Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς πολεμοῦντας τοῖς ἐπὶ τὸ μονάζειν ἀναχωροῦσιν

Ἰωάννης ὁ Χρυσόστομος

Προειδοποιήσεις περί της θείας δίκης μέσα από ιστορικά και βιβλικά παραδείγματα

Παραλληλισμός των διωκτών του μοναχισμού με τους Ιουδαίους που τιμωρήθηκαν κατά την πολιορκία των Ιεροσολύμων και υπενθύμιση της αυστηρότητας της τελικής κρίσεως σύμφωνα με το Ευαγγέλιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 16

Ἐκείνοις μὲν γὰρ ἔσται καὶ ἑτέρας εὐδοκιμήσεως ὑπόθεσις, κἂν μὴ νῦν πάθωσι κακῶς· οὗτοι δὲ, ἂν μὴ μάχης ἀπόσχωνται ταύτης, οὐκέτι σωθῆναι δυνήσονται. Τούτου δὴ χάριν παριδὼν τὸ ἐκείνων, πρὸς τὸ ὑμέτερον ἵσταμαι, καὶ δέομαι καὶ ἀντιβολῶ πεισθῆναί τε ἡμῖν παρακαλοῦσι, καὶ μηκέτι καθ᾽ ἑαυτῶν τὸ ξίφος ὠθεῖν, μηδὲ πρὸς κέντρα λακτίζειν, μηδὲ νομίζοντας ἀνθρώπους ἀνιᾷν, λυπεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Ὅτι μὲν γὰρ ἐπαινέσεσθε ταύτην ἡμῶν τὴν γνώμην, κἂν μὴ νῦν, ἀλλ᾽ αὖθις, οἶδα καὶ πέπεισμαι· βούλομαι δὲ ὑμᾶς τοῦτο ποιῆσαι νῦν, ἵνα μὴ μάτην αὐτὸ μετὰ ταῦτα ποιῆτε. Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος, ὅτε μὲν ἦν ἐνταῦθα, τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὴν ἐκ τούτων παράκλησιν μῦθόν τινα ἡγεῖτο καὶ λῆρον· ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὐτὸν ἀπὸ τῶν ἐπαίνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικὼς, μή ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύματος.

Καίτοι γε οὐδὲν ἐκεῖνος τοσοῦτον εἰργάσατο οἷον ὑμεῖς. Ἐκεῖνος γὰρ τῶν μὲν ἑαυτοῦ οὐ μετέδωκε τῷ Λαζάρῳ, οὐ μὴν καὶ ἑτέρους βουληθέντας μεταδοῦναι ἐκώλυσεν, ἢ ἀπήλασε καθάπερ ὑμεῖς νῦν. Καὶ οὐ ταύτῃ μόνον αὐτὸν ἀπεκρύψατε τῇ ὠμότητι, ἀλλὰ καὶ ἑτέρῳ.

Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσον αὐτὸν μηδὲν ποιεῖν ἀγαθὸν, καὶ ἑτέρους βουλομένους κωλύειν ποιεῖν, οὕτως οὐκ ἔστιν ἴσον τροφῆς τε ἀπορεῖν σωματικῆς, καὶ ἐν πολλῷ τῷ τῆς φιλοσοφίας λιμῷ κείμενον κωλύειν τρέφεσθαι παρ᾽ ἑτέρων.

Ὥστε διπλῇ παρηλάσατε τὸν ὠμὸν πλούσιον ἐκεῖνον, τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμὸν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην. Τοῦτο καὶ Ἰουδαῖοι ποτὲ ἐποίησαν, καὶ ἐκώλυον τοὺς ἀποστόλους τοῖς ἀνθρώποις τὰ πρὸς σωτηρίαν λαλεῖν. Πλὴν ἀλλὰ καὶ τούτων χείρονες ὑμεῖς. Οἱ μὲν γὰρ δὴ τὴν τῶν ἐχθρῶν ἀναδεξάμενοι τάξιν, οὕτως ἅπαντα ἔπραττον ἐκεῖνα· ὑμεῖς δὲ τὸ τῶν φίλων ὑποδύντες προσωπεῖον, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυσθε· ἐμάστιξαν καὶ ὕβρισαν καὶ πονηρᾷ περιέβαλον δόξῃ τοὺς ἁγίους ἀποστόλους τότε ἐκεῖνοι γόητας καὶ πλάνους καλοῦντες αὐτούς. Ἀλλὰ τοιαύτη κατέλαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν. Πρῶτοι γὰρ οὗτοι καὶ μόνοι τῶν ὑφ᾽ ἡλίῳ πάντων ἀνθρώπων τοιαῦτα ἔπαθον, οἷα οὐδεὶς ἕτερος. Καὶ τούτων μάρτυς ἀξιόπιστος ὁ Χριστὸς, οὕτω λέγων· Ἔσται θλῖψις μεγάλη, οἴα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Πάντα μὲν οὖν αὐτῶν τὰ πάθη διελθεῖν οὐ τοῦ παρόντος καιροῦ, ὀλίγα δὲ ἐκ πολλῶν ἀναγκαῖον εἰπεῖν.

Ἐρῶ δὲ οὐκ ἐμὸν λόγον, ἀλλ᾽ ἀνδρὸς Ἰουδαίου τοῦ τὰ ἐκείνων ἱστορηκότος ἀκριβῶς. Τί ποτε οὖν οὗτος φησίν; Ἐπειδὴ τὸν ἐμπρησμὸν διηγήσατο τοῦ ἱεροῦ, καὶ τὰς καινὰς ἐκείνας ἀπήγγειλε συμφοράς. εʹ. Τὰ μὲν περὶ τὸ ἱερὸν, φησὶν, ἐν τούτοις ἦν· τῶν δ᾽ ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. Καθ᾽ ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δ᾽ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐκπνέοντας οἱ λῃσταὶ διηρεύνων, μή τις ὑπὸ τὸν κόλπον ἔχων τροφὴν, σκήπτοιτο τὸν θάνατον ἑαυτῷ. Οἱ δὲ ὑπ᾽ ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐσφάλλοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον, ὑπὸ ἀμηχανίας δὲ εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. Πάντα δὲ ὑπ᾽ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζώων πρόσφορα συλλέγοντες, ἐσθίειν ὑπέφερον· ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπέσχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα· τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες, ἐλάχιστον σταθμὸν ἐπώλουν ἀττικῶν τεσσάρων. Καὶ τί δεῖ τὴν ἐπ᾽ ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν;

Εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, οἷον μήτε παρ᾽ Ἕλλησι, μήτε παρὰ βαρβάροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ᾽ ἀκοῦσαι.

Καὶ ἔγωγε, μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατ᾽ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τῶν λόγων ὧν πέπονθε τὰ ἔργα.

Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζὼ, σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν· τὰ δὲ λείψανα τῶν κειμηλίων, κἂν εἴ τι τροφῆς ἐπινοηθείη, καθ᾽ ἡμέρας εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι. Δεινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ᾽ ἑαυτὴν ἠρέθιζεν. Ὡς δ᾽ οὔτε παροξυνόμενός τις, οὔτ᾽ ἐλεῶν αὐτὴν ἀνῄρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίου ἄλλως ἐκοπία, πανταχόθεν δ᾽ ἄπορον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέκαιον οἱ θυμοὶ, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δ᾽ αὐτῇ παῖς ὑπομάζιος) ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρήσω; τὰ μὲν παρὰ Ῥωμαίοις δουλεία, κἂν ζήσωμεν ἐπ᾽ αὐτοῖς· φθάνει δὲ καὶ δουλείαν ὁ λιμὸς, οἱ στασιασταὶ δ᾽ ἀμφοτέρων χαλεπώτεροι· ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς.

Καὶ ταῦθ᾽ ἅμα λέγουσα κτείνει τὸν υἱὸν, ἔπειτ᾽ ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. Εὐθέως δ᾽ οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες, ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψε.

Τοὺς δ᾽ εὐθέως φρίκη τε καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ πρὸς τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δὲ, Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα· μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς, μήτε συμπαθέστεροι μητρός. Εἰ δ᾽ ὑμεῖς εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν δ᾽ ἐμοὶ μεινάτω.

Μετὰ ταῦτα οἱ μὲν τρέμοντες ἐξῄεσαν πρὸς ἓν τοῦτο δειλοὶ, καὶ μόνης ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες. Ἀνεπλήσθη δ᾽ εὐθέως ὅλη τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττεν· σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων, πρὶν ἀκοῦσαι καὶ θεάσασθαι τηλικαῦτα κακά. Ταχέως δὲ καὶ Ῥωμαίοις διηγγέλθη τὸ πάθος. Τῶν δὲ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν.

