Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ δευτερογαμεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Η πρόωρη χηρεία και οι πνευματικές αμοιβές

Ειδική αναφορά στις γυναίκες που χήρεψαν σε νεαρή ηλικία, προβολή της αξίας της υπομονής έναντι των θλίψεων και τελική προτροπή προς την πνευματική ελευθερία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τί οὖν, ἂν ᾖ σφόδρα κόρη, φησί, καὶ βραχὺν ἀπολαύσασα χρόνον τοῦ ἀνδρός; Πρὸς γὰρ τὰς κόρας μοι ταῦτα εἴρηται, οὐ πρὸς τὰς γεγηρακυίας· πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι· εἰ γὰρ ὁ πολὺς χρόνος καὶ ἡ ἡλικία καὶ τὰ ἄλλα πάντα οὐκ ἔπεισαν αὐτὰς ἀποσχέσθαι δευτέρου γάμου, πάνυ γε οὐδὲ ὁ παρ᾽ ἡμῶν πείσει λόγος· ἀλλ᾽ ἅπας μοι πρὸς ταύτας ὁ λόγος ἐστί. Τί οὖν, ἂν ᾖ κόρη, φησί, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα, δευτέρῳ γαμεῖται πάλιν; τίνος ἕνεκεν τῆς εἰκοστὸν ἔτος καὶ τριακοστὸν ἀνηλωκυίας ἐν γάμῳ προτιμήσεις αὐτήν; Οὐκ ἔγωγε, ἀλλ᾽ ὁ μακάριος Παῦλος· ἐκεῖνος γάρ φησι· «Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ.» Τί γάρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρί, ἀλλ᾽ ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ὃν ἐξ ἀρχῆς ἐκληρώθη; αὕτη δὲ δυσὶν ἔδωκεν ἑαυτήν, καὶ ταῦτα ἐν βραχεῖ τῷ χρόνῳ.

Ἀλλ᾽ οὐχ ἑκοῦσα, φησίν· εἰ γὰρ ὁ πρῶτος ἔζη, οὐκ ἂν ἕτερον ἠγάπησεν ἐπ᾽ ἐκείνῳ· ἐπειδὴ δὲ πρὸ ὥρας ἀπῆλθεν ἐκεῖνος, ὑπὸ τῆς ἀνάγκης δευτέρῳ συνήφθη πάλιν. Ποίας ἀνάγκης; Ἐγὼ γὰρ ταύτης ἧς λέγεις μείζονα ἑτέραν ἀνάγκην ὁρῶ ἱκανὴν αὐτὴν κατασχεῖν ἐπὶ τῷ τετελευτηκότι, τὸ πικρῶν οὕτως ἀπολαῦσαι τῶν πραγμάτων τοῦ κόσμου. Ἡ μὲν γὰρ πολὺν αὐτοῖς συγγενομένη χρόνον καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη τῶν ἴσων ἅψεται πάλιν· ἡ δὲ προοιμίων οὕτω χαλεπῶν πειραθεῖσα ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Οὐδὲ γὰρ εἴ τις βουλόμενος ἐμπορεύσασθαι, πρὶν ἢ κερδάνῃ ἅμα τῷ τὸν λιμένα ἐξελθεῖν ναυάγιον ὑπομείνοι, εὐκόλως ἅψεται τῆς πραγματείας λοιπόν.

Οὐδὲ ταύτην εἰκότως τὴν πολλὰ μὲν προσδοκήσασαν ἡδέα, πρὶν ἢ δὲ ἐκείνων πεῖραν καλῶς λαβεῖν, τοσοῦτον πένθος ἰδοῦσαν ἀγαπῆσαι τὰ τοῦ κόσμου πράγματα, εἰ μὴ σφόδρα ἀκρατὴς οὖσα τύχοι· μᾶλλον δέ, εἰ καὶ σφόδρα πρὸς αὐτὰ διακέοιτο, καὶ λίαν ἔχοι προσπαθῶς, ἱκανὴ τῆς ἀρχῆς ἡ ἀηδία πᾶσαν σβέσαι τὴν ἐπιθυμίαν αὐτῆς. Τότε γὰρ τοῖς πράγμασι μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ᾽ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν.

