Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Η μετάνοια και τα έργα της αγάπης

Η αναγκαιότητα της μετανοίας, της ελεημοσύνης και της συγχωρητικότητας ως προϋποθέσεις για την αποδοχή της νηστείας από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος· δράμωμεν, ἀδελφοὶ, πρὸς τὴν μετάνοιαν, δράμωμεν· ἐδόθη ἡμῖν καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στεναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας.

Μετάνοια γάρ ἐστι πρόξενος βασιλείας οὐρανοῦ, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, πένητα μὴ περιίδῃς, γυμνὸν περίβαλε, βλέπε τῆς χήρας τὰ δάκρυα, βλέπε ὀρφανοὺς στενάζοντας. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀρκεῖ σοι πρὸς σωτηρίαν. Ἐὰν νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ.

Νηστεύεις; ἐλέησον ὃν ἠδίκησας, μὴ φθονήσῃς ποτὲ ἀδελφὸν, μήτε πάλιν μισήσῃς τινά ποτε. Νηστεύεις; μὴ κενοδοξήσῃς. Νηστεύεις; φύγε πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; θρέψον πεινῶντας, πότισον διψῶντας, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθου, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι· γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, εὐλαβὴς, ἄμαχος, ἀληθινὸς, θεοσεβής· ἵνα ὁ Θεὸς καὶ τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Ἐὰν νηστεύῃς, ἀγαπητὲ, οὕτω νήστευσον ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομένῃς, καὶ τὸν μισθὸν ἀπολέσῃς. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τῷ Θεῷ, καὶ ἀκούσωμεν τῆς μακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὐδὲν γὰρ, ἀδελφοὶ, δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ τῆς φωνῆς ταύτης προξενούσης, ὡς μετάνοια καὶ ἐλεημοσύνη.