Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Η αληθινή σοφία των αγίων έναντι της θύραθεν παιδείας

Προβολή της γαλήνης και της κοινοκτημοσύνης των μοναστηριών ως κοινωνικού προτύπου και απόρριψη της κοσμικής ρητορικής τέχνης υπέρ του φόβου του Θεού και της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 16

Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τέ ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονώτερα. θʹ. Καὶ τί δεῖ φιλοσοφίας. φησὶ, καὶ πολιτείας ἀκριβοῦς τοῖς ἡμετέροις παισί; Τοῦτο γάρ ἐστι, τοῦτο ὅπερ πάντα ἀπολώλεκεν, ὅτι πρᾶγμα οὕτως ἀναγκαῖον, καὶ τὴν ἡμετέραν συνέχον ζωὴν, περιττὸν εἶναι καὶ πάρεργον δοκεῖ. Καὶ περὶ σῶμα μὲν κάμνοντα τὸν υἱόν τις ἰδὼν οὐκ ἂν εἴποι· Τί δὲ αὐτῷ καθαρᾶς ὑγιείας δεῖ καὶ ἀκριβοῦς; ἀλλὰ πάντα ἂν πραγματεύσαιτο ὑπὲρ τοῦ τοσαύτην ἐγγενέσθαι τὴν εὐεξίαν, ὡς μηκέτι τὴν νόσον ἐπανελθεῖν· τῆς δὲ ψυχῆς ἀῤῥωστούσης, οὐδὲν δεῖν αὐτοῖς θεραπείας φασὶ, καὶ τολμῶσι μετὰ τὰ ῥήματα ταῦτα πατέρας καλεῖν ἑαυτούς. Τί οὖν; φιλοσοφήσομεν πάντες, φησὶ, καὶ τὰ τοῦ βίου οἰχήσεται; Οὐ τὸ φιλοσοφεῖν, ὦ βέλτιστε, ἀλλὰ τὸ μὴ τοῦτο ποιεῖν πάντα ἀπώλεσε καὶ διέφθειρε. Τίνες γὰρ, εἰπέ μοι, τῇ παρούσῃ καταστάσει λυμαίνονται, οἱ μετρίως ζῶντες καὶ ἐπιεικῶς, ἢ οἱ καινοὺς καὶ παρανόμους ἐπινοοῦντες τροφῆς τρόπους; οἱ τὰ πάντων περιβαλέσθαι σπουδάζοντες, ἢ οἱ τοῖς οὖσιν ἀρκούμενοι; οἱ φάλαγγας οἰκετῶν ἔχοντες, καὶ σμήνη κολάκων περιάγοντες, ἢ οἱ μόνον οἰκέτην ἕνα ἀποχρῇν αὐτοῖς νομίζοντες (οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσοφίαν, ἀλλὰ τὴν πολλοῖς ἐφικτήν);

οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύλων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφορὰς, ἐπειδὴ μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότερος, μηδὲ ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο; οἱ μελετῶντες ἄρχεσθαι, ἢ οἱ δυναστειῶν ἐρῶντες καὶ ἀρχῶν, καὶ πάντα ὑπὲρ τούτου καὶ ποιῆσαι καὶ παθεῖν ἀνεχόμενοι; οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυτοὺς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολάζοντες; οἱ τὰς λαμπρὰς οἰκοδομούμενοι οἰκίας, καὶ τὰς πολυτελεῖς παρατιθέμενοι τραπέζας, ἢ οἱ μηδὲν πλέον καὶ τροφῆς καὶ οἰκήσεως τῆς ἀναγκαίας ζητοῦντες; οἱ μυρία πλέθρα ἀποτεμνόμενοι γῆς, ἢ οἱ μηδὲ βῶλον μίαν ἀναγκαίαν αὐτοῖς πρὸς κτῆσιν εἶναι νομίζοντες; οἱ τόκους ἐπὶ τόκους συλλέγοντες, καὶ πάσης ἐμπορίας κινοῦντες ὁδὸν ἄδικον, ἢ οἱ τὰς ἀδίκους ταύτας διασπῶντες συγγραφὰς, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις ἐπικουροῦντες; οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμένοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ᾽ ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς νομίζειν ἀπολωλεκότες; οἱ πόρνας τρέφοντες, καὶ τοῖς ἀλλοτρίοις λυμαινόμενοι γάμοις, ἢ οἱ καὶ τῆς ἑαυτῶν ἀπεχόμενοι γυναικός;

