Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ δευτερογαμεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Κοινωνικές συνέπειες και αποστολική συγκατάβαση

Περιγραφή των δυσμενών επιπτώσεων του δεύτερου γάμου στον οίκο, ερμηνεία της παραχώρησης του Αποστόλου Παύλου προς τις νεότερες χήρες και ορισμός του αληθινού σκοπού της χηρείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ποίαν δὲ ὅλως ἔχειν οἴεται ψυχὴν τὸν δεύτερον νυμφίον εἰς τὸν τοῦ προτέρου θάλαμον εἰσαγόμενον καὶ εἰς τὴν εὐνὴν ἀναβαίνοντα τὴν ἐκείνου, καὶ γελῶσαν καὶ χαριεντιζομένην ἐπὶ τούτοις ὁρῶντα τὴν ἐκείνου γυναῖκα; Σφόδρα γε· οὐδὲ γὰρ μετὰ πολλῆς αὐτῇ προσελεύσεται τῆς φιλίας· κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖ, οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη. Τὸ γὰρ καταλαβὸν ἤδη πένθος τὴν οἰκίαν οὐκ ἀφίησι καθαρὰν γενέσθαι τὴν εὐφροσύνην· ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν τοίχων ὅταν σφόδρα καταφλεγέν τι μέρος τύχῃ, εἶτα ἠρέμα κονιασθὲν τὸ τῆς μελανίας ἐπιτεταμένον καὶ βαθὺ λυμαίνεται τῇ τῆς ἐπιφανείας λευκότητι καὶ ἔστι θέαμα ἀηδές· οὕτω καὶ ἐνταῦθα κἂν πολλὰ ἐπινοήσῃ τὰ λαμπρά, ἐν μέσοις αὐτοῖς διαφαίνεται τὰ σκυθρωπὰ καί τις ἐν αὐτοῖς μίξις ἀτερπής. Καὶ γὰρ καὶ οἰκέται, καὶ θεράπαιναι καὶ γεωργοὶ καὶ πάροικοι καὶ γείτονες καὶ συγγενεῖς τοῦ προαπελθόντος κατηφοῦσιν ἐπὶ τοῖς γενομένοις καὶ στενάζουσιν. Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξαπτοῦσιν· εἰ δὲ ἐνήλικες τύχοιεν ὄντες, πάντων ἐκεῖνοι μᾶλλον ἀηδίαν κατασκεδάζουσιν.

Ἅπερ οὖν καὶ οἱ νόμοι συνεωρακότες ἅπαντα, καὶ τοὺς ἐπὶ τούτοις ἀλγοῦντας παραμυθούμενοι, καὶ ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, ὅτι οὐ κατὰ γνώμην οὐδὲ προηγουμένως τοῦτον τὸν γάμον ἐπέταξαν, ἀλλὰ δεδοικότες μή τι χεῖρον γένηται κακόν, πάντα τοῦ δευτέρου γάμου τὰ φαιδρὰ παρῃτήσαντο· καὶ οὔτε αὐλός, οὔτε κρότοι, οὔτε ὑμέναιος, οὔτε ὀρχήματα, οὔτε στέφανοι νυμφικοί, οὔτε ἄλλο τι τῶν τοιούτων τὴν ἑσπέραν κοσμοῦσιν ἐκείνην, ἀλλὰ πάντων αὐτὴν ἀποκοσμήσαντες, οὕτως ἀστεφάνωτον ἄγουσι τὸν ἄνδρα πρὸς τὴν χήραν γυναῖκα, μονονουχὶ βοῶντες διὰ τούτων ὅτι πάντα συγγνώμης ἄξια πράττουσιν, ἀλλ᾽ οὐκ ἐπαίνων καὶ κρότων καὶ στεφάνων.

Πῶς οὖν ὁ Παῦλος ἐκώλυσε χηρεύειν, φησί, καὶ βουλομένας τὰς νέας, οὑτωσὶ γράφων· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Οὐχ ὁ Παῦλος τὰς βουλομένας χηρεύειν ἐκώλυσεν, ἀλλ᾽ ἐκεῖναι καὶ τὸν Παῦλον ἠνάγκασαν μὴ βουλόμενον τοῦτον διατάξασθαι τὸν νόμον αὐταῖς· εἰ γὰρ τὸ Παύλου τὸ θέλημα βούλει μαθεῖν, ἄκουε τί φησι· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν», ἐν ἐγκρατείᾳ. Ὥστε οὐκ ἂν ἐμαχέσατο ἑαυτῷ οὐδὲ ἐναντιολογίᾳ τοσαύτῃ περιέπεσεν ὁ μακάριος ἐκεῖνος, οὐδ᾽ ἂν ὁ πάντας ἀνθρώπους βουλόμενος εἶναι ἐν ἐγκρατείᾳ τὰς βουλομένας χηρεύειν ἐκώλυσε. Πῶς οὖν φησι· «Νεωτέρας δὲ χήρας παραιτοῦ»; Ἀλλ᾽ εἰπέ, τίνος ἕνεκεν καὶ διὰ τί; Οὐ γὰρ ἁπλῶς οὕτως εἴρηκεν, ἀλλὰ καὶ τὴν αἰτίαν προστέθεικεν εἰπών· «Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν.» Ὁρᾷς ὅτι οὐ τὰς χηρεύειν βουλομένας, ἀλλὰ τὰς γαμῆσαι προαιρουμένας μετὰ τὸ χηρεῦσαι κωλύει ἐκεῖνος καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατατάττεσθαι χορόν; καὶ σφόδρα ποιῶν συνετῶς. Εἰ γὰρ μέλλοις, φησί, δευτέροις γάμοις ὁμιλεῖν, μηδὲ ἐπαγγείλῃ χηρείαν· τοῦ γὰρ μηδ᾽ ὅλως ὑποσχέσθαι τὸ μετὰ τὴν ὑπόσχεσιν ἀγνωμονῆσαι πολλῷ χεῖρόν ἐστιν. Ὥσπερ οὖν τὰς συνεχεῖς συνουσίας ἐπέτρεψεν οὐ νομοθετῶν, ἀλλὰ συγγινώσκων αὐτοῖς· «Τοῦτο γὰρ λέγω, φησί, κατὰ συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν, διὰ τὴν ἀκρασίαν ὑμῶν.»

