Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος
Η αξία της κατά Θεόν ησυχίας
Εγκώμιο της πνευματικής ησυχίας ως ασφαλούς καταφυγίου από τα πάθη και ως οδού σωτηρίας και ανάπαυσης από τις βιοτικές μέριμνες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αξία της κατά Θεόν ησυχίας
Εγκώμιο της πνευματικής ησυχίας ως ασφαλούς καταφυγίου από τα πάθη και ως οδού σωτηρίας και ανάπαυσης από τις βιοτικές μέριμνες.
Κτῆσαι δὲ καὶ ἡσυχίαν, ἀδελφὲ, ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν· σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ· ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύρινόν ἐστι. Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης ἀγαπήσας τὴν ἡσυχίαν, καὶ τὸν φόβον τοῦ Θεοῦ, ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν.
Ὦ ἡσυχία, προκοπὴ μοναζόντων· ὦ ἡσυχία, κλῖμαξ οὐράνιος· ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία, κατανύξεως μήτηρ· ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα· ὦ ἡσυχία, πραότητος γεννήτρια· ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε· ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ· ὦ ἡσυχία, λογισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως· ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος· ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς· ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά· ὦ ἡσυχία, δεσμωτήριον παθῶν· ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς· ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν. Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο. Αὕτη γὰρ ἡ Μαρία ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοῖς ποσὶ τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα.
Διὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος λέγων· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς. Βλέπεις, ἀδελφὲ, οἵα ἐστὶν ἡ ἡσυχία· ὅτι αὐτός ἐστι, καὶ ἐπαινεῖ τὸν κτώμενον αὐτὴν ὁ Δεσπότης ἡμῶν Θεός. Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κατατρυφήσεις τοῦ Κυρίου σου, παρακαθεζόμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς καὶ σὺ μετὰ παῤῥησίας· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Διὰ τοῦτο ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Ναὶ, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν.
Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολυτελῶν ἐν πειρασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος Δεσπότου Θεοῦ· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀναπαῦσαι γάρ σε θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ πειρασμοῦ καὶ θλίψεως τοῦ αἰῶνος τούτου· ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν σε βούλεται εἰς τὴν ἔρημον, τουτέστιν, εἰς τὴν ἡσυχίαν, ὅπως φωτίσῃ τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης, ὅπως ψωμιεῖ σε τὸ μάννα, λέγω δὴ τὸν ἄρτον τῆς ἡσυχίας καὶ ἀμεριμνίας· ὅπως κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν, λέγω δὴ τὴν ἄνω Ἱερουσαλήμ. Ναὶ, ἀγαπητὲ, ταύτην ἀγάπησον, ταύτην κτῆσαι, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.