Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς κατὰ θεὸν ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η εντολή της αγάπης στον Νόμο και το Ευαγγέλιο

Επισκόπηση των νομικών διατάξεων της Παλαιάς Διαθήκης περί ελεημοσύνης και αφέσεως χρεών ως προτυπώσεων των ευαγγελικών διδαγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Καὶ γὰρ αὗται συμφερόντως διδάσκουσιν. Οὐχ ὑπερόψει, φησὶ, τὸν ἐνδεῆ, μεταδώσεις δὲ θλιβομένῳ· ἀπολαύσει τῶν παρὰ σοὶ καρπῶν ὁ πένης, καὶ τοῦ θερισμοῦ τὰ λείψανα καὶ τοῦ τρυγητοῦ πρὸς τροφὴν ἕξει ὁ πένης· ἑβδόμῳ δὲ ἔτει καὶ ὁ δοῦλος εἰς ἐλευθερίαν ἀφεθήσεται, πεντηκοστῷ δὲ ἔτει ἅπαν χρέως λυθήσεται· καὶ οἱ πεπρακότες τὰς κτήσεις ἐπαναλήψονται, μὴ ἀποδώσαντες τὸ τίμημα. Τόκον οὐκ ἀπαιτήσεις, οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον, οὐδὲ τοῦ πένητος ἐνεχυράσεις ἱμάτιον, οὐδὲ μὴ ἐπεισελεύσῃ βιαίως λαβεῖν ἐνέχυρον. Οὐκ ἐγκαταλείψεις ὑποζύγιον τοῦ πλησίον σου, οὐδ᾽ ἂν ἐχθρὸς τυγχάνῃ· ἐπανάξεις δὲ αὐτῷ καὶ ζῶον πλανώμενον, ὑπηρέτης ὡς φίλῳ γενόμενος, καὶ διαλύων τὴν ἔχθραν ἐμπεσούσης προφάσεως.

Ταῦτα δὲ πάντα τὰ παραγγέλματα δι᾽ οὐδὲν ἕτερον, ἀλλὰ διὰ τὴν ἱερὰν καὶ πολυπόθητον τῷ Θεῷ ἀγάπην καὶ γὰρ εἰς τοῦτο καὶ εὐαγγελικὰ παραγγέλματα κατατρέχει. Μετὰ γὰρ τὸ πολλὰ εἰπεῖν πληρωτικὰ τοῦ νόμου, ἐπήγαγε· Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Ἐν ἅπασι τὴν ἔχθραν καταλύων, καὶ τὴν ἀγάπην φυτεύων.