Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἀπολαύοντας τὰ πλούτη

Ἰωάννης ὁ Χρυσόστομος

Η ψευδαίσθηση της ιδιοκτησίας και η ευσέβεια ως αληθινό κτήμα

Υπογραμμίζεται ότι τα υλικά αγαθά προέρχονται από τη φύση και αποτελούν δάνειο, ενώ η ευσέβεια αναδεικνύεται ως το μοναδικό αναφαίρετο εφόδιο απέναντι στην αναπόδραστη φθορά του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἄλλον γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωὴν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας. Ταύτην δὲ ἡμῖν τὴν ὁδὸν ἐξελθοῦσιν ὁ τῶν κτηθέντων ἁπάντων ἀσυνόδευτος πλοῦτος· οὐδὲν γὰρ ὧν ἐσχήκαμεν, ἐσχήκαμεν ἴδιον. Ἣν γὰρ φοροῦμεν πρῶτον ὡς ἰδίαν ἐσθῆτα, τὴν τῶν προβάτων ἐξεθύσαμεν φύσιν· ἃ περιβάλλομεν τοῖς ποσὶν ὑποδήματα, παρὰ τῆς τῶν βοσκημάτων δορᾶς κεκομίσμεθα· τὴν τῶν βρωμάτων καὶ ποτῶν χορηγίαν ἐκ τῶν τῆς γῆς συμπορίζομεν κόλπων· ταύτης ἐστὶν καὶ χρυσὸς, ὃν πάντες ὡς ἡμέτερον σφίγγομεν. Μαργαρίτας ἐξ ὀστρέων καὶ βασιλεῖς ἐρανίζονται. Ἐξ ἀλλοτρίας ζῶμεν εἰσφορᾶς καὶ πλουτοῦμεν.

Ἀπόδος τοῖς προβάτοις τὸ ἔριον, καὶ οὐδὲν ἕξεις τῆς σαρκὸς περιβόλαιον· ἀπόδος τὰς αὐτῶν δορὰς τοῖς βοσκήμασιν, καὶ σκέπην ἰδιόκτητον τοῖς ποσὶν οὐχ εὑρήσεις· ἀπόδος τὰ σηρικὰ τοῖς σκώληξι νήματα, καὶ σηρικὴν ἰδίαν οὐ προσοίσεις ἐσθῆτα.

Ἀλλ᾽ οὐδὲ ψιχῶν εὐπορήσεις ἰδίων, ἂν μὴ τὴν τρέφουσαν γῆν οἷς φιλεῖ κολακεύσῃς. Τοῦτο καὶ Χριστὸς ἐνδεικνύμενος ἔλεγεν· Εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει; Μή μοι τῶν ἐκ τῶν κτηνῶν καὶ τῆς γῆς προβαλλόμενος πλοῦτον, ὡς ἐπ᾽ ἰδίοις τοῖς μὴ σοῖς καλλωπίζου.

Ἑνὸς εἶ κτήματος μόνου εὐσεβείας ἰδιοκτήτωρ. Ταύτης σε θάνατος ἐπελθὼν οὐ συλήσει· τῶν ἄλλων δὲ ἁπάντων ἐκβαλεῖ καὶ μὴ θέλοντα· εἰς ὑποκατάστασιν γὰρ τὴν βιωτικὴν πάντες παρελάβομεν κτῆσιν καὶ μόνην ταύτης τὴν χρῆσιν· ἕκαστος καρπούμενος ἄπεισιν, βραχὺ παρὰ τοῦ βίου κομιζόμενος μνῆμα.

Τοῦτο γὰρ πάσης εὐημερίας τὸ τέλος, τοῦτο τῶν βιωτικῶν ἀγαθῶν τὸ συμπέρασμα. Μετὰ πολύπλεθρον κτῆσιν καὶ χρυσὸν πολυτάλαντον στενήν τινα καὶ δυσώδη κληρονομοῦμεν σορόν. Ὄντως Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Μικρὰ σφοδρότης πυρετῶν ἐμπεσοῦσα πᾶσαν τοῦ βίου τὴν εὐθηνίαν ἐσκόρπισεν· προσέλεγε μὲν γὰρ ἔξωθεν ἡ τέχνη τὰ φάρμακα· τοῖς φαρμάκοις δὲ πυκτεύων ἀοράτως ὁ θάνατος, κατὰ μικρὸν προϊὼν χειροῦται τὸν ἄῤῥωστον· ὁ δὲ βλέπων τὸν ἄφυκτον ἐγκείμενον δήμιον, καὶ τὴν ψυχὴν βιαίως ὠθοῦντα πρὸς ἔξοδον, τρέπει μὲν στένων τὴν κεφαλὴν ἐφ᾽ ἑκάτερα, περιφέρει δὲ τὸ βλέμμα σὺν δάκρυσιν.

Οὐδαμόθεν δὲ τῆς βίας βοήθεια· οὐκ οἰκέται, τὴν κλίνην περιεστῶτες, ἑλκόμενον σώζουσιν, οὐ τὰ τῶν φίλων κολακεύει τὸν θάνατον δάκρυα, οὐ χρυσὸς τὴν πρὸς τὸν κριτὴν κωλύει παράστασιν. Ἀδωροδόκητος γὰρ ὁ θάνατος δήμιος, καὶ δεξιὰν οὐκ ἔχων τῷ χρυσῷ πειθομένην, οὐδὲ πλουσίου ἐξαργυρίζων νεκροὺς, ἀλλὰ πάντας ἐν τάφοις ὡς ἐν εἱρκταῖς φυλακίζων.

Πρὸς τὰ τῶν ὀστῶν παράκυψον λείψανα, καὶ πικρότερον κλαύσεις τοῦ βίου τὸ μάταιον. Τετέφρωται πρόσωπον, μελανθὲν ὑπὲρ ἄσβολον· ὀφθαλμοὶ διατέτρηνται σηπεδόνι γλυφέντες· διακέχηνεν στόμα καὶ πάροδον πολλάκις ἑρπετῶν ὑποδέχεται. Τί καθ᾽ ἕκαστον μέλος ἐνδιατρίβω; Φθορᾷ σκώληκες, ἅπαν τὸ σῶμα καθάπερ πολέμιοί τινες συμμερίζονται καὶ σάρκας καὶ νεῦρα καὶ φλέβας ἀκριβῶς ἐρευνῶντες.