Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά πρότυπα ανορθώσεως και η δύναμη της εξομολογήσεως

Εξετάζεται η ευσπλαγχνία του Θεού μέσα από τις περιπτώσεις του Δαβίδ, των Νινευιτών και της αμαρτωλής γυναίκας, αναδεικνύοντας τη θεραπευτική ισχύ της ειλικρινούς μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 9

Ὑπεσκέλισεν ἡμᾶς ὁ διάβολος καὶ κατέβαλεν οὐκοῦν ἐξαναστῆναι δεῖ, οὐχ ὑποσύρεσθαι πάλιν καὶ κατακρημνίζειν ἑαυτούς, καὶ ταῖς παρ᾽ ἐκείνου πληγαῖς προστιθέναι τὰς παρ᾽ ἑαυτῶν. Καὶ γὰρ καὶ ὁ μακάριος Δαυῒδ ἔπεσεν πτῶμα τοιοῦτον οἷόν περ καὶ σὺ νῦν· καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ καὶ ἕτερον ἐφεξῆς, τὸ τοῦ φόνου λέγω. Τί οὖν; ἔμεινε κείμενος; καὶ οὐ διανέστη καὶ πάλιν παρετάξατο πρὸς τὸν ἐχθρόν; Οὕτω μὲν οὖν αὐτὸν κατεπάλαισεν ὡς δυνηθῆναι καὶ τελευτήσας προστῆναι τῶν ἐκγόνων τῶν αὑτοῦ. Τῷ γοῦν Σολομῶντι τὴν μεγάλην ἐκείνην παρανομίαν τετολμηκότι καὶ μυρίων ἀξίῳ γενομένῳ θανάτων, διὰ τὸν Δαυῒδ ὁ θεός φησιν ἀφεῖναι τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· «Διαρρήσσων διαρρήξω τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.

Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα.» Διὰ τί; «Διὰ Δαυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν.» Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἐπαγγέλλεται βοηθεῖν, λέγων· «Ὑπερασπιῶ γάρ, φησίν, ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτήν, δι᾽ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου.» Τοσαύτη τῆς μετανοίας ἡ ἰσχύς. Εἰ δὲ ἐκεῖνος ταῦτα ἐβουλεύσατο, ἅπερ καὶ σὺ νῦν, καὶ ἐν ἑαυτῷ εἶπεν ὅτι λοιπὸν ἀδύνατον ἐξιλεώσασθαι τὸν θεόν· «Ἐτίμησεν γάρ με τιμὴν μεγάλην καὶ εἰς προφήτας ἐνέταξεν καὶ τὴν ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισεν καὶ μυρίων κινδύνων ἐξήρπασεν, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας προσκεκρουκὼς καὶ 〈εἰς〉 τὰ τῶν αἰσχίστων, ὀλισθήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν;» Εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν ἄν.

Οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασιν τραύματα μόνα θάνατον ἐργάζεσθαι πέφυκεν ἀμελούμενα, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς. Καὶ ὅμως εἰς τοσοῦτον ἀνοίας ἠλάσαμεν ἡμεῖς, ὡς ἐκείνων μὲν ἐπιμελεῖσθαι σφοδρῶς, τούτων δὲ ὑπερορᾶν· καίτοι γε ἐπὶ μὲν τῶν σωμάτων ἀνίατα πολλὰ πολλάκις συμβαίνειν εἰκός, καὶ οὐδὲν ἀπαγορεύομεν, ἀλλὰ συνεχῶς τῶν ἰατρῶν λεγόντων ἀκούοντες, ὅτι τοῦτο τὸ πάθος ἀφανίσαι φαρμάκοις οὐκ ἔνι, ὅμως ἐπικείμεθα παρακαλοῦντες παραμυθίαν γοῦν τινα ἐπινοῆσαι μικράν· ἐπὶ δὲ τῶν ψυχῶν ἔνθα οὐδέν ἐστιν ἀνίατον νόσημα, οὐ γὰρ ὑπὸ τὴν τῆς φύσεως ἀνάγκην ἐστίν, ἐνταῦθα ὡς ἀλλοτρίων ὄντων παθῶν οὕτως ἀμελοῦμεν καὶ ἀπογινώσκομεν· καὶ ἔνθα μὲν ἡ τῶν νοσημάτων φύσις εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλειν εἴωθεν, καθάπερ τῶν πολλὰς ἐλπίδας ἐχόντων ὑγιείας ἐπιμελούμεθα· ἔνθα δὲ οὐδὲν ὅπερ ἀπαγορεῦσαι χρή, ὥσπερ τῶν ἀπεγνωσμένων ἀφιστάμεθα καὶ παραμελοῦμεν· τοσοῦτον πλείονα τοῦ σώματος ἢ τῆς ψυχῆς τὸν πόθον ἔχομεν. Διά τοι τοῦτο οὐδὲ τὸ σῶμα διασῶσαι δυνάμεθα.