Οὕτω καὶ ἐνταῦθα δι᾽ ἕτερον μεῖζον κακὸν τὸν δεύτερον γάμον ἐπέταξε, δεικνὺς ὅτι καὶ τοῦτο συγγνώμης ἐστὶ τῇ τῶν πολλῶν ἀσθενείᾳ συγκαταβαινούσης. Ἀσθένειαν δὲ οὐ δυνάμεως, ἀλλὰ προαιρέσεώς φημι.

Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν, οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος· εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τάχα καὶ πολλῷ μείζονος· οὐ γάρ ἐστιν ἴσον, ὅπερ καὶ ἀρχόμενος εἶπον, τήν τε ἄπειρον καὶ τὴν πεπειραμένην τοῖς αὐτοῖς πάλιν περιπεσεῖν πειρασμοῖς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ προειπών, καὶ πάλιν λέγων· «Βούλομαι νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν», τὴν αἰτίαν προστίθησι δι᾽ ἣν ταῦτα βούλεται. Τίς δέ ἐστι; «Μηδεμίαν, φησί, διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν.» Ἐπειδὴ γὰρ πολλὰς τῶν χηρῶν εἰκὸς ἦν τότε προπετέστερον καὶ αὐθαδέστερον τῷ μετὰ ταῦτα κεχρῆσθαι βίῳ, καθάπερ τινὸς ἀνάγκης καὶ δεσποτείας τῆς πρὸς τὸν ἄνδρα συζυγίας ἀπαλλαγείσας, ὡς καὶ πονηρὰν ἐπισπάσασθαι δόξαν διὰ τῆς ἰταμότητος, ἀπάγων αὐτὰς τῆς ὀλεθρίου ταύτης ἐλευθερίας, πάλιν ἐπὶ τὸν ζυγὸν ἄγει τὸν πρότερον. Εἰ γὰρ μέλλοι τις, φησί, χήρα οὖσα λάθρα πορνεύειν καὶ καταισχύνειν ἑαυτήν, πολλῷ βέλτιον γαμεῖν, καὶ «μηδεμίαν διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν». Ὥστε διὰ τὸ μὴ παρέχειν τὰς ἀφορμὰς τῆς λοιδορίας, καὶ βίον ἐφύβριστον ζῆν καὶ πορνικόν, τὸν γάμον ἐπέταξεν.

Ἄκουε γοῦν καὶ ὅσα αὐτῶν κατηγορεῖ. Δέον γὰρ εἰς προσευχὰς τετράφθαι τὸν ἅπαντα χρόνον καὶ ἱκετηρίας. «Αἱ δέ, φησί, καὶ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.» Αὐτὸς δὲ οὐχ οὕτω βούλεται, ἀλλὰ προσηλῶσθαι αὐτὴν διαπαντὸς τοῖς πνευματικοῖς· «Ἡ γὰρ σπαταλῶσα, φησί, ζῶσα τέθνηκεν.» Ἐπεὶ καὶ τὴν παρθένον οὐ τῇ τοῦ σώματος ἁγνείᾳ βούλεται ὁρίζειν τοῦτο τὸ καλόν, ἀλλὰ τὴν πᾶσαν σχολὴν εἰς τὴν λατρείαν ἀναλίσκειν τοῦ Θεοῦ· «Τοῦτο γάρ, φησί, λέγω ὑμῖν, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.» Οὐ γὰρ θέλει αὐτὴν μερίζεσθαι, ἀλλ᾽ ὅλην εἶναι τῶν πνευματικῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς καὶ τὰ τοῦ Κυρίου μεριμνᾶν. Οὕτω καὶ τὴν χήραν πολιτεύεσθαι παραινεῖ λέγων· «Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.» Ὅταν οὖν τὴν σχολὴν ἣν ἐν τοῖς εὐαγγελικοῖς πράγμασιν ἀναλίσκειν χρή, ταύτην μὴ μόνον εἰς περιττὰ καὶ ἀνωφελῆ, ἀλλὰ καὶ εἰς τὰ σφόδρα ἐπιβλαβῆ παρὰ πάντα δαπανῶσι τὸν βίον, εἰκότως αὐτὰς ἐπὶ τὸν γάμον ἄγει λοιπόν.

Καθάπερ οὖν καὶ Ἰουδαίοις τὸ σάββατον ἔδωκεν ὁ Θεὸς οὐχ ἵνα ἀργῶσιν ἁπλῶς, ἀλλ᾽ ἵνα τῶν πονηρῶν ἀπέχωνται πράξεων· οὕτω καὶ ἡ χήρα καὶ ἡ παρθένος, οὐχ ἵνα ἁπλῶς μὴ ὁμιλῶσιν ἀνδρί, τοῦτον αἱροῦνται τὸν βίον, ἀλλ᾽ ἵνα τὰ τοῦ Κυρίου μεριμνῶσιν, ἵνα ἐξ ὁλοκλήρου τῇ τοῦ Θεοῦ θεραπείᾳ προσεδρεύωσι.