Οὐχ οἱ μὲν, ὥσπερ οἰδήματα σώματι καὶ πνεύματα ἄγρια θαλάττῃ, τῇ πολιτείᾳ τῆς οἰκουμένης ἐπιφύονται, καὶ τοὺς καθ᾽ ἑαυτοὺς σώζεσθαι δυναμένους χειμάζοντες διὰ τὴν ἀκρασίαν τὴν αὐτῶν· οἱ δὲ ὥσπερ ἐν σκότῳ βαθεῖ λαμπτῆρες φαιδροὶ τοὺς ἐν μέσῳ ναυαγοῦντας πρὸς τὴν οἰκείαν καλοῦσιν ἀσφάλειαν, καὶ τὰς τῆς φιλοσοφίας λαμπάδας ἀφ᾽ ὑψηλοῦ πόῤῥωθεν ἅψαντες, οὕτω τοὺς βουλομένους ἐπὶ τὸν τῆς ἀπραγμοσύνης χειραγωγοῦσι λιμένα; Οὐ δι᾽ ἐκείνους στάσεις καὶ πόλεμοι καὶ μάχαι, καὶ πόλεων κατασκαφαὶ, καὶ ἀνδραποδισμοὶ, καὶ δουλεῖαι, καὶ αἰχμαλωσίαι, καὶ φόνοι, καὶ τὰ μυρία ἐν τῷ βίῳ κακά; οὐ τὰ παρὰ ἀνθρώπων ἀνθρώποις ἐπαγόμενα μόνον, ἀλλὰ καὶ τὰ ἐκ τοῦ οὐρανοῦ πάντα, οἷον αὐχμοὶ, καὶ ἐπομβρίοι, καὶ σεισμοὶ, καὶ καταπτώσεις, καὶ πόλεων καταποντισμοὶ, καὶ λιμοὶ, καὶ λοιμοὶ, καὶ τὰ ἄλλα πάντα, ὅσα ἡμῖν ἐκεῖθεν ἐπάγεται;

ιʹ. Οὐκοῦν οὗτοι οἱ τὴν πολιτείαν ἀνατρέποντες, καὶ τοῖς κοινοῖς λυμαινόμενοι· οὗτοι οἱ καὶ ἑτέροις μυρίων αἴτιοι συμφορῶν, οἱ τοῖς βουλομένοις ἡσυχάζειν ἐνοχλοῦντες, καὶ πανταχόθεν ἕλκοντες καὶ σπαράττοντες· διὰ τούτους δικαστήρια, καὶ νόμοι, καὶ τιμωρίαι, καὶ διάφοροι κολάσεων τρόποι. Καὶ καθάπερ ἐν οἰκίᾳ, ἔνθα πολλοὶ μὲν οἱ κάμνοντες, οἱ δὲ ὑγιαίνοντες ὀλίγοι. καὶ φάρμακα καὶ ἰατροὺς πολλοὺς εἰσελθόντας ἔστιν εὑρεῖν· οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι πόλις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχοντες, πολλαὶ δὲ αἱ τιμωρίαι. Οὐ γὰρ ἀρκεῖ τὰ φάρμακα αὐτὰ καθ᾽ ἑαυτὰ ἀναστῆσαι τὸν κάμνοντα, ἀλλὰ δεῖ καὶ τῶν ἐπιτιθέντων αὐτὰ, οἵπερ εἰσὶν οἱ δικάζοντες, καὶ ἑκόντας καὶ ἄκοντας ἀναγκάζοντες δέχεσθαι τὴν ἰατρείαν αὐτούς. Ἀλλ᾽ ὅμως οὕτως ὑπερέσχεν ἡ νόσος, ὡς καὶ αὐτῆς τῆς τῶν ἰατρῶν κρατῆσαι τέχνης, καὶ αὐτοὺς ἐπελθεῖν τοὺς δικάζοντας· καὶ συμβαίνει ταὐτὸ, οἷον ἂν εἴ τις πυρετῷ καὶ ὑδέρῳ συνεχόμενος. καὶ μυρίοις ἑτέροις πάθεσι χαλεπωτέροις, τῶν μὲν οἰκείων μὴ περιγίνοιτο κακῶν, ἑτέρους δὲ τοῖς αὐτοῖς ἐνεχομένους δεινοῖς ἀπαλλάττειν φιλονεικοίη. Ἡ γὰρ τῆς κακίας ἐπιῤῥοὴ καθάπερ τις χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς. Καὶ τί λέγω πολιτείας ἀνατροπήν;