Ὥστε αἱ τὰς ἀώρους ὑπομείνασαι χηρείας, αὗται εἰκότως ἂν ἀπόσχοιντο γάμου δευτέρου ὑπὲρ τοῦ μὴ τὰ αὐτὰ πάλιν παθεῖν. Ἡ μὲν γὰρ ἐν τῇ χηρείᾳ μένουσα ἕξει τὸ ἀσφαλὲς καὶ οὐχ ὑποπτεύσει πένθος ἕτερον τοιοῦτον πάλιν· ἡ δὲ προσομιλήσασα γάμῳ δευτέρῳ καὶ τοῦτο προσδοκᾶν ἀναγκασθήσεται τὸ δεινόν. Καὶ ἄλλως δὲ εἰ καὶ πρᾶγμα ἕν ἐστιν ἡ χηρεία, ἀλλ᾽ οὐ πᾶσαι τοὺς αὐτοὺς ἀπολήψονται τούτου μισθούς, ἀλλ᾽ αἱ μὲν πλείους, αἱ δὲ ἐλάττους. Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις. Τί δήποτε; Ὅτι ἡ μὲν πολλῶν ὄντων κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺν ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον· πῶς γὰρ οὐδενὸς ὄντος πράγματος τοῦ βίαν παρέχοντος; Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἕνα ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται· καίτοι γε ἀμφοτέραις εἷς γέγονεν ὁ ἀνήρ, ἀλλ᾽ ὅμως αὕτη μὲν τὸν τῆς ἁγνείας ἔδραμε δρόμον, ἐκείνη δὲ πολλοῖς ἀπελείφθη τοῖς σταδίοις. Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν.

Καὶ γὰρ τὰ πολλὰ τῶν κατορθωμάτων οὕτως ἡμῖν δύσκολα φαίνεται, ὅτι τὸν μόχθον αὐτῶν καὶ τοὺς ἱδρῶτας συνεχῶς στρέφοντες τοὺς ἀποκειμένους αὐτοῖς μισθοὺς οὐκ ἐν νῷ λαμβάνομεν.

Ἀλλ᾽ οὐχ οὕτω δεῖ ποιεῖν, ἀλλὰ πάντα ὁμοῦ λογίζεσθαι μετὰ τῶν πόνων καὶ τὰς ἀμοιβὰς καὶ οὕτως εὔκολα ἡμῖν φανεῖται, ὥσπερ οὖν καὶ ἔστιν εὔκολα. Καὶ γὰρ ὁ ἀριστεὺς οὐ τὰ τραύματα μόνον, οὐδὲ τὰ πτώματα, οὐδὲ τὸν θάνατον, ἀλλὰ καὶ τὰ τρόπαια καὶ τὰς νίκας καὶ τὰς ἄλλας ἁπάσας ἀναλογισάμενος τιμὰς οὕτως ἐπὶ τὴν ἀριστείαν ἔρχεται· καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θεὶς οὕτω τῶν ἔργων ἐφάπτεται. Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι· ἐκείνοις μὲν γὰρ πολλὰ πολλάκις τῶν οὐκ ἐπ᾽ αὐτοῖς κειμένων τὴν προσδοκίαν διέκοψε, τὰς δὲ ἡμετέρας ἐλπίδας οὐδεὶς ὁ καταισχύνων ἐστίν, ἂν μὴ βουληθῶμεν αὐτοί. Μὴ δὴ βουληθῶμεν, ἀλλ᾽ ἐννοήσαντες ὡς οὐ πολλῷ τῆς παρθένου ἡ χήρα λείπεται—ἔστι δὲ ὅπου αὐτὴν καὶ ὑπερηκόντισεν, ὅταν ἡ μὲν παρθένος περιπλέκηται πράγμασιν· «Ἡ δὲ χήρα», κατὰ τὸν Παῦλον, «μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς», καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται— ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐπ᾽ αὐτῷ στεφάνων τύχωμεν.

Ταῦτα ἡμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ᾽ ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν ὡς προσῆκε τὰς τοιοῦτον ἐχούσας νυμφίον.