Ὁ μὲν γὰρ τοῦ προηγουμένου παραμελῶν, καὶ περὶ τὸ ἔλαττον ἅπασαν τὴν σπουδὴν ἐπιδεικνύμενος, ἀμφότερα καταλύει καὶ ἀπόλλυσιν· ὁ δὲ τάξιν φυλάττων καὶ τὸ κυριώτερον θεραπεύων, κἂν ἀμελήσῃ τοῦ δευτέρου, διὰ τῆς τοῦ προτέρου σωτηρίας, καὶ τοῦτο διέσωσεν. Ὅπερ καὶ ὁ Χριστὸς ἡμῖν παραδηλῶν ἔλεγεν. «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθῆτε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γέενναν.» Ἆρά σε πείθομεν ὅτι οὐδέποτε τῶν τῆς ψυχῆς ὡς ἀνιάτων ἀπογινώσκειν δεῖ παθῶν ἢ λογισμοὺς καὶ ἑτέρους πάλιν ἀνακινῆσαι χρή; Κἂν γὰρ μυριάκις ἀπογνῷς σεαυτοῦ, ἡμεῖς οὐκ ἀπογνωσόμεθά σού ποτε, οὐδὲ ὅπερ ἑτέροις ἐγκαλοῦμεν αὐτοὶ πεισόμεθα· καίτοι γε οὐκ ἔστιν ἴσον αὐτόν τινα ἀπελπίζειν ἑαυτόν, καὶ ἕτερον αὐτόν. Ὁ μὲν γὰρ ὑφ᾽ ἑτέρου ταύτην ἔχων τὴν ἀπόνοιαν, κἂν συγγνωσθείη ταχέως· ὁ δὲ αὐτὸς περὶ ἑαυτοῦ οὐκέτι. Τί δήποτε; Ὅτι αὐτὸς μὲν οὐκ ἔστι κύριος τῆς ἐκείνου σπουδῆς καὶ μετανοίας, τῆς δὲ ἑαυτοῦ τὴν ἐξουσίαν ἔχει μόνος αὐτός. Ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἀπογνωσόμεθά σου, κἂν μυριάκις τοῦτο πάθῃς, ἴσως γὰρ ἴσως ἔσται τις ἐπάνοδος πρὸς τὴν ἀρετὴν καὶ ἀποκατάστασις πρὸς τὸν πρότερον βίον. Ἄκουε δὲ καὶ τῶν ἑξῆς.

Οἱ Νινευΐται τοῦ προφήτου διατεινομένου καὶ σαφῶς ἀπειλοῦντος ἀκούσαντες ὅτι· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται», οὐδὲ οὕτως ἀνέπεσαν, ἀλλὰ καίτοι μὴ θαρροῦντες ὅτι πείσουσιν τὸν θεόν, μᾶλλον δὲ καὶ τοὐναντίον ὑποπτεύειν ἔχοντες ἀπὸ τοῦ χρησμοῦ· οὐ γὰρ μετὰ διορισμοῦ τινος εἴρητο τὸ λεχθέν, ἀλλ᾽ ἀπόφασις ἦν καθαρά, καὶ οὕτω τὴν μετάνοιαν ἐπεδείκνυντο λέγοντες· «Τίς οἶδεν εἰ μετανοήσει καὶ παρακληθήσεται ὁ θεὸς καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, [καὶ οὐ μὴ ἀπολώμεθα.» Εἶτα ἐπάγει· «Καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.»] Εἰ δὲ ἄνθρωποι βάρβαροι καὶ ἀλόγιστοι τοσοῦτον ἠδυνήθησαν συνιδεῖν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρή, τοὺς τὰ θεῖα δόγματα παιδευθέντας καὶ τῶν τοιούτων παραδειγμάτων καὶ ἐν ῥήμασιν καὶ ἐν πράξεσιν πολὺ τὸ πλῆθος ἑορακότας· «Οὐ γάρ εἰσιν, φησίν, αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν· ἀλλ᾽ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει τὰ διανοήματά μου ἀπὸ τῶν διανοιῶν ὑμῶν, καὶ αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν.»