κινδυνεύει γὰρ οὗτος ὁ λοιμὸς, ὁ παρὰ τῶν πονηρῶν τούτων ἀρθεὶς, καὶ τοὺς περὶ τῆς προνοίας τοῦ Θεοῦ τῶν πολλῶν ἀπελάσαι λόγους· οὕτω πρόεισι καὶ νέμεται καὶ πάντα ἐπείγεται κατασχεῖν, καὶ τὰ ἄνω κάτω πεποίηκε, καὶ αὐτῷ λοιπὸν ἐπιστρατεύει τῷ οὐρανῷ, τὰς τῶν ἀνθρώπων γλώττας οὐκέτι κατὰ τῶν ὁμοδούλων, ἀλλ᾽ ἤδη καὶ κατ᾽ αὐτοῦ τοῦ πάντων κρατοῦντος ὁπλίζων Δεσπότου.

Πόθεν γὰρ, εἰπέ μοι, ὁ πολὺς πανταχοῦ τῆς εἱμαρμένης λόγος; πόθεν ἄστρων ἀλόγῳ φορᾷ τὰ ὄντα ἀνατιθέασιν οἱ πολλοί; διὰ τί τύχην, διὰ τί τὸ αὐτόματόν τινες πρεσβεύουσι; πόθεν εἰκῆ καὶ ἁπλῶς πάντα νομίζουσι φέρεσθαι; διὰ τοὺς ἐπιεικῶς ζῶντας καὶ μετρίως, ἢ δι᾽ ἐκείνους, οὓς σὺ μὲν συνέχειν ἔφης τὴν πολιτείαν, ἐγὼ δὲ κοινὴν οὖσαν ἀπέδειξα τῆς οἰκουμένης λύμην;

Δι᾽ ἐκείνους δηλονότι. Οὐδεὶς γὰρ ἀγανακτεῖ, ἐπειδὴ ὁ δεῖνα φιλοσοφεῖ, ἢ ὅτι ἐστὶν ὁ δεῖνα ἐπιεικὴς καὶ μέτριος καὶ σώφρων. καὶ τῶν παρόντων ὑπερορᾷ πραγμάτων· ἀλλ᾽ ὅτι ὁ δεῖνα πλουτεῖ, ὅτι τρυφᾷ, ὅτι πλεονεκτεῖ καὶ ἁρπάζει, ὅτι πονηρὸς ὢν καὶ μυρίων γέμων κακῶν, λαμπρός τέ ἐστι καὶ εὐημερεῖ. Ταῦτα κατηγοροῦσι καὶ μέμφονται οἱ ἀπιστοῦντες Θεῷ· τούτοις προσπταίουσιν οἱ πολλοὶ, ὡς τῶν γε ἐπιεικῶς ἕνεκεν ζώντων, οὐ μόνον οὐδὲν φθέγξονται τῶν ῥημάτων τούτων, ἀλλὰ καὶ καταγνοῖεν ἑαυτῶν, ἐφ᾽ οἷς ἂν προαχθῶσι τῆς τοῦ Θεοῦ κατηγορῆσαι προνοίας. Καὶ εἰ πάντες, ἢ καὶ οἱ πλείους ἐβούλοντο οὕτω ζῇν, οὐδ᾽ ἄν τις ἐνενόησε ταῦτα τὰ ῥήματα, οὐδ᾽ ἂν ὁ τῶν κακῶν τούτων ἐπεισῆλθε κολοφὼν τὸ ζητεῖν, πόθεν τὰ κακά. Κακῶν γὰρ οὐκ ὄντων οὐδὲ φαινομένων, τίς ἂν προήχθη τὴν αἰτίαν ζητῆσαι τῶν κακῶν, καὶ μυρίας ἀπὸ τῆς ζητήσεως ταύτης αἱρέσεις ἀνατέλλειν; Καὶ γὰρ Μαρκίων, καὶ Μάνης, καὶ Οὐαλεντῖνος, καὶ τῶν Ἑλλήνων οἱ πλείους ἐντεῦθεν ἔλαβον τὴν ἀρχήν.

Εἰ δὲ πάντες ἐφιλοσόφουν, οὐκ ἐνῆν ταῦτα ζητεῖν, ἀλλ᾽ εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῆς ἀρίστης ταύτης πολιτείας ἔμαθον ἂν ἅπαντες, ὅτι ὑπὸ Θεῷ ζῶμεν βασιλεῖ, καὶ τὰ ἡμέτερα οὗτος διοικεῖ καὶ κυβερνᾷ πράγματα κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν· ὃ κινεῖται μὲν καὶ νῦν, φαίνεται δὲ οὐ ῥᾳδίως διὰ τὴν πολλὴν ἀχλὺν, ἣν κατεσκέδασαν οὗτοι τῆς οἰκουμένης ἀπάσης· εἰ δὲ μὴ τοῦτο ἦν, καθάπερ ἐν σταθερᾷ μεσημβρίᾳ καὶ λευκῇ γαλήνῃ πᾶσιν ἂν ἡ τοῦ Θεοῦ πρόνοια διεφάνη. Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι, μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαὶ, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοὶ, μηδ᾽ ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ᾽ ἐπιεικείας ἔζων τῆς προσηκούσης, τίς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε περὶ τῆς τοῦ Θεοῦ προνοίας; Οὐκ ἔστιν οὐδείς. Νυνὶ δὲ ταυτὸ συμβαίνει, οἷον ἂν εἰ χειμῶνος καταλαβόντος ἐργάζοιτο μὲν ὁ κυβερνήτης τὸ αὑτοῦ, καὶ διασώζοι τὸ σκάφος, μὴ φαίνοιτο δὲ αὐτοῦ τῆς ἐπιστήμης ἡ ἀκρίβεια τοῖς ἐπιβάταις διὰ τὴν ταραχὴν καὶ τὸν φόβον καὶ τὴν ἀγωνίαν τῶν ἐπικρεμαμένων κακῶν.

Ἐπεὶ καὶ ὁ Θεὸς κυβερνᾷ μὲν τὸ πᾶν τοῦτο καὶ νῦν, οὐ φαίνεται δὲ τοῖς πολλοῖς διὰ τὸν τῶν πραγμάτων χειμῶνα καὶ τὴν ταραχὴν, ἣν οὗτοι δὴ μάλιστα πάντων ἐργάζονται. Ὥστε οὐ μόνον πολιτείαν ἀνατρέπουσιν, ἀλλὰ καὶ εὐσέβειαν λυμαίνονται· καὶ οὐκ ἄν τις ἁμάρτοι κοινοὺς ἐχθροὺς τούτους προσειπὼν, οἳ κατὰ τῆς ἑτέρων ζῶσι σωτηρίας, δόγμασι μιαροῖς καὶ βίοις ἀκαθάρτοις τοὺς μεθ᾽ ἑαυτῶν ἐμπλέοντας καταδύοντες.

ιαʹ. Ἀλλ᾽ ἐν τοῖς μοναστηρίοις τούτων οὐδὲν ἔστιν ἰδεῖν, ἀλλὰ καίτοι χειμῶνος ἠρμένου τοσούτου, μόνοι κάθηνται ἐν λιμένι καὶ γαλήνῃ καὶ ἀσφαλείᾳ πολλῇ, καθάπερ ἐξ οὐρανοῦ τὰ τῶν ἄλλων ἐπισκοποῦντες ναυάγια· καὶ γὰρ πολιτείαν οὐρανῷ πρέπουσαν εἴλοντο, καὶ ἀγγέλων οὐδὲν χεῖρον διάκεινται.

