν· οὕτω δὴ καὶ τοῦ πρώην ἐντεῦθεν ἐπενεχθέντος σεισμοῦ, ὁ μὲν τὴν οἰκίαν, ὁ δὲ τοὺς ἀγροὺς, ὁ δὲ τὰ ἀνδράποδα, ὁ δὲ τὸ ἀργύριον, ὁ δὲ τὸ χρυσίον διανειμάμενοι, πλατεῖαν τῆς συμφορᾶς τὴν ὄψιν εἰργάσαντο, καὶ πανταχοῦ τοῦ κλόνου τὰ ὑπομνήματα διασπαρῆναι παρεσκεύασαν.

Καὶ ὁ μὲν νύκτας ἀΰπνους διατελέσας, καὶ μυρίους πόνους καὶ κινδύνους ὑπομείνας, καὶ ἁμαρτήματα τοσαῦτα συναγαγὼν ἀπὸ τῆς τοιαύτης πλεονεξίας, ἄοικος, ἄπολις πρὸς τὴν ὑπερορίαν φυγὰς γέγονε, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς· καὶ καθ᾽ ἑκάστην ἡμέραν τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἐπικρεμάμενον ὁρᾷ, ξίφη καὶ δημίους καὶ βάραθρα φανταζόμενος, μυρίων θανάτων χαλεπωτέραν ζωὴν ζῶν· ἕτεροι δὲ τοῖς ἐκείνου κτήμασιν ἐντρυφῶσι, καὶ οἱ πρὸ τούτου κολακεύοντες αὐτὸν, ἐπιβουλεύουσι νῦν. Ταῦτα οὖν οὐχ ἱκανὰ καὶ τὸν σφόδρα ἀναίσθητον σωφρονίζειν; Ἀλλὰ μετὰ τοσαύτην πληγὴν, μετὰ τοσοῦτον χειμῶνα, μετὰ τοσαύτην καταστροφὴν, μετὰ τοσαύτην μεταβολὴν καὶ τηλικαύτην, τὴν πρὸ τῶν ὀφθαλμῶν φαινομένην, τὴν πρὸ τριάκοντα οὐδ᾽ ὅλως γεγενημένην ἡμερῶν, πάλιν ταῦτα μαίνεσθε; καὶ ποίαν ἂν σχοίητε συγγνώμην, ἢ τίνα ἀπολογίαν;

Καὶ οὐ μαίνεσθε μόνον, ἀλλ᾽ οὐδὲ παραγίνεσθε, ἵνα αὐτὸ τοῦτο μάθητε. Ὥσπερ γὰρ πρὸς παρόντας τοὺς ἀπόντας διαλέγομαι, πολλῇ τῇ ἀθυμίᾳ κεκαρωμένος, ὅτι οὐ τῷ φόβῳ τῶν μελλόντων, οὐ τῇ πείρᾳ τῶν παρόντων γίνονται βελτίους· ἀλλ᾽ ἁρπάζοντες, πλεονεκτοῦντες, ὥσπερ ἔν τινι κοπρίᾳ σκώληκες, τῷ φορυτῷ τῶν φροντίδων τούτων ἀπειλημμένοι καὶ ἐγκατορωρυγμένοι, οὐδὲ ἅπαξ τῆς ἑβδομάδος παραγίνεσθαι σπουδάζουσιν, ἵνα κἂν αὐτὸ τοῦτο μάθωσιν ἔνθα εἰσίν. Ὥσπερ γὰρ οἱ φρενίτιδι κατεχόμενοι αὐτοὶ μὲν οὐκ ἂν δύναιντο συνιδεῖν ἐν οἷς εἰσιν, ἰατρῶν δὲ δέονται τῶν τῆς μανίας αὐτοὺς ἀπαλλαξόντων· οὕτω δὴ καὶ οἱ τῇ χαλεπῇ λύσσῃ τῶν χρημάτων κατεχόμενοι, ἑτέρων δέονται διδασκάλων, ἵνα κἂν ὅτι λυσσῶσι μάθωσι. Διὰ τοῦτο μάλιστα αὐτῶν δέομαι καὶ παρακαλῶ καὶ ἱκετεύω ἀπαντᾷν πρὸς ἡμᾶς, καὶ τὰ ἀπὸ τοῦ λόγου δέχεσθαι φάρμακα. Οὐκ ἔστι μοι σιδήριον ἠκονημένον, ἀλλ᾽ ἔστι λόγος σιδήρου τομώτερος· οὐκ ἔστι πῦρ, οὐδὲ φάρμακον δάκνον, ἀλλ᾽ ἔστι ῥήματα πυρὸς θερμότερα, καὶ ἀνώδυνον ἐπάγοντα τὴν ἰατρείαν.

βʹ. Τίνος οὖν ἕνεκεν ἀποπηδᾷς, εἰπέ μοι, καὶ οὐδὲ τὴν αὐτὴν ἐπιδείκνυσαι περὶ τὴν ψυχὴν πρόνοιαν, ὅσην ἔχεις περὶ τὴν σάρκα φειδώ; Ἐκείνης μὲν γὰρ κακῶς διακειμένης καὶ χρήματα δαπανᾷς, κἂν δανείσασθαι δέῃ, πάντα ὑποθέμενος ἀναλίσκεις· καὶ ἰατροῖς, κἂν τεμεῖν βουληθῶσι, κἂν καῦσαι, μετὰ πολλῆς προθυμίας παρέχεις τὸ σῶμα ποιεῖν ὅπερ ἂν ἐθέλωσι· τῆς δὲ ψυχῆς πηγὰς σκωλήκων ἐχούσης, οὐκ ἀπαντᾷς ἀκουσόμενος, εἰπέ μοι, λόγου τὴν σηπεδόνα ἐκκαθάροντος· καὶ ταῦτα οὔτε χρήματα ἔχων καταβαλεῖν, οὔτε τοσαύτην ὀδύνην ὑπομεῖναι· ἀλλ᾽ ἐξέδωκας σαυτὸν ἀπωλείᾳ παντελεῖ; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Εἰ μὲν γὰρ ἔλεγον, Ὁ πλεονεκτῶν, ὁ ἁρπάζων, ὁ πορνεύων, ὁ μοιχεύων μὴ ἀπαντάτω εἰς ἐκκλησίαν, καὶ ἤλαυνον καὶ ἐδίωκον ἅπαντας τοὺς ἐν ἁμαρτήμασι· μάλιστα μὲν οὐδὲ τότε ἦν τις ἀπολογία· ἔδει γὰρ ἐκκαθαρθέντα ἀπαντᾷν· νυνὶ δὲ οὐδὲ τοῦτο λέγω, ἀλλὰ κἂν πορνεύσῃς, κἂν μοιχεύῃς, κἂν ἁρπάζῃς, κἂν πλεονεκτῇς, ἀπάντησον εἰς ἐκκλησίαν, ἵνα μάθῃς μηκέτι τοιαῦτα ποιεῖν· ἕλκω πάντας καὶ ἐπισπῶμαι, καὶ τὰ δίκτυα τοῦ λόγου πανταχόθεν ἁπλώσας, οὐχὶ τοὺς ὑγιαίνοντας, ἀλλὰ καὶ τοὺς νοσοῦντας ἐνταῦθα ζωγρῆσαι ἐπιθυμῶ.

Ταῦτα λέγω καθ᾽ ἑκάστην ἡμέραν· ἐλθὲ καὶ θεραπεύου μετ᾽ ἐμοῦ· καὶ γὰρ ἐγὼ ἰατρεύων χρείαν ἔχω φαρμάκων· ἄνθρωπος γάρ εἰμι καὶ τῆς αὐτῆς σοὶ φύσεως ὑποκείμενος πάθεσι, καὶ δέομαι ῥημάτων τῶν τὸν ἄτακτον δεσμὸν χαλινούντων· οὐδὲ ἀπράγμονα ζῶ βίον καὶ ἡσύχιον καὶ ἀτάραχον, ἀλλ᾽ ἔχω καὶ αὐτὸς θορύβους ἐπιθυμίας καὶ ταραχὰς κυμάτων. Καὶ τί δεῖ λέγειν ἐμὲ καὶ τὸν δεῖνα, ὅπου γε ὁ τῶν οὐρανῶν ἁψάμενος Παῦλος καὶ αὐτὸς πολλῆς ἐδεῖτο τῆς θεραπείας; Καὶ τοῦτο αὐτὸ δῆλον ἡμῖν ἐποίησεν, ὅτι ἐδεῖτο, καὶ οὐδὲ αὐτὸς ἀπράγμονα ἔζη βίον, ἀλλὰ πολλὰ εἶχε παλαίσματα· διὸ καὶ ἔλεγεν· Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὑπεπίαζε δὲ τὸ ἐξανιστάμενον, καὶ ἐδουλαγώγει τὸ ἀφηνιᾶσαι βουλόμενον· διὸ καὶ ἄλλοις παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Εἰ δὲ ὁ Παῦλος οὐκ ἀπέλαυε γαλήνης, ἀλλ᾽ ὥσπερ οἱ πελάγει φερόμενοι, πολλὰ πανταχόθεν ἑώρα διεγειρόμενα κύματα· τίς τολμήσει λέγειν, ὅτι οὐ δεῖται διορθώσεως καὶ θεραπείας καὶ διηνεκοῦς ἀγρυπνίας;