Εἰ δὲ ἡμεῖς τοὺς ἀπὸ τύχης προσκεκρουκότας τῶν οἰκετῶν, ἂν ἐπαγγέλλωνται γενέσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παρρησίας μεταδίδομεν, οὐ πολλῷ μᾶλλον αὐτός; Εἰ μὲν γὰρ διὰ τοῦτο ἐποίησεν ἡμᾶς ἵνα κολάσῃ, καλῶς ἂν ἀπεγνώκεις καὶ ἠμφισβήτεις ὑπὲρ τῆς σωτηρίας τῆς ἑαυτοῦ· εἰ δὲ δι᾽ οὐδὲν ἕτερον ἢ δι᾽ ἀγαθότητα μόνην ἐδημιούργησεν ἡμᾶς, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν καὶ ἄθλων καὶ πάντα ὑπὲρ τούτου ποιεῖ καὶ πραγματεύεται ἐκ πρώτης ἡμέρας εἰς τὸ παρόν, τί ποτέ ἐστι τὸ ποιοῦν ἐνδοιάζειν ἡμᾶς; Σφόδρα αὐτὸν παρωργίσαμεν καὶ ὡς οὐδεὶς ἀνθρώπων ἕτερος. Οὐκοῦν διὰ τοῦτο μάλιστα ἀποστῆναι τῶν παρόντων δεῖ καὶ μεταγνῶναι ἐπὶ τοῖς προγεγενημένοις καὶ πολλὴν ἐπιδείξασθαι τὴν μεταβολήν. Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ᾽ ἡμῶν παροξῦναι δύναιτ᾽ ἄν, ὡς τὸ μηδὲ θελῆσαι καὶ μεταβαλέσθαι λοιπόν. Τὸ μὲν γὰρ ἁμαρτεῖν ἴσως ἀνθρώπινον, τὸ δὲ ἐπιμεῖναι ἐπὶ τοῖς αὐτοῖς, τοῦτο οὐκ ἀνθρώπινον λοιπόν, ἀλλ᾽ ὅλον σατανικόν. Ὅρα γοῦν καὶ διὰ τοῦ προφήτου πῶς τοῦτο μᾶλλον ἐκείνου μέμφεται ὁ θεός· «Καὶ εἶπον γάρ, φησίν, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν.»

Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας, φησίν, εἶπεν· «Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάττειν τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι᾽ αἰῶνος;» Καὶ ὁ Μωσῆς δὲ διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ θεὸς αἰτεῖ παρά σου, ἀλλ᾽ ἢ φοβεῖσθαι Κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτόν;» Ὁ τοίνυν σπουδάζων φιλεῖσθαι παρ᾽ ἡμῶν, καὶ πάντα ὑπὲρ τούτου ποιῶν, καὶ μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ τῆς ἡμετέρας φεισάμενος φιλίας, καὶ ὅτε δήποτε ἂν καταλλαγῶμεν αὐτῷ τὸ πρᾶγμα τιθέμενος ἀγαπητόν, πῶς μετανοοῦντας οὐ δέξεται καὶ φιλήσει;

Ἄκουε γοῦν καὶ διὰ τοῦ προφήτου τί φησιν· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Καὶ τοῦτο δὲ ὑπὲρ τοῦ σφοδρὰν γενέσθαι τὴν πρὸς αὐτὸν φιλίαν ἀπαιτεῖ παρ᾽ ἡμῶν. Ὅταν γὰρ ὁ φιλῶν πολλὰ παρὰ τῶν φιλουμένων ὑβρισθεὶς μηδὲ οὕτως σβέσῃ τὸν πόθον, δι᾽ οὐδὲν ἕτερον εἰς μέσον ἐνεχθῆναι σπουδάζει τὰς ὕβρεις ἐκείνας, ἀλλ᾽ ἵνα τὸ στερρὸν αὐτοῦ τῆς φιλίας ἐπιδειξάμενος, εἰς πλείονα ἐπισπάσηται καὶ συντονωτέραν ἀγάπην ἐκείνους. Εἰ δὲ τὸ ὁμολογῆσαι τὰ ἁμαρτήματα τοσαύτην ἔχει παραμυθίαν, πολλῷ μᾶλλον τὸ διὰ τῶν ἔργων αὐτῶν ἀπονίψασθαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅπαξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ πρότερα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέν ποτε· νῦν δὲ τοὺς μάλιστα λάμψαντας ἀπὸ τῶν πτωμάτων μεταγνόντας εὑρήσομεν. Οἱ γὰρ πολλὴν ἐν τοῖς κακοῖς ἐπιδειξάμενοι τὴν σφοδρότητα, καὶ ἐν τοῖς ἀγαθοῖς τὴν αὐτὴν ἐπιδείξονται πάλιν, συνειδότες ὅσων ἑαυτοὺς ὀφλημάτων ὑποχρέους κατέστησαν· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐδήλωσεν, ὅτε τῷ Σίμωνι περὶ τῆς γυναικὸς ἔλεγεν· «Βλέπεις γάρ, φησίν, τὴν γυναῖκα ταύτην. Εἰσῆλθον εἰς τὴν οἰκίαν σου, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν τοὺς πόδας μου ἔβρεξεν καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.

Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ οὗ εἰσῆλθον, οὐ διέλιπεν τοὺς πόδας μου καταφιλοῦσα. Ἐλαίῳ οὐκ ἤλειψας τὴν κεφαλήν μου· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. Οὗ χάριν λέγω σοι ὅτι ἀφίενται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί, ὅτι ἠγάπησέν με πολύ. Ὧι δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» Διὰ τοῦτο καὶ ὁ διάβολος, εἰδὼς ὅτι οἱ τὰ μεγάλα ἐργασάμενοι κακά, ὅταν ἄρξωνται μετανοεῖν, μετὰ πολλοῦ τοῦ τόνου τοῦτο πράττουσιν, ἅτε εἰδότες τὰ πλημμεληθέντα αὐτοῖς, δέδοικεν καὶ τρέμει μήποτέ τινα ἀρχὴν τοῦ πράγματος λάβωσιν· μετὰ γὰρ τὸ λαβεῖν, ἀκάθεκτοι λοιπόν εἰσιν, καὶ πυρὸς δίκην ὑπὸ τῆς μετανοίας ἀναζέσαντες, χρυσίου καθαροῦ καθαρωτέρας τὰς ἑαυτῶν ἀπεργάζονται ψυχάς, καθάπερ ὑπό τινος πνεύματος σφόδρα τοῦ συνειδότος καὶ τῆς μνήμης τῶν προτέρων ἁμαρτημάτων εἰς τὸν τῆς ἀπαθείας λιμένα ὠθούμενοι.

Καὶ τοῦτό ἐστιν ᾧ πλεονεκτοῦσι τῶν οὐδαμῶς καταπεσόντων, ὅτι σφοδροτέρᾳ κέχρηνται τῇ προθυμίᾳ· μόνον, ὅπερ ἔφην, ἂν τῆς ἀρχῆς ἐπιλάβωνται. Τὸ γὰρ δυσχερὲς καὶ δυσκατόρθωτον τοῦτό ἐστι τὸ δυνηθῆναι ἐπιβῆναι τῆς εἰσόδου καὶ τῶν προθυρῶν ἐφάψασθαι τῆς μετανοίας, καὶ τὸν ἐχθρὸν ἐκεῖ πῦρ πνέοντα καὶ ἐγκείμενον ἀπώσασθαι καὶ καταβαλεῖν. Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ ἡττηθείς, καὶ ἔνθα ἦν ἰσχυρὸς καταπεσών, ἡμεῖς τε μείζονα τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον. Ἐπιλαβώμεθα τοίνυν τῆς ἐπανόδου λοιπόν, ἀναδράμωμεν εἰς τὴν πόλιν, τὴν ἐν τοῖς οὐρανοῖς, ἐν ᾗ καὶ ἀπεγράφημεν, ἐν ᾗ καὶ πολιτεύεσθαι προστετάγμεθα. Τὸ γὰρ ἀπογινώσκειν ἑαυτῶν, οὐ τοῦτο μόνον ἔχει κακόν, ὅτι τὰς πύλας ἡμῖν ἀποκλείει τῆς πόλεως ἐκείνης, οὐδ᾽ ὅτι εἰς μείζονα ῥᾳθυμίαν ἄγει καὶ καταφρόνησιν, ἀλλ᾽ ὅτι καὶ εἰς ἀπόνοιαν ἐμβάλλει σατανικήν. Καὶ γὰρ καὶ ὁ διάβολος οὐδαμόθεν ἑτέρωθεν τοιοῦτος ἐγένετο ἀλλ᾽ ἢ ἀπὸ τοῦ πρότερον μὲν ἀπογνῶναι, ὕστερον δὲ ἐκ τῆς ἀπογνώσεως εἰς τὴν ἀπόνοιαν ἐμπεσεῖν. Ψυχὴ γάρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς.