Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἔχοντας τὰς εἰσακτοὺς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική φθορά εκ της συμβιώσεως και η κλήση σε ελευθερία

Προτροπή προς τους ασκητές να απαλλαγούν από την υποδούλωση στις βιοτικές μέριμνες των γυναικών. Περιγραφή της ηθικής και πνευματικής έκπτωσης που επιφέρει η συγκατοίκηση και κλήση σε πνευματική ανεξαρτησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ἀλλὰ γὰρ μέχρι τίνος καὶ ἡμεῖς ἀσχημονοῦμεν τὰ ἐκείνων διηγούμενοι πάντα; Οὐ γὰρ δὴ τοῦτο προειλόμεθα, ἐπεὶ πολλῶν ἂν καὶ μακρῶν ἡμῖν ἐδέησε λόγων πάντα διεξιοῦσι· μᾶλλον δὲ πάντα μὲν οὐδὲ βουλομένοις δυνατὸν ἦν εἰπεῖν, ὀλίγα δὲ ἐκ πολλῶν συνθέντας, καὶ οὕτως ἱκανὸν ἦν ἐργάσασθαι τὸ μῆκος· ἀλλ᾽ οὐκ εἰς τοῦτο ἥκομεν, ἀλλὰ καὶ τούτων ἄκοντες ἐμνημονεύσαμεν, ὥστε μικρὸν ἐπιστύψαι τοὺς νοῦν ἔχοντας τῶν ἀκροωμένων· λοιπὸν δὲ παρακαλεῖν χρὴ καὶ ἱκετεύειν. Δέομαι δὴ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων προκυλινδοῦμαι τῶν ὑμετέρων, καὶ πᾶσιν ἱκετηρίαν τίθημι, πείσθητε, καὶ ἀνενέγκωμεν ἀπὸ ταύτης τῆς μέθης, καὶ ἑαυτῶν γενώμεθα, καὶ τὴν τιμὴν ἐπιγνῶμεν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ τοῦ Παύλου βοῶντος ἀκούσωμεν, «Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων·» καὶ παυσώμεθα δουλεύοντες γυναιξὶν ἐπὶ τῷ κοινῷ πάντων ἡμῶν ὀλέθρῳ. Στρατιώτας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται γενναίους καὶ ἀθλητάς.

Οὐ διὰ τοῦτο ἡμᾶς ὥπλισεν τοῖς ὅπλοις τοῖς πνευματικοῖς, ἵνα κορῶν τριωβολιμαίων ἀναδεξώμεθα ὑπηρεσίαν, ἵνα περὶ ἔρια καὶ ἱστοὺς καὶ τὰς τοιαύτας στρεφώμεθα διακονίας, ἵνα νηθούσαις καὶ ὑφαινούσαις παρακαθώμεθα γυναιξὶν, ἵνα διατελῶμεν πᾶσαν ἡμέραν καὶ ἤθη καὶ ῥήματα γυναικεῖα εἰς τὴν ἑαυτῶν ἐναποματτόμενοι ψυχήν· ἀλλ᾽ ἵνα βάλλωμεν τὰς ἀοράτους δυνάμεις τὰς ἀντικειμένας ἡμῖν, ἵνα πλήττωμεν τὸν στρατηγοῦντα αὐταῖς διάβολον, ἵνα ἐλαύνωμεν τὰς ἀγρίας τῶν δαιμόνων φάλαγγας, ἵνα κατασκάπτωμεν αὐτῶν τὰ ὀχυρώματα, ἵνα τὰς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους δήσαντες αἰχμαλώτους ἀγάγωμεν, ἵνα τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύσωμεν, ἵνα πῦρ πνέωμεν, ἵνα πρὸς καθημερινοὺς θανάτους ὦμεν ἕτοιμοι καὶ παρεσκευασμένοι.