ϛʹ. Ταῦτα δὲ ἔπασχον, καὶ πολλῷ τούτων χαλεπώτερα, οὐκ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν μόνον, ἀλλ᾽ ἐπειδὴ καὶ μετὰ ταῦτα τοὺς ἀποστόλους ἐκώλυον τὰ πρὸς σωτηρίαν λαλεῖν τὴν ἡμετέραν. Ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος αὐτῶν κατηγορήσας, ταῦτα αὐτοῖς προεφήτευσε τὰ κακὰ, εἰπὼν, ὅτι Ἔφθασεν ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐ γὰρ δὴ τῆς πίστεως ἀπάγομεν, οὐδὲ τοῦ κηρύγματος. Καὶ τί τῆς πίστεως ὄφελος, εἰπέ μοι, βίου μὴ ὄντος καθαροῦ;

Ἀλλ᾽ ὑμεῖς μὲν ἴσως ἀγνοεῖτε καὶ ταῦτα, ἅτε καὶ τῶν ἡμετέρων ὄντες ἀνήκοοι πάντων· ἐγὼ δὲ ὑμῖν ἀπαριθμήσομαι τοῦ Χριστοῦ τὰς ἀποφάσεις. Καὶ παρατηρεῖτε ὑμεῖς, εἰ μηδαμοῦ βίος ἐγκαλεῖται τότε, ἀλλ᾽ ὑπὲρ πίστεως μόνης καὶ δογμάτων τὰ τῶν κολάσεων ὥρισται.

Ἐπειδὴ γὰρ εἰς τὸ ὄρος ἀνῆλθε, πολὺν ἰδὼν ὅχλον περιῤῥοῦντα αὐτὸν, μετὰ τὰς ἄλλας παραινέσεις ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐκ οἶδα ὑμᾶς. Καὶ τὸν ἀκούοντα μὲν, οὐ ποιοῦντα δὲ τοὺς λόγους αὐτοῦ, ὅμοιον ἔφησεν ἀνδρὶ μωρῷ εἶναι τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον οἰκοδομοῦντι, καὶ ποταμοῖς καὶ ὑετοῖς καὶ ἀνέμοις εὐχείρωτον αὐτὴν κατασκευάζοντι. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ δημηγορῶν, Καθάπερ οἱ ἁλιεῖς, φησὶν, ὅταν τὴν σαγήνην ἑλκύσωσι, τοὺς φαύλους ἀποκρίνουσι τῶν ἰχθύων, οὕτω κατ᾽ ἐκείνην ἔσται τὴν ἡμέραν, τῶν ἀγγέλων εἰς τὴν κάμινον ἐμβαλλόντων τοὺς ἡμαρτηκότας ἅπαντας. Καὶ περὶ τῶν ἀσελγῶν δὲ καὶ ἀκαθάρτων ἀνθρώπων διαλεγόμενος ἔλεγεν, ὅτι Ἀπελεύσονται, ὅπου ὁ σκώληξ ὁ ἀτελεύτητος, καὶ τὸ πῦρ τὸ ἄσβεστον. Καὶ πάλιν, Βασιλεὺς, φησὶν, ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἰδὼν ἄνθρωπον ἐνδεδυμένον ἱμάτια ῥυπαρὰ, πρὸς αὐτὸν εἶπεν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη.

Τότε λέγει τοῖς διακόνοις αὐτοῦ· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· τοῖς ἀκολάστοις καὶ ἀσελγέσι ταῦτα ἀπειλῶν. Καὶ παρθένοι δὲ αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι, δι᾽ ὠμότητα καὶ ἀπανθρωπίαν τοῦτο ἔπαθον. Καὶ ἕτεροι δὲ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν πορεύονται εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Καὶ οἱ ἁπλῶς καὶ εἰκῆ φθεγγόμενοι καταδικάζονται· Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Ἆρά σοι δοκοῦμεν μάτην ὑπὲρ βίου πεφοβῆσθαι, καὶ πολλὴν τοῦ ἠθικωτέρου μέρους τῆς φιλοσοφίας ποιεῖσθαι σπουδήν; Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ καὶ τὸν Χριστὸν ταῦτα πάντα εἰκῆ εἰρηκέναι φαίης, καὶ τὰ τούτων πλείονα· οὐδὲ γὰρ ἅπαντα εἴρηται.

Εἰ δὲ μὴ ὤκνουν μακρὸν ποιῆσαι τὸν λόγον, καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τοῦ μακαρίου Παύλου καὶ ἐκ τῶν ἄλλων ἀποστόλων ἐδίδαξα ἂν, ὅσην ὑπὲρ τούτου τοῦ μέρους πεποίηται σπουδὴν ὁ Θεός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἀποχρῆν οἶμαι· μᾶλλον δὲ οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ μικρὸν τῶν εἰρημένων μέρος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, κἂν ἅπαξ εἴπῃ, ὡς πολλάκις εἰρημένον, οὕτω δέχεσθαι χρὴ τὸ λεχθέν.