Ἅμα τε γὰρ ἐνεπλήσθη τις, καὶ τὴν ἡδονὴν ἔσβεσε, καὶ πρὸ τῆς πλησμονῆς δὲ ῥεύματος θᾶττον παρέρχεται, πρὸς αὐτὸν ἀφανιζομένη τὸν λαιμὸν, καὶ οὐδὲ τοῖς σιτίοις ἀρκοῦσα συγκατελθεῖν· ὁμοῦ τε γὰρ παρῆλθε τὴν γλῶτταν, καὶ συγκατέλυσε τὴν ἰσχύν. Καὶ σιωπῶ τὰ λοιπὰ κακὰ, καὶ ὅσος ἀπὸ ταύτης γίνεται τῆς τρυφῆς ὁ χειμών· οὐ γὰρ μόνον ἡδίων ὁ μὴ τρυφήσας, ἀλλὰ καὶ κουφότερος, καὶ ῥᾷον διακείσεται τοῦ διασπασθέντος ὑπὸ τῆς πλησμονῆς· Ὕπνος γὰρ, φησὶν, ὑγιείας ἐν σπλάγχνῳ μετρίῳ. Τί δεῖ λέγειν τὰς νόσους, τὰς ἀηδίας, τὰς συμφορὰς, τὰς δαπάνας τὰς εἰκῆ; ὅσαι αἱ αἰτιάσεις, ὅσαι αἱ ἐπιβουλαὶ, ὅσαι αἱ ἀπὸ τούτων ἐπήρειαι τῶν συμποσίων βλαστάνουσιν; ἀλλὰ τὸ πόρναις γυναιξὶν ὁμιλεῖν ἡδύ; Καὶ ποία μετὰ τοσαύτης αἰσχύνης ἡδονὴ γένοιτ᾽ ἄν; Μάλιστα δὲ μηδὲ ἐνταῦθα τοῦτο ἐξετάζωμεν τέως, μηδὲ τὰς ἐκ τῶν ἐραστῶν μάχας, μηδὲ τοὺς ἐκ τῶν ἀντεραστῶν πολέμους, μηδὲ τὰς κατηγορίας· ἀλλ᾽ ἔστω τις μετ᾽ ἐξουσίας ἀπολαύων τῆς ἀσελγείας ἐκείνης, καὶ μήτε ἀντεραστὴν ἐχέτω, μήτε ὑπεροράσθω παρὰ τῆς ἐρωμένης, τά τε χρήματα ὥσπερ ἐκ πηγῶν ἀναλισκέτω, καίτοι οὐδαμοῦ ταῦτα συμβεβηκέναι πάντα δυνατὸν, ἀλλὰ δεῖ τὸν μὲν μὴ μέλλοντα ἔχειν ἀντεραστὴν τὴν οὐσίαν καταλῦσαι πᾶσαν, νικῶντα τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ἅπαντας, τὸν δὲ μὴ βουλόμενον ἀπορεῖν ὑπερορᾶσθαι παρὰ τῆς πόρνης καὶ διαπτύεσθαι πάλιν.