Ὥσπερ οὖν ἐν ἐκείνοις οὐκ ἔστιν ἀνωμαλία τις, οὐδὲ οἱ μὲν ἐν εὐημερίᾳ, οἱ δὲ ἐν ἐσχάτοις κακοῖς, ἀλλ᾽ ἅπαντες ἐν εἰρήνῃ μιᾷ καὶ χαρᾷ καὶ δόξῃ, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς ὀνειδίζει πενίαν, οὐδεὶς ἐπὶ πλούτῳ σεμνύνεται· τὸ σὸν καὶ τὸ ἐμὸν, τοῦτο δὴ τὸ πάντα ἀνατρέπον καὶ θορυβοῦν ἐξώρισται· καὶ πάντα αὐτοῖς κοινὰ, καὶ τράπεζα καὶ οἴκησις καὶ ἱμάτια. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ μία πᾶσι καὶ ἡ αὐτή; Πάντες τὴν αὐτὴν εὐγένειάν εἰσιν εὐγενεῖς, τὴν αὐτὴν δουλείαν δοῦλοι, τὴν αὐτὴν ἐλευθερίαν ἐλεύθεροι· εἷς ἐκεῖ πλοῦτος πᾶσιν ὁ ὅντως πλοῦτος, μία δόξα ἡ ὄντως δόξα· οὐ γὰρ ἐν ὀνόμασιν, ἀλλ᾽ ἐν πράγμασιν αὐτοῖς τὰ ἀγαθά· μία ἡδονὴ, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανόνος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀνωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ῥυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκρίβεια, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις. Διὸ πάντες πάντα ποιοῦσι καὶ πάσχουσιν, ἵνα εὐθυμῶσί τε καὶ χαίρωσιν. Ἐκεῖ γὰρ μόνον τοῦτο καθαρῶς συμβαῖνον ἔστιν ἰδεῖν, ἄλλοθι δὲ οὐδαμοῦ, οὐ μόνον τῷ τῶν παρόντων ὑπερορᾷν, καὶ πᾶσαν ἐκκεκόφθαι στάσεως καὶ μάχης ὑπόθεσιν, καὶ λαμπρὰς αὐτοῖς εἶναι περὶ τῶν μελλόντων τὰς ἐλπίδας, ἀλλὰ καὶ τῷ τὰ συμβαίνοντα ἑκάστῳ λυπηρὰ καὶ χρηστὰ κοινὰ πάντων εἶναι νομίζειν.

Ἥ τε γὰρ ἀθυμία ἀφανίζεται ῥᾴδιον, ἀναλόγως τῷ ἑνὶ συνδιαφερόντων τὸ φορτίον ἁπάντων, τῆς τε εὐθυμίας πολλὰς ἔχουσι τὰς ὑποθέσεις, οὐκ ἐπὶ τοῖς ἑαυτῶν μόνοις εὐφραινόμενοι καλοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλήλων οὐχ ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτῶν. Πῶς οὖν ἡμῖν οἰχήσεται τὰ πράγματα, ἂν τούτους πάντες ζηλώσωμεν; Νῦν γὰρ οἴχεται καὶ διέφθαρται διὰ τοὺς πόῤῥω τῆς πολιτείας ταύτης ἠσκημένους. Σὺ δὲ τἀναντία ψηφιζόμενος ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις καὶ λύραν μὲν ἀκριβῶς ἡρμοσμένην ὡς ἄχρηστον διαβάλλοι, τὴν ἐναντίως δὲ ἔχουσαν, καὶ ἐπιτάσει καὶ ἀνέσει διεφθαρμένην ἀμέτρῳ, ταύτην ἐπιτηδείαν εἶναι καὶ πρὸς κρούματα καὶ πρὸς τέρψιν λέγοι τῶν θεατῶν. Ἀλλ᾽ οὐδὲν οὔτε τῆς ἀμουσίας τοῦ ταῦτα λέγοντος ἕτερον τούτου μεῖζον τεκμήριον ἐζητήσαμεν ἂν, οὔτε τῆς βασκανίας καὶ μισανθρωπίας τῶν τὰ τοιαῦτα ψηφιζομένων δεῖγμα σαφέστερον ἄλλο. Ἀλλὰ τίς ὁ τῶν ἐπιεικεστέρων λόγος πατέρων; Μαθέτωσαν, φησὶ, γράμματα πρότερον, καὶ τὴν τῶν λόγων προσλαβόντες δύναμιν, οὕτως ἐπὶ τὴν φιλοσοφίαν ἀγέσθωσαν ταύτην· τότε ὁ κωλύσων οὐδείς. Καὶ πόθεν δῆλον ὅτι πάντως εἰς ἄνδρας ἐκβήσονται; πολλοὶ γὰρ ἀώρῳ προαναρπασθέντες ἀπῆλθον θανάτῳ. Ἀλλ᾽ ἔστω καὶ τοῦτο εἶναι φανερόν· θῶμεν αὐτοὺς καὶ εἰς ἄνδρας τελέσειν, τίς ἐγγυήσεται τὴν προτέραν ἅπασαν ἡλικίαν;

Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἴ τις ὑπὲρ τούτων παρεῖχε θαῤῥεῖν, οὐδὲ κτησαμένους τὴν δύναμιν ταύτην ἐξήγαγον ἂν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ τοὺς φυγαδεύοντας αὐτοὺς οὐκ ἂν ἐπῄνεσα, ἀλλ᾽ ὡς κοινοὺς τῆς πολιτείας ἐχθροὺς ἀπεστράφην ἂν, ὅτι τοὺς λύχνους κρύπτοντες, καὶ τοὺς φωστῆρας ἀπὸ τῆς πόλεως ἐπὶ τὴν ἐρημίαν ἄγοντες, τὰ μέγιστα τοὺς ἔνδον οἰκοῦντας ἐζημίουν ἀγαθά. Εἰ δὲ οὐδεὶς ὁ ταῦτα ὑποσχησόμενος, τί τὸ ὄφελος πέμπειν εἰς διδασκάλους, ἔνθα πρὸ τῶν λόγων κακίαν εἴσονται, καὶ τὸ ἕλαττον βουλόμενοι λαβεῖν, τὸ μεῖζον ἀπολέσουσι, τῆς ψυχῆς τὴν ἰσχὺν καὶ τὴν εὐεξίαν ἅπασαν; Τί οὖν; κατασκάψομεν τὰ διδασκαλεῖα, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ᾽ ὅπως μὴ τὴν τῆς ἀρετῆς καθέλωμεν οἰκοδομὴν, καὶ ζῶσαν κατορύξωμεν τὴν ψυχήν· σωφρονούσης μὲν γὰρ ταύτης οὐδεμία ἀπὸ τῆς τῶν λόγων ἀπειρίας ἔσται ζημία, διεφθαρμένης δὲ μεγίστη ἡ βλάβη, κἂν σφόδρα ἡ γλῶττα ἠκονημένη τυγχάνῃ, καὶ τοσούτῳ μείζων, ὅσῳπερ ἂν ἐκείνη προσῇ ἡ δύναμις.

Πονηρία γὰρ τὴν τοῦ λέγειν προσλαβοῦσα ἐμπειρίαν, πολλῷ χείρονα τῆς ἀμαθίας ἐργάζεται τὰ δεινά. Ἂν δὲ ἀπελθόντες ἐκεῖ, φησὶ, πρὸς τῷ τὴν γλῶσσαν ἀργοτέραν ἔχειν. καὶ τῆς ἀρετῆς ἐκπέσωσιν ἐκείνης; Ἂν δὲ μένοντες, εἰπέ μοι, πρὸς τῷ τὴν ψυχὴν διαφθεῖραι, μηδὲν εἰς εὐγλωττίαν ἀπόνωνται τῆς σχολῆς; ἐμοὶ γὰρ ἁρμόσει ταῦτα λέγειν μᾶλλον, ἢ ἐκεῖνα σοί. Τί δήποτε;