Διὰ τοῦτο ἐνέδυσεν ἡμᾶς τὸν θώρακα τῆς δικαιοσύνης, διὰ τοῦτο ἔζωσε τὴν ζώνην τῆς ἀληθείας, διὰ τοῦτο περιέθηκε τὴν περικεφαλαίαν τοῦ σωτηρίου, διὰ τοῦτο ὑπέδησεν τῇ ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν ἐνεχείρισεν τοῦ πνεύματος, διὰ τοῦτο πῦρ ἀφῆκεν εἰς τὰς ἡμετέρας ψυχάς.

Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ᾽ εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων· ἆρ᾽ οὐκ ἂν, εἴ γε ἐξῆν, μέσον τὸ ξίφος διήλασας, μηδὲ λόγου μεταδούς; Εἰ δὲ σὺ τοσαύτης ἂν ἐνεπλήσθης ὀργῆς, πῶς οἴει τὸν Θεὸν ἐπὶ τοῖς πολὺ τούτων ἀτοπωτέροις διακείσεσθαι;

Τοσούτῳ γὰρ αἰσχρότερα ταῦτα ἐκείνων καὶ ἀτοπώτερα, ὅσῳ καὶ ὁ πόλεμος χαλεπώτερος, καὶ οἱ πολέμιοι σφοδρότεροι, καὶ τὰ ἆθλα περὶ ὧν ὁ πόλεμος μείζω, καὶ πάντα ἁπλῶς τοσοῦτον ἐξήλλακται, ὅσον ἀληθείας καὶ σκιᾶς τὸ μέσον. Μὴ δὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν, μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα ταῖς ὁμιλίαις ταύταις· καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ κακία. Τί γὰρ, εἰ καὶ μὴ αἰσθανοίμεθα τῇ φιλίᾳ μεθύοντες; τοῦτο γὰρ αὐτὸ καὶ τὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζόμεθα καὶ κηροῦ γινόμεθα παντὸς μαλακώτεροι. Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν βλέποντα λαβὼν, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον καὶ παιδίοις εὐκαταγώνιστον τὸν φοβερὸν καὶ ἀφόρητον καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἐὰν λάβωσιν εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα ἤθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὰς τούτων ἐναπομάττονται ψυχάς.

Καὶ γὰρ ἀμήχανον τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης, καὶ ταῖς ἐκείνων ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη. Καὶ γὰρ ἂν φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγξεται, τῆς γλώττης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων ἀναχρωσθείσης ῥημάτων· κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος. Καὶ γὰρ, εἰ πρὸς τὰ βιωτικὰ καὶ πολιτικὰ πράγματα ἄχρηστος ὁ τοιοῦτος, πολλῷ μᾶλλον πρὸς τὸ τῶν πνευματικῶν μέγεθος, ἃ τοσούτῳ δεῖται γενναιοτέρων ἀνδρῶν, ὡς μηδὲ ἅπτεσθαι αὐτῶν δύνασθαι τοὺς μέλλοντας αὐτὰ μετιέναι, εἰ μὴ ἄγγελοι γένοιντο ἐξ ἀνθρώπων. Οὐκ αὐτοὶ δὲ μόνον κακίαν ὑποδέχονται τοσαύτην, ἀλλὰ καὶ ἐκείναις ἠθῶν διεφθαρμένων αἴτιοι γίνονται. Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν, οὕτω καὶ αὗται τῆς προσηκούσης αὐταῖς αἰδοῦς δι᾽ ἐκείνους ἐκπίπτουσιν, τὴν πονηρὰν αὐτοῖς καὶ ὀλέθριον παρέχουσαι ταύτην ἀντίδοσιν.