Ὅτι εἰ καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἑκατέρου, τὸ σὸν ἀδηλότερον. Πῶς, καὶ διὰ τί; Ὅτι ἡ μὲν τῶν λόγων σπουδὴ τῆς ἀπὸ τῶν τρόπων ἐπιεικείας δεῖται, ἡ δὲ τῶν τρόπων ἐπιείκεια οὐκέτι τῆς ἀπὸ τῶν λόγων προσθήκης. Σωφροσύνην μὲν γὰρ καὶ χωρὶς τῆς παιδεύσεως ταύτης κατορθῶσαι ἔνι, λόγων δὲ δύναμιν χωρὶς τρόπων χρηστῶν οὐδεὶς ἂν προσλάβοι ποτὲ, παντὸς τοῦ χρόνου εἰς κακίαν καὶ ἀσέλγειαν ἀναλισκομένου. Ὥστε ὅπερ ἐκεῖ δέδοικας, τοῦτο καὶ ἐνταῦθα φοβεῖσθαι χρή· καὶ πολλῷ μᾶλλον ἐνταῦθα, ὅσῳ καὶ πυκνότεραι αἱ ἀποτυχίαι, καὶ περὶ τῶν μειζόνων ὁ κίνδυνος. Κἀκεῖ μὲν πρὸς ἓν ἠσχολῆσθαι μόνον ἀνάγκη. ἐνταῦθα δὲ τῶν δύο κρατῆσαι πρόκειται, ὡς οὐκ ἐνὸν θάτερον χωρὶς θατέρου λαβεῖν, οὐδὲ σωφροσύνης χωρὶς τοὺς λόγους εἰδέναι. Εἰ δὲ βούλει, καὶ τὸ ἀδύνατον τοῦτο θῶμεν εἶναι δυνατὸν τί γένοιτ᾽ ἂν ἡμῖν ἀγαθὸν ἀπὸ τῆς τούτων ἐμπειρίας, περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγήν; τί δὲ κακὸν ἀπὸ τῆς ἀπειρίας, τῶν μεγίστων ἡμῖν κατορθουμένων; Καὶ ταῦτα οὐ παρ᾽ ἡμῖν μόνον τοῖς καταγελῶσι τῆς ἔξωθεν σοφίας, καὶ μωρίαν αὐτὴν εἶναι νομίζουσιν, ἀλλὰ καὶ παρ᾽ αὐτοῖς τοῖς ἔξωθεν φιλοσόφοις οὕτω συνωμολόγηται.

Καὶ διὰ τοῦτο οἱ μὲν πολλοὶ οὐ σφόδρα ἐπεμελήθησαν τοῦ πράγματος· οἱ δὲ καὶ τέλεον κατεφρόνησαν καὶ διετέλεσαν ὄντες ἀμαθεῖς, καὶ τὸν ἅπαντα βίον ἐν τῷ τῆς φιλοσοφίας ἠθικωτέρῳ διατρίψαντες μέρει, σφόδρα ἔλαμψαν, καὶ γεγόνασι περιφανεῖς.

Καὶ γὰρ Ἀνάχαρσις καὶ Κράτης καὶ Διογένης οὐδεμίαν ἐποιήσαντο σπουδὴν τούτου· φασὶ δέ τινες, οὐδὲ Σωκράτης, καὶ μαρτυρήσειεν ἂν ἡμῖν ὁ μάλιστα πάντων ἐν τῇ τέχνῃ ταύτῃ διενεγκὼν, καὶ τὰ ἐκείνου τῶν ἄλλων εἰδὼς ἀκριβέστερον. Εἰσαγαγὼν γὰρ αὐτόν ποτε εἰς δικαστήριον ἀπολογησόμενον, ἐν τῇ πρὸς τοὺς δικαστὰς ἀπολογίᾳ ἐποίησεν οὕτω λέγοντα· Ὑμεῖς δὲ ἐμοῦ ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ Δί᾽, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν, οὐδὲ κεκοσμημένους, ἀλλ᾽ ἀκούσεσθε ἁπλῶς καὶ εἰκῆ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω, καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως. Οὐδὲ γὰρ ἂν δήπου πρέποι τῇ ἡλικίᾳ τῇδε, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς εἰσιέναι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι οὐ διὰ ῥᾳθυμίαν τινὰ, ἀλλὰ διὰ τὸ μὴ μέγα τὸ πρᾶγμα ἡγεῖσθαι, οὔτε ἔμαθεν, οὔτε ἐχρήσατο. Οὐκ οὖν φιλοσόφων μὲν ἡ εὐγλωττία, καὶ ἀνδρῶν δὲ ἁπλῶς, μειρακίων δὲ παιζόντων ἡ φιλοτιμία, ὡς καὶ αὐτοῖς τοῖς φιλοσόφοις δοκεῖ, οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ τῷ πάντων μάλιστα ἐν τούτῳ κεκρατηκότι· τὸν γὰρ διδάσκαλον οὐκ ἀφίησι κοσμεῖσθαι τῷ πράγματι, αἰσχρὸν τῷ φιλοσόφῳ τὸν κόσμον τοῦτον εἶναι νομίζων. Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄπιστον δικαίως ἄν τις εἴποι, μᾶλλον δὲ καὶ πρὸς πιστόν.

Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν τὴν παρὰ τῶν πολλῶν δόξαν θηρώμενοι, καὶ οὐδὲ ἄλλοθεν φανῆναι δυνάμενοι, ἀλλ᾽ ἢ ἀπὸ τῆς ἔξωθεν σοφίας, μηδὲν αὐτὴν εἶναι νομίζωσιν, ἡμεῖς δὲ οὕτω θαυμάζωμεν καὶ ἐκπληττώμεθα, ὡς καὶ τῶν ἀναγκαιοτάτων διὰ ταύτην καταφρονεῖν;

ιβʹ. Πρὸς μὲν οὖν τὸν ἄπιστον ταῦτα ἀρκεῖ, πρὸς δὲ τὸν πιστὸν καὶ ταῦτα καὶ τὰ παρ᾽ ἡμῖν ὑποδείγματα ἀναγκαῖον παράγειν. Ποῖα δὴ ταῦτα; Τοὺς μεγάλους ἄνδρας καὶ ἁγίους ἐκείνους, τοὺς πρώτους, ὅτε γράμματα οὐκ ἦν, τοὺς μετ᾽ ἐκείνους, ὅτε γράμματα μὲν ἦν, ἐμπειρία δὲ λόγων οὐδέπω τοὺς μετὰ τούτους, ὅτε καὶ γράμματα ἦν καὶ ἐμπειρία λόγων. Ἀμφοτέρων δὲ ἦσαν τότε ἄπειροι ἐκεῖνοι· οὐ μόνον γὰρ τῆς τῶν λόγων παιδεύσεως, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν γραμμάτων ἐμπειρίας ἐκτὸς ἦσαν· ἀλλ᾽ ὅμως ἐν αὐτοῖς τούτοις, οἷς μάλιστα ἡ τῶν λόγων ἰσχὺς ἀναγκαία εἶναι δοκεῖ, μετὰ τοσαύτης περιουσίας τοὺς ἐν αὐτῇ κρατοῦντας παρήλασαν, ὡς παίδων ἀνοήτων αὐτοὺς φανῆναι χείρους. Ὅταν γὰρ τὸ πείθειν ἐν τοῖς λόγοις ᾖ. καὶ οἱ μὲν φιλόσοφοι μηδὲ ἑνὸς περιγίνονται τυράννου, οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται τὴν οἰκουμένην ἐπιστρέφωσιν ἅπασαν, εὔδηλον ὅτι παρὰ τούτοις τὰ νικητήρια τῆς σοφίας ἐστὶ, τοῖς ἀγραμμάτοις καὶ ἰδιώταις, οὐ παρ᾽ ἐκείνοις τοῖς τὰ ἑκάτερα διηκριβωκόσιν. Οὕτως ἡ ὄντως σοφία καὶ ἡ ὄντως παίδευσις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ ὁ τοῦ Θεοῦ φόβος. Καὶ μή μέ τις νομιζέτω νομοθετεῖν ἀμαθεῖς τοὺς παῖδας γίνεσθαι· ἀλλ᾽ εἴ τις ὑπὲρ τῶν ἀναγκαίων παρέχοι θαῤῥεῖν, οὐκ ἂν ἑλοίμην κωλῦσαι καὶ τοῦτο ἐκ περιουσίας γενέσθαι.

Ὥσπερ γὰρ, τῶν θεμελίων σαλευομένων, καὶ πάσης τῆς οἰκίας καὶ τῆς οἰκοδομῆς κινδυνευούσης καταπεσεῖν, ἐσχάτης ἀνοίας καὶ παραπληξίας ἐστὶ πρὸς τοὺς κονιῶντας, ἀλλὰ μὴ πρὸς τοὺς οἰκοδομοῦντας τρέχειν· οὕτω πάλιν ἀκαίρου φιλονεικίας, τῶν τοίχων ἑστώτων ἀσφαλῶς καὶ βεβαίως, κωλύειν τὸν βουλόμενον κονιᾷν.