Καὶ γὰρ καὶ καλλωπίζονται περιεργότερον, καὶ σχήματος καὶ βαδίσματος τεθρυμμένου πολλὴν ποιοῦνται πρόνοιαν, καὶ τὰ μὴ προσήκοντα διὰ πάσης φλυαροῦσιν τῆς ἡμέρας· ἐπειδὴ γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἤθεσι καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι᾽ ὧν κατέχειν αὐτοὺς αἰχμαλώτους δυνήσονται. Ἀλλ᾽ ἂν ἐθελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, καὶ ἐκείνας κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας· καὶ ὥσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτως τότε τῆς πάντων σωτηρίας ἀποληψόμεθα τὸν μισθὸν, καὶ ὧν δὲ ἀπολαύομεν νῦν αἰσχρῶς, τότε μετὰ πολλῆς ἀπολαυσόμεθα τῆς τιμῆς. Τί γὰρ, εἰπέ μοι, βούλει τιμᾶσθαι παρὰ γυναικῶν;

Μάλιστα μὲν οὖν ἀνάξιον τοῦτο ἀνδρὸς πνευματικοῦ, τὸ τιμῆς τοιαύτης ἐρᾶν· πλὴν ἀλλὰ καὶ τοῦτο τότε παρέσται, ὅταν μὴ ζητῶμεν αὐτό. Πέφυκε γὰρ ἄνθρωπος τῶν μὲν θεραπευόντων ὑπερορᾶν, τοὺς δὲ μὴ κολακεύοντας θαυμάζειν· τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεία φύσις ὑπομένειν εἴωθεν. Ἀφόρητός τε γάρ ἐστι κολακευομένη, θαυμάζει τε μάλιστα πάντων τοὺς οὐκ ἀνεχομένους εἴκειν καὶ ὑποκατακλίνεσθαι ταῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις· καὶ τοῦτο ὑμεῖς μοι μαρτυρήσετε. Νῦν μὲν γὰρ οὐχ οἱ ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐταὶ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι, εἰ καὶ μὴ φανερῶς, ἀλλ᾽ ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωπίζονται τῇ χαλεπῇ ταύτῃ τυραννίδι· τότε δὲ θαυμάσονται πάντως ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευθερίαν ὑμῶν. Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἐκείνας ἔρεσθε, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας ἢ τοὺς κρατοῦντας αὐτῶν, τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ καὶ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασιν· κἂν ἐθελήσωσιν εἰπεῖν τἀληθὲς, πάντως ἐκείνους ἐροῦσιν· μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντων.

Ἀλλ᾽ ἡδονῆς ἕνεκεν ὁ συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς εὐωχῶν ταῖς τῶν παρθένων ὄψεσιν. Μάλιστα μὲν εἰ καὶ τοῦτο οὕτως εἶχε, δι᾽ αὐτὸ μὲν οὖν τοῦτο φυγεῖν ἐχρῆν· νῦν δὲ ἡμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας· σὺ δέ μοι προστίθει καὶ τὴν ἀπὸ τοῦ συνειδότος εὐφροσύνην. Οὐδὲν γὰρ οὕτως ἡμᾶς εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ᾽ ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ᾽ ἀποδέδεικται καὶ τοῦτο εὐκολώτερον ὂν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ οὐδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν ηὗρες χαλεπωτάτην· τότε δὲ ταύτης τε ἐκτὸς ἕστηκας τῆς λειτουργίας, καὶ τῶν ἐπιταττόντων, οὐ τῶν ἐπιταττομένων ἔσῃ· Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ᾽ ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων; Ἐγὼ μὲν οὐκ οἶδα, πλὴν εἴ τις ἑαυτὸν ἁπλῶς ἀποπλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογία λοιπὸν ἔσται ἡμῖν οὐδὲ συγγνώμη.

Εἰ γὰρ καὶ μηδενὸς ὄντος τούτων, πάντα ὑπομένειν ἐχρῆν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης, ὅταν καὶ τὰ ἐνταῦθα καρποῦσθαι παρῇ, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἡμεῖς δὲ πρὸς τῷ τὴν τοῦ Θεοῦ βλασφημεῖσθαι δόξαν, καὶ ἑαυτοὺς προσαπολλύωμεν, τίς ἡμᾶς ἐξαιρήσεται καὶ ἀπαλλάξει τῆς τιμωρίας τῆς ἐπὶ τούτοις κειμένης; Οὐκ ἔστιν οὐδείς.